- 底本
- Elias, Eliae (Olim Davidis) In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 107-255. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:239.14-240.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯驳斥了范畴区分为单纯与复合的观点,论证了所有范畴作为最高属在理解上都是单纯的,并阐明了为何动作、承受等后续范畴区别于关系概念且以不定式或副词来命名。
Οὐχ αἱ μὲν τῶν κατηγοριῶν ἁπλαῖ αἱ δὲ συμπεπλεγμέναι· οὐ γὰρ συμπεπλεγμένον τὸ ποιεῖν καὶ πάσχειν, εἰ καὶ τὸ ποιοῦν καὶ τὸ πάσχον· ἐξ οὐσίας γὰρ καὶ ἐνεργείας τὸ ποιοῦν, ἀσθενείας δὲ καὶ πείσεως τὸ πάσχον. οὐδὲ τὸ ἐν τόπῳ εἶναι ἢ χρόνῳ σύνθετα, εἰ καὶ τὸ ἐν τόπῳ ὂν ἐξ οὐσίας καὶ τόπου καὶ τὸ ἐν χρόνῳ ὂν ἐξ οὐσίας καὶ χρόνου, καὶ διὰ τοῦτο σύνθετα. οὐδὲ τὸ κεῖσθαι καὶ τὸ ἔχειν σύνθετα, εἰ καὶ τὸ κείμενον καὶ τὸ ἔχον σύνθετα ἐξ οὐσίας καὶ θέσεως καὶ σχέσεως. ἀλλὰ πᾶσαι αἱ κατηγορίαι ἁπλαῖ· πᾶσα γὰρ κατηγορία ἁπλῆ ἐστι νοῆσαι1 καὶ γενικώτατον. εἰ δέ τις ἀπορεῖ ὅτι πῶς γενικώτατον τὸ ἐκ συμπλοκῆς ἄλλων γενόμενον (τὰ γὰρ ἁπλᾶ πρότερα τῶν συνθέτων), ἐροῦμεν λύσιν τοιαύτην· ὅτι ἀληθὲς τὸ προηγεῖσθαι τὰ ἁπλᾶ τῶν συνθέτων, καὶ προτέτακται ἡ οὐσία πάσης κατηγορίας, δεύτερον τὸ ποσόν, τρίτον τὸ πρός τι, τέταρτον τὸ ποιόν (οὐκοῦν καὶ ἐν συνθέσει φυλάττεται ἡ τάξις ἐν ταῖς κατηγορίαις· διὰ τοῦτο οὐδὲ τὸ ὂν συνωνύμως κατηγορηθήσεται τῶν δέκα κατηγοριῶν), ἀλλ’ ὅταν λέγωμεν ὅτι γενικώτατον τὸ ποιεῖν ἢ πάσχειν ἢ ἄλλην ὁποιανοῦν κατηγορίαν, οὐ φαμεν ὅτι οὐδέν ἐστι πρὸ αὐτῶν (εἰσὶ γὰρ πρὸ αὐτῶν τὰ ἐξ ὧν ἐγένοντο), ἀλλ’ ὅτι γένος οἰκεῖον οὐκ ἔχουσι πρὸ αὐτῶν συνωνύμως κατηγορηθῆναι ὀφεῖλον· εἰ γὰρ τοῦτο, οὐκ ἔστι γενικώτατον. γενικώτατα δέ εἰσι πᾶσαι αἱ κατηγορίαι ὡς ἁπλαῖ νοῆσαι, κἂν ἐκ συμπλοκῆς ἄλλων ἐγένοντο· μία γὰρ ἡ σχέσις τῶν δύο πραγμάτων, ὥσπερ μία ὁδὸς 〈ἀπὸ〉 Ἀθηνῶν εἰς Θήβας καὶ ἀπὸ Θηβῶν εἰς Ἀθήνας, αἱ δὲ πόλεις δύο. εἰ δέ τις εἴποι ὅτι καὶ τὰ πρός τι δύο εἰσὶ πράγματα ἔχοντα μίαν σχέσιν καὶ τί διοίσουσι τούτων;, φαμὲν πρὸς αὐτὸν ὅτι τὰ πρός τι πρὸς ἀντιστρέφοντα λέγεται ἀεί, κἂν μία ἡ σχέσις αὐτῶν· οὐ πάντως δὲ ὅπου συμπλοκὴ δύο πραγμάτων καὶ σχέσις εὐθύτητος, καὶ πρός τι εἴη καὶ πρὸς ἀντιστρέφοντα λέγοιντο· Ἀθῆναι γὰρ καὶ Θῆβαι οὐ πρός τι, κἂν μία ὁδὸς μεταξύ, οὐδὲ τὸ ‘Σωκράτης περιπατεῖ’ τῶν