- 底本
- Elias, Eliae (Olim Davidis) In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 107-255. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:233.7-234.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯解释了紧随直与曲之后的中间图形(螺旋形),随后详细论述了光滑与粗糙以及浓密与稀疏在范畴上应如何归类(属于关系、性质还是姿势),并依据并置与连续、单基底与多基底等标准进行了辨析。
" Καὶ ὅσα ἄλλα τοιαῦτα." Τοῦτο προσέθηκε διὰ τὰ μέσα σχήματα τὰ ἑλικοειδῆ· ἡ γὰρ γραμμὴ ἢ ἄκρως ἐπιτέταται καὶ ποιεῖ τὴν εὐθεῖαν, ἢ ἄκρως κέκαμπται καὶ ποιεῖ τὴν περιφέρειαν, ἢ μέσως πως ἔχει καὶ ποιεῖ τὰ μεταξύ, τὰ ἑλικοειδῆ. καὶ ταῦτα μὲν περὶ τούτου. ἀπωθεῖται δὲ ὁ Ἀριστοτέλης τοῦ τετάρτου εἴδους τῆς ποιότητος λειότητα καὶ τραχύτητα·1 δοκοῦσι γὰρ σχήματά πως εἶναι, καὶ ταῦτα τῆς ἐπιφανείας· ἢ γὰρ ὅλα τὰ μόρια ἐν ἑνί εἰσιν ἐπιπέδῳ καὶ ποιοῦσι τὴν λειότητα, ἢ μεταξὺ ἀνισότητα ἔχει, καὶ τῶν μορίων τὰ μὲν ὑπερέχει τὰ δὲ εἰσέχει, καὶ ποιεῖ τὴν τραχύτητα. διττὸν δὲ τὸ τραχὺ καὶ τὸ λεῖον· ἢ γὰρ ἐν τῷ κατὰ παράθεσιν ὅλῳ θεωρεῖται, ὡς ἐν τοίχῳ τὸ λεῖον ἢ τὸ τραχὺ τὸ ἐν τῷ πρίονι, καὶ τότε ὑπὸ τὰ πρός τι ἀνάγεται (σχέσιν γὰρ δηλοῖ τῶν λίθων καὶ τῆς πηλοῦ τό τε λεῖον τὸ ἐν τῷ τοίχῳ ἢ τὸ τραχὺ τὸ ἐν τῷ πρίονι), ἢ ἐν συνεχεῖ ὅλῳ θεωρεῖται, ὡς ἐν μήτρᾳ φύσει τραχείᾳ οὔσῃ ἡ τραχύτης τῆς μήτρας καὶ ὡς ἐν μετώπῳ καὶ μήλῳ ἡ λειότης· ταῦτα γὰρ φύσει λεῖα καὶ τοῦ ὅλου ἕνα χαρακτῆρα δηλοῦσι, διὸ καὶ ὑπὸ τὴν ποιότητα ἀνάγονται. ἀπωθεῖται δὲ οὐ μόνον σχήματος καὶ μορφῆς, ἀλλ’ ὅλης τῆς ποιότητος πυκνότητα καὶ μανότητα πᾶσαν. διττὸν δὲ τὸ μανὸν καὶ τὸ πυκνόν, τὸ μὲν ἐν τοῖς κατὰ παράθεσιν μορίοις θεωρούμενον, ὡς κισσήρει καὶ σπόγγῳ, ὅτε καὶ ὑπὸ τὰ πρός τι ἀνάγονται, ἢ ἐν συνεχεῖ ὅλῳ θεωρούμενον, ὡς τὸ μανὸν τὸ ἐν πυρὶ καὶ ἀέρι· τότε γὰρ τοῦ ὅλου ἕνα χαρακτῆρα δηλοῦσι καὶ ὑπὸ τὴν ποιότητα ἀνάγονται· εἴωθε γὰρ Ἀριστοτέλης τὰ λεπτότερα τῶν στοιχείων μανὰ καλεῖν τὰ δὲ παχύτερα πυκνά. τὰ τοιαῦτα οὖν πυκνὰ καὶ μανὰ ἐπειδὴ τοῦ ὅλου ἕνα χαρακτῆρα δηλοῦσιν, ὑπὸ τὴν ποιότητα ἀνάγονται. ἔτι τὸ μανὸν καὶ πυκνὸν διττόν· ