- 底本
- Elias, Eliae (Olim Davidis) In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 107-255. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:235.15-236.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
围绕亚里士多德提出的性质的特有属性“容纳相反者”,埃利亚斯论证了相反性虽非属于一切性质却唯独属于性质,并援引阿尔库塔斯解决关于缺失与形式对立的难问。
" Ἐπιδέχεται δὲ ἡ ποιότης καὶ τὰ ἐναντία." Μετὰ τὴν ὑπογραφὴν τοῦ ποιοῦ καὶ τῆς ποιότητος καὶ τὰ εἴδη αὐτῆς ἔρχεται καὶ ἐπὶ τὰ ἴδια ὁ φιλόσοφος. πρῶτον τοίνυν ἴδιον τῆς ποιότητος τὸ θεωρεῖσθαι ἐν σώματι ἐναντία, ὡς τὸ λευκὸν τὸ μέλαν, ψυχρὸν καὶ θερμόν, καὶ ἐν ψυχῇ ἐναντία (ἐναντία γὰρ ἡ δικαιοσύνη τῇ ἀδικίᾳ), καὶ ἐν τῷ συναμφοτέρῳ, ὡς νόσος καὶ ὑγίεια. πλὴν εἰ καὶ ἐν τοῖς τρισὶ τούτοις δύναται θεωρεῖσθαι, οὐ πάντως καὶ πάσῃ ποιότητι ὑπάρχει ἐναντιότης· τοῖς γὰρ μέσοις χρώμασιν οὐδὲν ἐναντίον, οἷον φαιῷ ἢ ξανθῷ οὐδέν ἐστιν ἐναντίον, οὐδὲ τῷ χλιαρῷ, ἐπειδὴ τὰ ἐναντία τῇ πλείστῃ διαστάσει κρίνεται, πλεῖστον δὲ διέστηκεν οὐ τὸ μέσον τοῦ ἄκρου, ἀλλὰ τὸ ἄκρον τοῦ ἄκρου, καὶ ἵνα μὴ ἑνὶ δύο ἐναντία ἀντιτάξῃ ἡ φύσις. πλὴν εἰ καὶ μὴ πάσῃ ποιότητι ὑπάρχει, ἀλλ’ οὖν μόνῃ ποιότητι ὑπάρχει· εἰ γὰρ καὶ τῷ ποιεῖν ὑπάρχει ἐναντιότης, ὡς τὸ θερμαίνειν τὸ ψύχειν, καὶ τῷ πάσχειν ὑπάρχει ἐναντιότης, ὡς τὸ θερμαίνεσθαι τὸ ψύχεσθαι, ἀλλ’ ὡς ποιότητος μετέχουσιν αὐτοῖς ὑπάρχει ἐναντιότης· ὑπάρχει γὰρ καὶ τοῖς πρός τι ἐναντιότης ὡς ποιότητος μετέχουσι καὶ τῇ οὐσίᾳ· πῦρ γὰρ οὐσία ὂν τῷ ὕδατι ἐναντίον οὐσίᾳ ὄντι διὰ τὰς ποιότητας, ὁπότε οὐδὲ ἐναντία ἡ ἐν πυρὶ θερμότης καὶ ἡ ἐν ὕδατι ψυχρότης, εἰ οὐσιώδεις ληφθεῖεν,1 ὡς ἀνωτέρω ἐδείχθη. ὁ δὲ Ἀρχύτας καθολικώτερον τὸ ἴδιον προάγων φησὶν ὅτι ὑπάρχει τῇ ποιότητι ἴδιον τὸ ἐπιδέχεσθαι τὰ ἐναντία ἢ στέρησιν. καὶ τούτοις συνᾴδει ὁ Ἀριστοτέλης· προϊὼν γὰρ ἀμφιβάλλει εἰ ἐναντία ἡ δικαιοσύνη τῇ ἀδικίᾳ· δόξουσι γὰρ ἐναντία εἶναι ὡς μεταβάλλοντα, δόξει καὶ στέρησις εἶναι ἡ ἀδικία· τὸ γὰρ ᾱ στερητικόν. ὅθεν καὶ ἀποροῦσιν ὅτι πῶς μάχεται ἡ στέρησις τῷ εἴδει, 〈οἷον〉 τίς ἂν γένοιτο ἐν τῷ ἀνθρώπῳ. πρὸς ὅ φαμεν· οὔτις ἂν γένοιτο2 ἐν τῷ ἀνθρώπῳ, ἀλλά τις ἐν τῇ ὕλῃ τοῦ ἀνθρώπου γένοιτο. καὶ ἐπειδὴ ὡς ἐν ὕλῃ συμβεβηκότα εἰσί (γίνονται γὰρ καὶ ἀπογίνονται), μάχεται ἡ στέρησις τῷ εἴδει ὡς συμβεβηκὸς συμβεβηκότι.
