- 底本
- Elias, Eliae (Olim Davidis) In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 107-255. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:234.11-235.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯从两个角度解释了亚里士多德在性质之后继而对“具有某种性质之物”作出描述的原因,并着眼于“或者以任何其他方式”这一短语,探讨了性质的四种述谓方式(派生名、同名、异名、无名)与性质的四个种之间的对应关系。
" Ποιότητες μὲν αἱ εἰρημέναι, ποιὰ δὲ τὰ ἀπ’ αὐτῶν λεγόμενα." Μετὰ τὴν ὑπογραφὴν τῆς ποιότητος ὑπογράφει καὶ τὸ ποιόν. καὶ ἐν μὲν τῇ ἐπιγραφῇ προέταξε τὸ ποιόν, ἐν δὲ ταῖς ὑπογραφαῖς τὴν ὑπογραφὴν τῆς ποιότητος προέταξε, καὶ εἶθ’ οὕτως τὴν ὑπογραφὴν τοῦ ποιοῦ, ἐνδεικνύμενος ὅτι πρός τι τὸ ποιὸν καὶ ἡ ποιότης καὶ οὐ δύναται ταῦτα ὡς συνυπάρχοντα χωρὶς ἀλλήλων ὑποστῆναι. διὸ καὶ νόμῳ τῶν πρός τι ἴδιον τὸ δι’ ἀλλήλων ὑπογράφεσθαι. διὸ καὶ ἀποροῦσιν· ὅτι ἐπὶ τῶν πρός τι ὁ τὸ ἕτερον εἰδὼς καὶ τὸ λοιπὸν οἶδε, διὰ τί μὴ ἠρκέσθη τῇ ὑπογραφῇ τῆς ποιότητος, ὡς δι’ αὐτῆς καὶ τὴν ὑπογραφὴν τοῦ ποιοῦ ἔχων; καὶ λέγω τούτου λύσεις δύο· μίαν μέν, ὅτι διὰ τὸ προσθεῖναι τὸ ἢ ὁπωσοῦν ἄλλως καὶ ποιὸν ὑπογράφει λεγόμενον ἐνταῦθα, ὀφεῖλον δὲ κατὰ κοινοῦ καὶ ἐπὶ τῆς ποιότητος λέγεσθαι.1 καὶ δι’ ἄλλην δὲ αἰτίαν ὑπογράφει τὸ ποιόν· ὑπογράψας γὰρ τὴν ποιότητα καὶ παραδοὺς ἡμῖν αὐτῆς τὰ εἴδη, ὀφείλων λοιπὸν ἐλθεῖν ἐπὶ τὰ ἴδια, ἵνα ἀψοφητὶ ποιήσῃ ταύτην τὴν μετάβασιν, πρότερον ὑπογράφει τὸ ποιόν· καὶ ἡ ὑπογραφὴ γὰρ ἴδιόν πώς ἐστι τῷ ἐκ τῶν συμβεβηκότων λαμβάνεσθαι, ᾗ καὶ ἀντιστρέφει. ἔχει δὲ οὕτως ἡ ὑπογραφή· ποιόν ἐστι τὸ ἀπὸ τῆς ποιότητος παρωνύμως λεγόμενον ἢ ὁπωσοῦν ἄλλως, οἷον ἀπὸ τῆς θερμότητος θερμοί, ἀπὸ τῆς λευκότητος λευκοί, ἀπὸ τῆς ἀνδρείας ἀνδρεῖοι, ἀπὸ τῆς δικαιοσύνης δίκαιοι. τὸ δὲ ἢ ὁπωσοῦν ἄλλως πρόσκειται, ἐπειδὴ τῆς ποιότητος τετραχῶς ἡ κατηγορία, παρωνύμως ὁμωνύμως ἑτερωνύμως ἀκατονομάστως. διὸ καὶ ἀποροῦσιν· εἰ τετραχῶς ἡ ποιότης κατηγορεῖται, διὰ τί τῶν παρωνύμων ἐμνημόνευσε μόνων; καὶ λέγομεν ὅτι μᾶλλον παρωνύμως ἡ ποιότης κατηγορεῖται ἢ ἄλλως. λεκτέον δὲ οὕτως, ὅτι τεσσάρων ὄντων εἰδῶν τῆς ποιότητος τὰ μὲν δύο παρωνύμως κατηγοροῦνται, ἕξις καὶ διάθεσις καὶ παθητικὴ ποιότης καὶ πάθος, τὰ δὲ ἄλλα δύο τὰ μὲν ἀκατονομάστως, ὡς δύναμις καὶ ἀδυναμία, τὰ δὲ ὁμωνύμως, ὡς σχῆμα καὶ μορφή· τὸ γὰρ σχῆμα καὶ ἡ μορφὴ ὁμωνύμως κατηγοροῦνται· τρίγωνον γὰρ λέγεται καὶ τὸ σχῆμα καὶ τὸ σῶμα τὸ ἔχον τὸ τρίγωνον. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ τετραγώνου καὶ τῶν ἄλλων σχημάτων νοητέον. μόνη δὲ ἀρετὴ καὶ σπουδαῖος ἑτερωνύμως. εἰ δὲ ἀπορήσει τις λέγων ‘οὐδὲν ἧττον μένει ἡ ἀπορία· δύο γὰρ παρωνύμως κατηγοροῦνται εἴδη καὶ δύο οὐ παρωνύμως’, πρὸς τοῦτό φαμεν ὅτι ἐφ’ ὧν κεῖνται ὀνόματα ἰδικά, μᾶλλον παρωνύμως κατηγορεῖται ἡ ποιότης ἢ ὁμωνύμως, ἐφ’ ὧν δὲ οὐ κεῖνται τὰ ὀνόματα, ἢ οὐδὲ ὅλως κεῖνται, ἀκατονομάστως, ὡς ἐπὶ δυνάμεως καὶ ἀδυναμίας, ἢ κεῖνται μὲν ἰδικὰ δὲ 〈οὐ〉 κεῖνται, ὡς ἐπὶ σχήματος καὶ μορφῆς· κοινὰ γὰρ αὐτῶν τὰ ὀνόματα πάντα ὁμωνύμως κατηγοροῦνται.2 ἓν δὲ μόνον ἑτερωνύμως κατηγορεῖται, ἀρετὴ καὶ σπουδαῖος. μᾶλλον οὖν παρωνύμως ἡ ποιότης κατηγορεῖται ἤπερ ἄλλως.
“上述的是性质,而由它们得名的是具有某种性质之物。” 在对性质的概略性描述之后,他也对具有某种性质之物作了概略性描述。在标题中他把具有某种性质之物置于前面,但在概略性描述中,他把性质的描述置于前面,然后以此方式置入具有某种性质之物的描述,以此表明具有某种性质之物与性质是关系概念,并且作为共存之物,它们不能离开彼此而存在。因此根据关系概念的准则,通过彼此得到概略性描述是特有的性质。因此人们也提出了一个疑问:既然在关系概念中,知道其一的人也知道其余的另一方,那他为什么不满足于性质的概略性描述,仿佛通过它也拥有了对具有某种性质之物的描述呢?对此我说有两个解答:其一,由于加上了“或者以任何其他方式”,他也对这里所说的具有某种性质之物作了描述,而这句话本应当共同地也对性质而言。而且由于另一个原因他也对具有某种性质之物作了描述:因为在描述了性质并将它的诸种传授给我们之后,他本应当接下来进至特有属性,为了使这一过渡毫无滞碍地完成,他首先对具有某种性质之物作了描述;因为概略性描述在某种意义上由于取自偶性也是特有属性,在这方面它也具有换位性。其描述如下:具有某种性质之物,是由性质以派生名、或者以任何其他方式得名之物;例如由热得热物,由白得白物,由勇敢得勇敢者,由正义得正义者。而附加上“或者以任何其他方式”,是因为性质的述谓有四种方式:以派生名、以同名、以异名、以及无名的方式。因此人们也提出了疑问:如果性质以四种方式被述谓,为什么他只提到了以派生名得名者?我们说,这是因为性质比起以其他方式更以派生名被述谓。但应当这样说:性质有四个种,其中两个种以派生名被述谓,即状态与性向、以及被动性质与情感;而另外两个种,一个以无名的方式被述谓,如能力与无能,另一个以同名被述谓,如形状与形貌;因为形状与形貌是以同名被述谓的;因为“三角形”既指形状,也指具有三角形的物体。同样地,在正方形和其他形状上也当如此理解。只有德性与优秀者是以异名被述谓的。但若有人提出疑问说:“疑问丝毫没有减少,依然存在;因为两个种是以派生名被述谓,两个种不是以派生名被述谓”,对此我们说,在确立了种的名称的事物上,性质比起以同名更以派生名被述谓;而在没有确立名称的事物上,要么是根本没有确立,以无名的方式,如在能力与无能上;要么是确立了名称,但未确立种的名称,如在形状与形貌上;因为它们的名称是共同的,全都是以同名被述谓的。而唯独有一对是以异名被述谓的:德性与优秀者。因此,性质比起以其他方式更以派生名被述谓。
- 3.19ὀφεῖλον δὲ κατὰ κοινοῦ καὶ ἐπὶ τῆς ποιότητος λέγεσθαι
中性宾格分词 ὀφεῖλον 用作绝对宾格(accusative absolute),表示转折或让步性情况:“尽管它本应当共同地也对性质而言”。它作为插入说明,修饰此前关于增补短语的解释。
- 3.19κοινὰ γὰρ αὐτῶν τὰ ὀνόματα πάντα ὁμωνύμως κατηγοροῦνται
形容词 κοινά 相对于主语 τὰ ὀνόματα 处于表语位置,意为“因为它们的名字作为共同的名称,全都以同名被述谓”,省去了分词 ὄντα。