πρός τι, ὂν συμπεπλεγμένον, οὐδὲ τὸ ποιοῦν ἐξ οὐσίας ὂν καὶ ἐνεργείας πρός τι· οὐ γὰρ πρὸς τὸ πάσχον αὐτὸ παραβάλλοντες νῦν τὴν ποιεῖν κατηγορίαν νοοῦμεν, ἀλλ’ αὐτὸ τὸ ποιοῦν μόνον θεωροῦντες καθ’ αὐτὸ συμπεπλεγμένον ἐξ οὐσίας καὶ ἐνεργείας τὸ ποιεῖν τὸ ἁπλοῦν ἐπινοοῦμεν κατηγορίαν. τὰ αὐτὰ καὶ ἐπὶ τῶν λοιπῶν συμπεπλεγμένων κατηγοριῶν ἀκουστέον, ἤγουν συνθέτων. σύνθετοι δὲ λέγονται τῷ ἐκ συμπλοκῆς ἀλλήλων αὐτὰς γενέσθαι. διὸ καὶ ἀπαρεμφάτοις ῥήμασιν αὐτὰς ὀνομάζει ποιεῖν, πάσχειν, ἵνα μὴ τὸ ἐφέλκεσθαι πρόσωπον συνθέτους αὐτὰς ποιήσῃ,2 ἢ ἐπιρρήμασιν ὀνομάζει τινὰς ἐξ αὐτῶν ἰσοδυναμοῦσι ῥήμασιν ἀπαρεμφάτοις· τὸ γὰρ ποῦ ταὐτὸν τῷ ἐν τόπῳ εἶναι καὶ τὸ ποτέ τῷ ἐν χρόνῳ εἶναι, τὸ δὲ εἶναι ἀπαρέμφατον ῥῆμα. Μηκύνας οὖν ὁ Ἀριστοτέλης τὸν περὶ τῶν ἁπλῶν κατηγοριῶν λόγον ἔχει δι’ αὐτῶν καὶ τὰς συμπεπλεγμένας.
绝非各范畴中一些是单纯的而另一些是交织复合的;因为动作与承受并非交织复合的,即便施动者与受动者是交织复合的;因为施动者由实体与现实活动构成,而受动者由无力与受动构成。在处所中存在或在时间中存在也不是复合的,即便在处所中存在之物由实体与处所构成、在时间中存在之物由实体与时间构成并因此是复合的。处于姿态与具有也不是复合的,即便处于姿态之物与具有之物是由实体、位置与关系构成的复合之物。相反,所有的范畴都是单纯的;因为每一个范畴在理解上都是单纯的,且是最高属。但若有人提出疑难:由他物的交织结合而产生的东西怎么会是最高属呢(因为单纯之物先于复合之物),我们将提出这样的解答:单纯之物先于复合之物固然是真理,实体被置于一切范畴之首,第二是量,第三是关系概念,第四是性质(所以在结合中各范畴间的秩序也得以保持;正因如此,‘存在’也不会同义地述说这十个范畴);但是,当我们说动作或承受或任何其他范畴是最高属时,我们并不是说在它们之前不存在任何东西(因为产生它们的那些东西确实在它们之前),而是说在它们之前没有理应被同义地述说的自家之属;因为如果存在这样的属,它就不是最高属了。所有的范畴作为在理解上是单纯的,都是最高属,即便它们是由他物的交织结合而产生的;因为两件事物的关系是单一的,正如从雅典到底比斯以及从底比斯到雅典的道路是一条,而城邦是两座。如果有人说:关系概念也是具有单一关系的两件事物,它们与这些事物有何区别呢?我们对他说:关系概念总是相对于换位之物而被言说的,即便它们的关系是单一的;但并非凡是有两件事物的交织结合以及直接关系的地方,它们就都是关系概念并且相对于换位之物而被言说;因为即便其间有一条道路,雅典和底比斯也不是关系概念;作为交织复合的‘苏格拉底漫步’也不属于关系概念;由实体与现实活动构成的施动者也不是关系概念;因为我们现在并不是通过将施动者与受动者相对比来理解‘动作’这一范畴,而是单独考察依其自身由实体与现实活动交织结合的施动者本身,从而将作为单纯之物的‘动作’构想为一个范畴。对于其余交织复合的即复合的范畴,也应当作同样的理解。它们被称为复合的,乃是因为它们是由彼此的交织结合而产生的。因此,他也用不定式动词来命名它们为‘动作’、‘承受’,以免带有人称使它们成为复合的;或者用与不定式动词等价的副词来命名其中的某些范畴;因为‘何处’等同于在处所中存在,而‘何时’等同于在时间中存在,而‘存在’是一个不定式动词。因此,亚里士多德在详尽探讨了单纯诸范畴之后,通过它们也掌握了那些交织复合的范畴。
- 4.0ἁπλῆ ἐστι νοῆσαι
不定式 νοῆσαι 用作限制性/说明性不定式,修饰形容词 ἁπλῆ,意为“在理解上是单纯的”。
- 4.0ἵνα μὴ τὸ ἐφέλκεσθαι πρόσωπον συνθέτους αὐτὰς ποιήσῃ
目的从句的主语是带有冠词的不定式 τὸ ἐφέλκεσθαι,作中间态并支配宾格宾语 πρόσωπον(“带有人称”)。使用不定式动词(ποιεῖν, πάσχειν)而非定态动词,可以避免带出语法上的人称而构成复合的命题/语句。
