← 埃利亚斯

亚里士多德《范畴篇》注释

§236.12-237.29

性质的第二与第三特有属性及相反性

埃利亚斯通过属的区分与归纳探讨了性质的第二项特有属性(相反者中若一者为性质,另一者亦为同范畴之性质),随后考察了由相反性派生出的第三项特有属性(容纳程度),分析了二者的相互伴随关系及其成立条件。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.21#1

" Ἔτι ἐὰν τῶν ἐναντίων θάτερον ᾖ ποιόν, καὶ τὸ λοιπὸν ποιόν." Δεύτερον ἴδιον τῆς ποιότητος τὸ τῷ ποιῷ ἐναντίον ποιὸν εἶναι, καὶ καθόλου ἧς κατηγορίας τὸ ἕτερον, τῆς αὐτῆς εἶναι καὶ τὸ λοιπόν.1 οὐ λέγει δὲ νῦν τὸ προσεχὲς γένος ὁ Ἀριστοτέλης τοῦ ποιοῦ, ἀλλὰ τὸ πόρρω. καὶ μή τις νομίσῃ ὅτι πάντα τὰ ἐναντία ὑφ’ ἓν γένος ἀνάγονται· διορθοῦται γὰρ τοῦτο ὁ Ἀριστοτέλης ἐν τῷ περὶ ἀντικειμένων λόγῳ, ὅτι τὰ ἐναντία τριττά· ἢ γὰρ ὑπὸ ἓν γένος ἀνάγονται, ὡς τὸ λευκὸν καὶ τὸ μέλαν ὑπὸ τὸ χρῶμα, ἢ ὑπὸ ἀντιδιῃρημένα, ὡς δικαιοσύνη καὶ ἀδικία ὑπὸ ἀρετὴν καὶ κακίαν, ἢ οὐδὲ ὅλως ἀνάγονται ὑπὸ γένος τῷ αὐτὰ γένος εἶναι, ὡς τὸ ἀγαθὸν καὶ τὸ κακόν· διὰ γὰρ τῶν δέκα διήκουσι κατηγοριῶν. καὶ πιστοῦται τὰ νῦν λεγόμενα ὁ Ἀριστοτέλης ἐκ τῆς ἐπαγωγῆς· πολὺ γὰρ τὸ ἐπαγωγικὸν ἐν τῇ παρούσῃ πραγματείᾳ περὶ τῶν γενικωτάτων οὔσῃ, ἃ οὐδὲν ἔχει πρὸ αὐτῶν ἀλλὰ μετὰ ταῦτα· εἰ γὰρ τῷ ὀξεῖ τῷ ἐν χυμοῖς τὸ γλυκὺ τὸ ἐν χυμοῖς ἀντίκειται, ἐκεῖνο δὲ ὑπὸ τὴν ποιότητα, καὶ τοῦτο ὑπὸ τὴν ποιότητα ἀναχθήσεται. καὶ εἰ τὸ ὀξὺ τὸ ἐν γωνίαις ὑπὸ τὰ πρός τι (ὀξεῖα γὰρ ἡ ἐλάσσων ὀρθῆς), καὶ τὸ ἀμβλὺ τὸ ἐν γωνίαις ὑπὸ τὰ πρός τι· ἀμβλεῖα γὰρ ἡ μείζων ὀρθῆς, τὸ δὲ μεῖζον καὶ ἔλαττον τῶν πρός τι. καὶ εἰ τὸ ὀξὺ τὸ ἐν φωναῖς ὑπὸ τὸ ποιεῖν ἀναχθήσεται, καὶ τὸ ἀμβλὺ ὁμοίως. ἀλλ’ ὅσον ἐπὶ τούτῳ διάφοροι ἔσονται κατηγορίαι τῶν ἐναντίων, καὶ οὐκέτι ἐν ποιότητι μόνῃ ἡ ἐναντιότης. καὶ λέγομεν ὅτι οὐκ εἶπεν ὁ Ἀριστοτέλης ὅτι εἰ τὸ ἕτερον τῶν ἐναντίων ὑπὸ τήνδε τὴν κατηγορίαν ἀνάγεται, καὶ τὸ λοιπὸν ἀναχθήσεται, ἀλλὰ τὸ τῷ ποιῷ ἐναντίον ποιὸν εἶναι. διὸ καὶ ἀμφιβόλως τὸν λόγον προήγαγε λέγων· οἷον εἰ ἡ δικαιοσύνη ἐναντίον τῇ ἀδικίᾳ· δόξα γὰρ γέγονεν ὅτι ἡ ἀδικία οὐκ ἔστιν ἐναντία τῇ δικαιοσύνῃ· ἡ γὰρ ἀδικία στέρησις, τὸ δὲ ἀντικείμενον τῇ δικαιοσύνῃ ἀκατονόμαστόν ἐστι, καὶ οὐ δεῖ τὰς ἕξεις στερητικοῖς ὀνόμασιν ὀνομάζειν, ὥσπερ ἡ ἀδικία στερητικὸν ὄνομα ἔχει, ἕξις οὖσα. πλὴν οὐκ ἀληθὴς ὁ λόγος· οὐ γὰρ ἀεὶ αἱ στερήσεις στερητικοῖς ὀνόμασιν ὀνομάζονται· ἰδοὺ γὰρ ἡ τυφλότης καὶ κωφότης, στερητικὰ ὄντα, στερητικοῖς ὀνόμασιν οὐκ ὀνομάζονται, ὡς τὸ ἀσώματον, ἀθάνατον, ἀΐδιον, ἀγέννητον.2 Τρίτον δὲ ἴδιον τῆς ποιότητος τὸ ἀπογεννώμενον ἐκ τοῦ πρώτου ἰδίου, τοῦ ἐπιδέχεσθαι τὰ ἐναντία, τὸ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἧττον· ἀεὶ γὰρ ταῦτα ἕπονται ἀλλήλοις· ὅπου τὰ ἐναντία, ἐκεῖ πάντως τὸ μᾶλλον καὶ ἧττον, καὶ ὅπου τὸ μᾶλλον καὶ ἧττον, ἐκεῖ καὶ τὰ ἐναντία, καὶ ὅπου οὐκ ἔστι τὸ ἕτερον, οὐδὲ τὸ λοιπόν. ταῦτα δὲ καὶ ἐν μόνῃ τῇ ποιότητι θεωροῦνται, πλὴν οὐκ ἐν πάσῃ· τῷ γὰρ σχήματι οὐδέν ἐστιν ἐναντίον, οὐδὲ τοῖς μέσοις τῶν χρωμάτων. ὅπου γε καὶ δόξα γέγονε μηδὲ αὐτὴν τὴν ποιότητα ἐπιδέχεσθαι τὰ ἐναντία, ἀλλὰ τὰ μετέχοντα μόνον· ὥσπερ γὰρ πυρκαιᾶς μιᾶς καὶ τῆς αὐτῆς οὔσης οἱ μὲν μᾶλλον θερμαίνονται οἱ δὲ ἧττον τῷ μᾶλλον μετέχειν ἢ ἧττον, καὶ τῆς δικαιοσύνης μιᾶς καὶ τῆς αὐτῆς οὔσης οἱ μὲν μᾶλλον οἱ δὲ ἧττον μετέχουσι τῆς δικαιοσύνης, οὕτω καὶ ἐπὶ τῆς ποιότητος ἔχει. ἰστέον δὲ ὅτι οὐδὲ ἐν πᾶσι τοῖς μετέχουσι τῆς ποιότητος ἡ ἐναντιότης· τρίγωνον γὰρ τριγώνου 〈οὐ〉 λέγεται μᾶλλον τρίγωνον, ἢ τετράγωνον ἢ κύκλος· καθόλου γὰρ εἰπεῖν, τὸ μᾶλλον καὶ ἧττον καὶ τὰ ἐναντία οὐδὲ ἐν οἷς πάντῃ ὁ αὐτὸς ὁρισμός, ὡς ἐπὶ δύο τριγώνων, οὐδὲ ἐν οἷς πάντῃ διάφορος,3 ὡς ἐπὶ τριγώνου καὶ κύκλου, θεωροῦνται (οὐδὲν γὰρ τούτων πρὸς τὸ ἀνόμοιον λέγεται μᾶλλον ἢ ἧττον), ἀλλ’ ἐν οἷς πῇ μὲν ὁ αὐτὸς λόγος πῇ δὲ διάφορος, ὡς ἐπὶ δύο λευκῶν· ὁ γὰρ λόγος ὁ αὐτὸς ἐπὶ ἑκατέρου, ἀλλὰ καὶ διάφορος· λευκὸν γάρ ἐστι καὶ τὸ λελευκωμένον, λευκὸν δέ ἐστι καὶ αὐτὸ τὸ χρῶμα, ἀλλ’ ἔστι μᾶλλον διακρίνειν καὶ ἧττον. Τούτων δὲ τῶν δύο ἰδίων καὶ ἀνωτέρω ἐμνήσθημεν, ἀλλὰ ποὺ μὲν ὡς μὴ ὑπαρχόντων, οἷον ἐπὶ οὐσίας καὶ ποσοῦ, ποὺ δὲ ὡς ὑπαρχόντων, ὡς ἐπὶ τῶν πρός τι καὶ ποιότητος.

