- 底本
- Elias, Eliae (Olim Davidis) In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 107-255. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:240.15-241.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯解释了亚里士多德在其余六个范畴中为何优先处理动作与承受并论证了篇名的合理性,随后列举了动作、承受、何处、何时、姿态与具有等各范畴的物种划分,以此结束其注释的第二部分。
προέταξε δὲ τῶν συμπεπλεγμένων τὸ ποιεῖν καὶ πάσχειν διὰ δύο αἰτίας· ἢ ὅτι περὶ ποιότητα τὸ ποιεῖν καὶ πάσχειν ἢ ὅτι ἐμνήσθη ἐν τῷ περὶ ποιότητος λόγῳ τοῦ ποιεῖν καὶ πάσχειν, ὅτε τὴν διὰ φόβον ὠχρίασιν καὶ τὸ δι’ αἰδῶ ἔρευθος ὑπὸ τὸ πάσχειν ἀνήγαγεν. ἐπέγραψε δὲ Περὶ τοῦ ποιεῖν καὶ πάσχειν, οὐ Περὶ ποιοῦντος καὶ πάσχοντος, διότι τὸ ποιοῦν καὶ πάσχον τῶν πρός τι, οὐ Περὶ ποιήσεως καὶ παθήσεως· ἡ γὰρ ποίησις διττή· λέγεται γὰρ ποίησις καὶ αὐτὴ ἡ ἐνέργεια καὶ τὸ ἀποτέλεσμα, οἷον ἀβάκιον, ἅπερ προδήλως ὑπὸ ἄλλην κατηγορίαν ἀνάγονται.1 οὕτω δὲ συγγενὲς τὸ ποιεῖν καὶ πάσχειν τῇ ποιότητι, ὅτι καὶ τὰ ἴδια τῆς ποιότητος ὑπάρχει τῷ ποιεῖν καὶ πάσχειν· ἐναντία γὰρ τὸ ποιεῖν καὶ ποιεῖν, οἷον τὸ θερμαίνειν τῷ ψύχειν ἐστὶν ἐναντίον. ἀλλὰ καὶ τὸ πάσχειν τῷ πάσχειν ἐναντίον· τὸ γὰρ θερμαίνεσθαι τῷ ψύχεσθαι ἐναντίον. ὑπάρχει δὲ τῷ ποιεῖν καὶ πάσχειν ὥσπερ τὰ ἐναντία οὕτω καὶ τὸ μᾶλλον καὶ ἧττον· ἔστι γὰρ μᾶλλον θερμαίνειν καὶ μᾶλλον ψύχειν καὶ ἧττον θερμαίνειν καὶ ἧττον ψύχειν, καὶ μᾶλλον θερμαίνεσθαι καὶ ψύχεσθαι καὶ ἧττον. Ἐπειδὴ δὲ αἱ κατηγορίαι πλήθει τῶν ὑφ’ ἑαυτὰς εἰδῶν χαρακτηρίζονται ὡς γενικώταται οὖσαι, εἴπωμεν τὰ εἴδη ἑκάστης τῶν ἓξ κατηγοριῶν. τὸ ποιεῖν τοίνυν διττόν· ἢ γὰρ εἰς ἑαυτὸ ἢ εἰς ἕτερον ποιεῖ τι, καὶ εἰς ἑαυτὸ μὲν ὡς ἡ ψυχὴ ζωοῦσα ἑαυτήν, εἰς ἕτερον δὲ ὥσπερ ἡ αἴσθησις ἐνεργοῦσα περὶ τὸ αἰσθητόν· ὅ τι μὲν γὰρ ὁρᾷ ἡ αἴσθησις οἶδε, διὰ τί δὲ ὁρᾷ οὐκ οἶδε. καὶ ἄλλως τὸ ποιεῖν διττόν· ἢ γὰρ καθ’ ὁρμὴν ὡς ἐπὶ τοῦ ὑλακτοῦντος κυνός, ἢ κατὰ φύσιν ὡς τῷ πυρὶ τὸ καίειν φυσικῶς. καὶ τὸ πάσχειν διττόν· ἢ γὰρ φθαρτικόν ἐστιν ὡς ἐπὶ τοῦ τέμνεσθαι καὶ καίεσθαι, ἢ τελειωτικὸν ὡς τὸ μανθάνειν, γινώσκειν. τὸ ποῦ ἑξαχῶς· τὸ γὰρ ποῦ ἐστι τὸ ἐν τόπῳ εἶναι, ὁ δὲ τόπος πέρας τοῦ περιέχοντος, τὸ δὲ περιεχόμενον σῶμα, παντὸς δὲ σώματος τρεῖς εἰσι διαστάσεις, ἐπειδὴ καὶ τρεῖς μόναι εὐθεῖαι πρὸς ὀρθὰς γωνίας δύνανται συμβάλλειν ἑαυταῖς καθ’ ἓν σημεῖον, πάσης δὲ διαμέτρου δύο εἰσὶ πέρατα, ὡς γίνεσθαι ἓξ διαστάσεις, ἄνω, κάτω, πρόσω, ὀπίσω, δεξιά, ἀριστερά. καὶ τὸ μὲν ἄνω καὶ κάτω ποιεῖ τὸ ὑπὲρ γῆν καὶ ὑπὸ γῆν ἡμισφαίριον, τὸ δὲ δεξιὰ καὶ ἀριστερὰ ποιεῖ ἀνατολικὸν καὶ δυτικόν, τὸ πρόσω καὶ ὀπίσω ποιεῖ νότιον καὶ βόρειον. ταῦτα περὶ τοῦ ποῦ. τὸ δὲ ποτὲ τριχῶς κατὰ τὴν τριμέρειαν τοῦ χρόνου, ἐνεστῶτος, παρεληλυθότος, μέλλοντος. τὸ δὲ κεῖσθαι τριχῶς· ἢ γὰρ ὄρθιά εἰσι πάντα καὶ λέγεται στάσις, ἢ πάντα κέκλιται καὶ λέγεται ἀνάκλισις, ἢ τὰ μὲν ὕπτια τὰ δὲ κεκλιμένα καὶ λέγεται καθέδρα.2 τὸ ἔχειν διχῶς· ἢ ὅλον περὶ ὅλον, ὡς ἱμάτιον περὶ ὅλον, τὸ σῶμα, ἢ ὅλον περὶ μέρος, ὡς δακτύλιος ὅλος περὶ μέρος, τὸν δάκτυλον. ταῦτα ἡμῖν καὶ περὶ τῶν δέκα κατηγοριῶν. ἐν οἷς σὺν θεῷ καὶ τὸ δεύτερον τμῆμα.3
他将动作与承受置于交织复合的诸范畴之首,乃是出于两个原因:或者是由于动作与承受关涉性质,或者是由于他在关于性质的论述中提到了动作与承受,当时他将因恐惧而发白与因羞耻而脸红归入承受之下。他拟定的标题是《论动作与承受》,而不是《论施动者与受动者》,这是因为施动者与受动者属于关系概念;也不是《论制作与受动》,因为制作是双重的,现实活动本身与成果(例如算盘)都被称为制作,而这些显然被归入另一个范畴之下。动作与承受同性质如此亲近,以至于性质所特有的属性也属于动作与承受;因为动作与动作是相反的,例如加热与冷却相反。而且承受与承受也是相反的;因为被加热与被冷却相反。动作与承受正如具有相反者一样,也具有程度的高低;因为存在加热更多与冷却更多,以及加热更少与冷却更少,也存在被加热与被冷却更多,以及更少。既然各范畴作为最高属,是以其所属物种的多样性为特征的,那么就让我们来陈述这六个范畴中每一个的物种。动作是双重的:因为某物要么作用于自身,要么作用于他物;作用于自身如同灵魂使自身生机盎然,而作用于他物则如感觉围绕可感觉之物活动;因为感觉知道它所看到的是什么,却不知道为何看到。在另一种意义上动作也是双重的:或者出于冲动,如吠叫的狗那样;或者出于自然,如火在自然上进行燃烧。承受也是双重的:或者具有破坏性,如被切割和被燃烧那样;或者具有完善性,如学习和认识那样。 ‘何处’有六种方式;因为‘何处’乃是在处所中存在,处所是包容者的界限,被包容者是物体,任何物体都有三个维度(因为只有三条直线能够在一个点上彼此以直角相交),而每条直径都有两个端点,从而形成六个维度(方位):上、下、前、后、右、左。上与下构成了地上半球与地下半球,右与左构成了东与西,前与后构成了南与北。这些就是关于‘何处’的内容。 ‘何时’则根据时间的三分法有三种方式:现在、过去、将来。 ‘处于姿态’有三种方式:或者各部分全然直立而被称为起立,或者全然躺下而被称为横卧,或者一部分平仰而另一部分弯折而被称为就座。 ‘具有’有两种方式:或者全体围绕全体,如外衣围绕作为整体的身体;或者全体围绕部分,如指环整体围绕作为部分的手指。关于十个范畴,我们的论述就到这里;随着这些内容,在神明佑助之下,第二部分也告完成。
- 4.0ἅπερ προδήλως ὑπὸ ἄλλην κατηγορίαν ἀνάγονται
关系代词 ἅπερ 为中性复数,指代前文的两个先行词:“现实活动本身”(αὐτὴ ἡ ἐνέργεια)与“成果”(τὸ ἀποτέλεσμα)。在古典雅典方言中,中性复数主语通常搭配单数动词,但此处使用了复数动词 ἀνάγονται,用于强调这两项不同的事物分别被归入各自不同的范畴之中(现实活动归入动作,成果归入实体等)。
- 4.0ἢ τὰ μὲν ὕπτια τὰ δὲ κεκλιμένα καὶ λέγεται καθέδρα
在定义就座(καθέδρα)这一姿态时,身体的各个部分通过相关联词 μέν... δέ... 被一分为二。ὕπτια 指水平平展的部分(如大腿),κεκλιμένα 指倾斜或弯折的部分(如躯干或小腿),二者作为表语形容词,共同刻画了介于全直立(起立)与全水平(横卧)之间的中间姿态。
- 4.0ἐν οἷς σὺν θεῷ καὶ τὸ δεύτερον τμῆμα
此句为章节末尾的结语公式,省略了谓语动词(如 ἐστι 或 συνετελέσθη,意为“完成了”)。介词短语 ἐν οἷς(“伴随这些/在这些之中”)指代前文关于十个范畴的具体论述。σὺν θεῷ(“在神明佑助下”)是古代晚期及拜占庭学者在注疏章节段落末尾常用的敬虔用语。