“性质也容纳相反者。” 在对具有某种性质之物与性质的概略性描述及其诸种之后,哲学家也进至其特有属性。那么,性质的第一项特有属性是在身体中观察到相反者,如白与黑、冷与热;在灵魂中观察到相反者(因为正义与不正义相反);以及在复合体中,如疾病与健康。然而,即便在这三者中都能观察到,相反性也绝非属于一切性质;因为对于中间颜色没有任何东西与之相反,例如对于灰色或黄褐色没有任何相反者,对于微温也没有,因为相反者是以最大距离来判定的,而相距最远的不是中间与端点,而是端点与端点,这也是为了防止自然使两个相反者同一个相对立。然而,即便它不属于一切性质,但无论如何它唯独属于性质;因为即便相反性属于施动,如致热与致冷,并且相反性属于受动,如被加热与被冷却,但相反性是属于作为分有性质之物的它们的;因为相反性也属于作为分有性质之物的关系概念,并且属于实体;因为作为实体的火与作为实体的水是通过诸性质而相反的,既然火中的热与水中的冷如果被视为本质性的,就甚至不是相反者,正如上面所证明的那样。另一方面,阿尔库塔斯更具普遍性地提出这项特有属性,说属于性质的特有属性是容纳相反者或缺失。亚里士多德也与这些看法一致;因为他在后面怀疑正义是否与不正义相反;因为它们作为相互转化的东西将被认为相反,而不正义也同样将被认为是一种缺失;因为那个字母阿尔法是表缺失的。由此人们也提出疑问:缺失如何与形式相冲突,例如怎样的〔缺失〕能在人之中产生?对此我们说:在人之中任何〔缺失〕都不会产生,但在人的质料中却会产生某种〔缺失〕。并且既然它们作为在质料中的东西是偶性(因为它们生成又消灭),缺失便如同偶性与偶性那样与形式相冲突。
- 3.20ὁπότε οὐδὲ ἐναντία ἡ ἐν πυρὶ θερμότης καὶ ἡ ἐν ὕδατι ψυχρότης, εἰ οὐσιώδεις ληφθεῖεν
ὁπότε 在此用作表示原因的连词(“既然”、“鉴于”)。条件从句 εἰ οὐσιώδεις ληφθεῖεν 采用希求法表达假设条件,指出若火中的热与水中的冷被把握为本质的构成要素(而非偶性)这一前提。
- 3.20οὔτις ἂν γένοιτο ἐν τῷ ἀνθρώπῳ, ἀλλά τις ἐν τῇ ὕλῃ τοῦ ἀνθρώπου γένοιτο
否定代词 οὔτις 与不定代词 τις 在带有 ἄν 的希求法潜在句式(γένοιτο)中构成对称对比。二词均为阴性单数,回指前文的阴性名词 ἡ στέρησις(缺失),对比了在“人之中”不会产生任何缺失,而在“人的质料中”则会产生某种缺失。
