← 埃利亚斯

亚里士多德《范畴篇》注释

§237.29-239.12

性质的第四固有属性与关系的重叠

埃利亚斯阐释了性质的第四项特有属性(类似与不类似),继而探讨了知识与状态如何同时归于关系概念与性质之下的疑难,分析了亚里士多德的两种解答(普遍与个别、关系概念的伴随性)以及基于不同视角的解答。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.21#2

ὥσπερ δὲ ἀνωτέρω τὰ ψευδῆ ἴδια τῶν ἀληθῶν προέταττεν, οὕτω κἀνταῦθα μετὰ τὰ ψευδῆ ἴδια ἔρχεται ἐπὶ τῶν κυρίως καί φησιν ὅτι τέταρτον ἴδιον τῆς ποιότητος ὥσπερ οὐσίας τὸ ταὐτὸν καὶ ἕτερον·1 οὐδὲν γάρ ἐστιν ὁμοιότης ἢ ποιοτήτων ταυτότης, ὥσπερ ἀνομοιότης ποιοτήτων διαφορά. τοῦτο δὲ καὶ ἐπὶ ψυχῆς ληπτέον, φημὶ τὸ ὅμοιον, ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον, καὶ ἐπὶ σώματος παῦροι γὰρ καὶ παῖδες ὁμοῖοι πατρὶ πέλονται, καὶ τίκτουσιν δὲ γυναῖκες ἐοικότα τέκνα γονεῦσι. Μετὰ τὰ τέσσαρα ἴδια τῆς ποιότητος ἀπορεῖ ὁ Ἀριστοτέλης ὅτι πῶς ἕξιν καὶ διάθεσιν ἤτοι ἐπιστήμην ὑπὸ δύο ἀνήγομεν κατηγορίας, ὑπὸ τὰ πρός τι καὶ τὴν ποιότητα· ἡ γὰρ ἕξις καὶ ἐπιστήμη παραδείγματα ἦσαν τῶν πρός τι· ἡ γὰρ ἐπιστήμη ἐπιστητοῦ ἐπιστήμη καὶ ἡ ἕξις ἑκτοῦ ἕξις. ἀλλὰ καὶ πρῶτον εἶδος τῆς ποιότητος ἦσαν ἕξις καὶ ἐπιστήμη ἤτοι διάθεσις. ἔσται οὖν τι κοινὸν τῶν γενικωτάτων καὶ οὐκέτι δέκα αἱ κατηγορίαι, ἐοικυῖαι τάγματι χιλίων ἀνδρῶν εἰς δέκα ἑκατοντάρχας διῃρημένων, ἐν οἷς τὸ ἕτερον οὐ τελεῖ ὑπὸ τὸ ἕτερον. καὶ λύει τοῦτο λέγων ὅτι ἡ καθόλου ἐπιστήμη πρός τι καὶ οὐ ποιότης, ἡ δὲ τὶς ἐπιστήμη, οἷον ἡ γραμματικὴ ἡ ἐν Ἀριστάρχῳ, ἡ ῥητορικὴ ἡ ἐν Δημοσθένει, ποιότητες καὶ οὐ πρός τι. καὶ τοῦτο κατασκευάζει ἐκ τῶν ὁρισμῶν ἑκατέρου, τῶν πρός τι καὶ τῆς ποιότητος· πρός τι γάρ ἐστιν ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται· ἡ ἐπιστήμη οὖν τῶν πρός τι· ἡ γὰρ ἐπιστήμη ἐπιστητοῦ ἐπιστήμη. ποιότης δέ ἐστι καθ’ ἣν ποιοί τινες λέγονται εἶναι· λεγόμεθα δὲ γραμματικοὶ ἀπὸ τῆς γραμματικῆς· οὐδὲ γὰρ ἀπὸ τῆς καθόλου ἐπιστήμης λεγόμεθα ἐπιστήμονες τοῦδε τοῦ γράμματος (οὐδὲ γὰρ ἐνδέχεται ἄνθρωπον ἕνα πᾶσαν ἐπιστήμην ἔχειν, εἰ καὶ ὁ Πλάτων κέρματα ἀνθρώπου ἐκάλει τοὺς κατὰ μέρος ἀνθρώπους, ὡς μὴ δυναμένους πᾶσαν ἐπιστήμην ἔχειν), ἀλλὰ λεγόμεθα ἐπιστήμονες ἀπό τινος ἐπιστήμης· ἡ γὰρ γραμματικὴ οὐ λέγεται γραμματικὴ φωνῶν, ἀλλ’ ἐπιστήμη φωνῶν. καὶ ἰδοὺ οἶδε καὶ ὁ Ἀριστοτέλης τὸ σημαινόμενον τῶν πρός τι τὸ μὴ δι’ ἑαυτὸ πρός τι, ἀλλὰ διὰ τὴν πρὸς τὸ γένος ἀναφοράν, οἷον ἡ γραμματική. καὶ ἀποροῦσι πρὸς τὴν λύσιν ὅτι πῶς τοῦ γένους ὑπ’ ἄλλην ἀναγομένου τὰ εἴδη ὑπὸ ἑτέραν κατηγορίαν ἀνάγεται· ἰδοὺ γὰρ ἡ ἐπιστήμη ὑπὸ τὰ πρός τι, ἡ δὲ γραμματικὴ εἶδος οὖσα τῆς ἐπιστήμης καὶ διὰ τοῦτο τῶν πρός τι ὑπὸ τὴν ποιότητα· καὶ γὰρ ἐλέγετο ἀνωτέρω ὅτι ὅσα τῶν ἐπάνω κατηγορεῖται, καὶ τῶν ὑποκάτω· διὰ τί οὖν τὰ πρός τι τῆς ἐπιστήμης κατηγορούμενα τῆς γραμματικῆς οὐ κατηγορηθήσεται; καὶ λέγομεν πρὸς τοῦτο ὅτι ἡ ἐπιστήμη ὡς ποιότης κατηγορηθήσεται τῆς γραμματικῆς, οὐχ ὡς πρός τι, εἰ καὶ συμβέβηκεν αὐτῇ ἀμφότερα, καὶ πρός τι εἶναι καὶ ποιότητα κατ’ ἄλλο καὶ ἄλλο νοούμενον. καὶ ὡς ποιότης μὲν οὖσα κατὰ φύσιν, διεβίβασε τὸ κατηγορούμενον αὐτῆς κατὰ φύσιν εἰς τὰ εἴδη, τὸ δὲ πρός τι ὡς κατὰ δεύτερον λόγον αὐτῇ ὑπάρχον οὐ διεβίβασεν εἰς τὰ οἰκεῖα εἴδη. λέγει καὶ δευτέραν λύσιν ὁ Ἀριστοτέλης· ὅτι εἰ τὸ αὐτὸ ὑπὸ δύο κατηγορίας ἀνήγετο, ὧν οὐδὲ ἑτέρα πρός τι, ἀπορεῖν ἐχρῆν, 〈ἀλλ’ οὐκ ἀπορεῖν ἐχρῆν〉 ὅτι εἰ τὸ αὐτὸ δυνατὸν ὑπὸ δύο κατηγορίας ἀνάγεσθαι, ὧν ἡ ἑτέρα [οὐ] πρός τι.2 τοὐναντίον ἀπορεῖν ἐχρῆν ὅτι εἰ τὸ αὐτὸ μὴ καὶ ὑπὸ ἄλλην κατηγορίαν ἀνήγετο· οὐδὲν γὰρ τῶν ὄντων πρός τι μόνως, ἀλλ’ ἢ πρός τι καὶ οὐσία ἢ πρός τι καὶ ποσὸν ἢ πρός τι καὶ ποιόν. εἰπὲ καὶ ἄλλην σὺ λύσιν, ὅτι οὐδὲν ἄτοπον τὸ αὐτὸ ὑπὸ δύο κατηγορίας ἀνάγεσθαι κατ’ ἄλλο καὶ ἄλλο· οἷον ἡ γραμματικὴ ὡς ἐπιστήμη καὶ ὑπὸ τὰ πρός τι καὶ ὑπὸ τὴν ποιότητα· εἰ μὲν γὰρ ὡς πρὸς τὸ ἐν ᾧ ὑπόκειται, τὴν ψυχήν, ἀπίδῃ τις, ποιότης, εἰ δὲ πρὸς τὸ περὶ ὃ ἐνεργεῖ, φημὶ τὰς φωνάς, ἐπιστήμη. ἀλλὰ ποίαν συνέχειαν ἔχει τὰ νῦν λεγόμενα πρὸς τὸ τέταρτον ἴδιον τῆς ποιότητος; καὶ λέγομεν ὅτι ναί, εἴ γε κατέληξεν ὁ περὶ ποιότητος λόγος εἰς τὸ ὅμοιον καὶ ἀνόμοιον, ταῦτα δὲ καὶ πρός τι (τὸ γὰρ ὅμοιον ὁμοίῳ ὅμοιον καὶ τὸ ἀνόμοιον ἀνομοίῳ ἀνόμοιον) καὶ ποιότητες ἄμφω· ὁμοιότης γάρ ἐστι ποιοτήτων ταυτότης. ταῦτα ἔχει ἡ θεωρία. ἐν οἷς καὶ ὁ περὶ ποιότητος λόγος.