“此外,如果相反者中之一者是性质,其余者也是性质。” 性质的第二项特有属性是:与具有某种性质之物相反者是具有某种性质之物[性质];并且普遍而言,一者属于哪一个范畴,其余者也属于同一个范畴。但亚里士多德现在说的不是性质的邻近属,而是其疏远属[范畴]。绝不可有人认为一切相反者都归于同一个属之下;因为亚里士多德在《论对立者》的论述中纠正了这一点,指出相反者有三类:因为它们要么归于同一个属之下,如白与黑归于颜色之下;要么归于并列区分的属之下,如正义与不正义归于美德与邪恶之下;要么根本不归于任何属之下,因为它们自身就是属,如善与恶;因为它们贯穿十个范畴。亚里士多德也通过归纳来证实现在所说的事情;因为在当前这部关于最高普遍之属的著作中,归纳式的论述占据了很大篇幅,而这些最高普遍之属在自身之前一无所有,而是在自身之后[拥有其他事物]。因为如果在滋味中与酸锐者相对立的是甘甜者,而前者归于性质之下,那么后者也同样将被归于性质之下。并且如果在角中的锐角归于关系概念之下(因为小于直角的角是锐角),那么在角中的钝角也归于关系概念之下;因为大于直角的角是钝角,而大与小属于关系概念。如果在声音中尖锐者[高音]被归于施动之下,沉钝者[低音]也是如此。但只要根据这一点,相反者的范畴就会是各不相同的,而相反性也就不再仅存在于性质中了。对此我们说,亚里士多德并没有说“如果相反者中的一者归于这个范畴,其余者也将被归于”,而是说与具有某种性质之物相反者是具有某种性质之物。因此他也犹疑不定地提出这个论述,说:“例如如果正义与不正义相反”;因为曾有一种意见认为不正义并非与正义相反;因为不正义是一种缺失,而与正义相对立者是无名称的,并且人们不应当用表缺失的名称来称呼诸状态,如同不正义作为一种状态却具有表缺失的名称那样。然而这一论述并非真实;因为缺失并不总是用表缺失的名称来称呼的;因为看啊,盲与聋虽是缺失,却并未用表缺失的名称来称呼,不像无形体的、不死的、永恒的、无生的那样[带有剥夺前缀]。性质的第三项特有属性则是从第一项特有属性即“容纳相反者”中派生出来的,即容纳较多与较少[程度];因为这两者总是互为伴随的:哪里有相反者,那里必定有较多与较少;哪里有较多与较少,那里也必定有相反者;而哪里有一者不存在,另一者也同样不存在。这些也唯独在性质中被观察到,然而并非在一切性质中;因为没有任何东西与形状相反,也没有任何东西与中间颜色相反。甚至曾有一种意见认为性质本身并不容纳相反者,而唯独分有它的事物才容纳;因为正如当一场大火是同一的时候,一些人受热较多而另一些人较少,这是由于分有得较多或较少,并且正义是同一的时候,一些人分有正义较多而另一些人较少,在性质的事情上也是如此。但必须知晓,并非在一切分有性质的事物中都存在相反性;因为一个三角形并不被说成比另一个三角形更是三角形,正方形或圆形也是如此;因为普遍而言,较多与较少以及相反者,既不在定义完全相同的事物中被观察到(如在两个三角形的情形中),也不在定义完全不同的事物中被观察到(如在三角形与圆形的情形中,因为其中没有任何东西是相对于不相似者而被说成较多或较少的),而是在定义在某一方面相同而在另一方面不同的事物中被观察到,如在两个白色的事物中;因为在二者之中的定义是相同的,但同时也是不同的;因为被漂白之物是白,颜色本身也是白,但存在着较多分离[视线]与较少[分离]。关于这两项特有属性,我们在上面也曾提及,但有些地方是作为不属于[某范畴]而提起的(如在实体与量的情形中),有些地方则是作为属于[某范畴]而提起的(如在关系概念与性质的情形中)。