正如他在上面将虚假的特有属性置于真实的特有属性之前,在这里同样在虚假的特有属性之后,他进至本义的特有属性,并指出,正如对实体而言[特有属性是]同一与相异,性质的第四项特有属性[是类似与不类似];因为类似性无非是诸性质的同一性,正如不类似性是诸性质的差异一样。而这一点——我是指类似——在灵魂上也是应当被领会的,正如“神总是将相似者引向相似者”所言;在身体上亦然,因为“子嗣肖父者甚罕”,以及“妇女生下肖似双亲的孩童”。在性质的四项特有属性之后,亚里士多德提出疑难:我们究竟是如何将状态与性向即知识归入两个范畴之下的,即归入关系概念与性质之下;因为状态与知识曾是关系概念的例证(因为知识是可知之物的知识,而状态是被持守之物的状态),但状态与知识即性向也是性质的第一种。因此最高属之间将会有某种共同之物,而各范畴将不再是十个了——它们本应类似于分成十个百夫长的千人军队,在其中一个百夫长并不从属于另一个。他通过指出以下这一点来化解这个疑难:普遍的知识是关系概念而非性质,而特定的某种知识,如阿里斯塔库斯身上的文法学、德摩斯梯尼身上的修辞学,则是诸性质而非关系概念。并且他从二者各自的定义——即关系概念与性质的定义——来确立这一点;因为关系概念是凡那些其自身所是之物都被说成是属于他物的东西;因此知识属于关系概念,因为知识是可知之物的知识。而性质则是据此事物被说成具有某种性质的东西;我们乃是由于文法学而被称作文法学家的;因为我们并不是由于普遍的知识而被称作这个字母的知晓者(因为一个人不可能拥有全部知识,即便柏拉图将个别的人称作‘人的零钱’,因其不能拥有全部知识),而是由于某种特定的知识而被称作知晓者;因为文法学并不被称作声音的文法学,而是被称作声音的知识。看啊,亚里士多德也知晓关系概念中并非因其自身而是关系、而是因向属的归涉[而是关系]的涵义,例如文法学。人们针对这一解答提出疑难:当属归入一个范畴之下时,种怎么会被归入另一个范畴之下呢;因为看啊,知识在关系概念之下,而文法学作为知识的种并因此属于关系概念,却在性质之下;因为上面曾说过,凡述说上位事物的,也述说下位事物;那么为什么述说知识的关系概念不述说文法学呢?对此我们说,知识作为性质被述说于文法学,而不是作为关系概念,即便两者——即作为关系概念与作为性质——在从不同方面被理解时碰巧都属于它。它作为本性上是性质之物,将本性上述说于它自身的东西传递给了诸种,但关系概念作为依照第二等道理属于它的东西,并没有传递给它自家的诸种。亚里士多德也指出了第二种解答:如果同一个东西被归入两个范畴之下而其中没有任何一个是关系概念,本应感到疑难;〈但本不应感到疑难〉:如果同一个东西可能被归入两个范畴之下,而其中之一是关系概念。相反,如果同一个东西没有同时被归入另一个范畴之下,本倒应当感到疑难;因为在存在者中没有任何东西纯粹是关系概念,而是要么是关系概念同时也是实体,要么是关系概念同时也是量,要么是关系概念同时也是性质。你也来说出另一种解答:同一个东西依照不同方面被归入两个范畴之下毫无荒谬之处;例如文法学作为知识既在关系概念之下又在性质之下;因为如果有人着眼于其内在于其中的下层承受者即灵魂,它就是性质;如果着眼于它所围绕而活动的对象,我是指声音,它就是知识[关系概念]。但现在所说的事情与性质的第四项特有属性有何连贯性呢?我们说:确实如此,只要关于性质的论述归结于类似与不类似,而这些既是关系概念(因为类似者与类似者类似,不类似者与不类似者不类似),二者又都是诸性质;因为类似性就是诸性质的同一性。理论探讨包含这些内容;关于性质的论述亦在其中[终结]。

语法注2 条
  1. 3.21τέταρτον ἴδιον τῆς ποιότητος ὥσπερ οὐσίας τὸ ταὐτὸν καὶ ἕτερον

    句法上属于省略结构:'τέταρτον ἴδιον τῆς ποιότητος [ἐστὶ τὸ ὅμοιον καὶ ἀνόμοιον], ὥσπερ οὐσίας [ἴδιον ἦν] τὸ ταὐτὸν καὶ ἕτερον'。表明第四项特有属性的主词/表语“类似与不类似”因紧随其后的“οὐδὲν γάρ ἐστιν ὁμοιότης...”而被省略。

  2. 3.21ἀπορεῖν ἐχρῆν, 〈ἀλλ’ οὐκ ἀπορεῖν ἐχρῆν〉 ὅτι εἰ τὸ αὐτὸ δυνατὸν ὑπὸ δύο κατηγορίας ἀνάγεσθαι, ὧν ἡ ἑτέρα [οὐ] πρός τι

    基于亚里士多德《范畴篇》11a37–38的对比句构。通过编者所补足的〈ἀλλ’ οὐκ ἀπορεῖν ἐχρῆν〉以及删去的[οὐ],重构了亚里士多德的原义:如果两个范畴都不是关系概念,则应当感到疑难;但若其中之一是关系概念,则不应感到疑难。ὅτι引导表示具体事实情况的名词性从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:237.29-239.12