语法注3 条
  1. 3.21ἧς κατηγορίας τὸ ἕτερον, τῆς αὐτῆς εἶναι καὶ τὸ λοιπόν

    这是一种相关从句结构,先行词(指代范畴的属格成分)被吸收入关系分句(ἧς κατηγορίας),并在主句中由相呼应的 τῆς αὐτῆς 承接。此处的属格充当表归属/分类的表语性属格。

  2. 3.21ἰδοὺ γὰρ ἡ τυφλότης καὶ κωφότης, στερητικὰ ὄντα, στερητικοῖς ὀνόμασιν οὐκ ὀνομάζονται, ὡς τὸ ἀσώματον, ἀθάνατον, ἀΐδιον, ἀγέννητον

    句末由 ὡς 引出的例子(ἀσώματον 等)作为与紧接在前的“并未用表缺失的名称称呼”相对立的参照,给出了“确实用表缺失名称(带有剥夺前缀 alpha 的词)称呼之物”的例证。即:盲与聋虽为缺失,却不像无形体、不死等词那样由表缺失的名称来称呼。

  3. 3.21οὐδὲ ἐν οἷς πάντῃ ὁ αὐτὸς ὁρισμός ... οὐδὲ ἐν οἷς πάντῃ διάφορος ... ἀλλ’ ἐν οἷς πῇ μὲν ὁ αὐτὸς λόγος πῇ δὲ διάφορος

    介词 ἐν 与关系代名词 οἷς 结合,构成包含先行词的自由关系分句(“在……的事物中”),并通过 οὐδὲ ... οὐδὲ ... ἀλλ’(既非在……之中,亦非在……之中,而是在……之中)构成排比对比结构。这一骨架受谓语动词 θεωροῦνται 支配。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:236.12-237.29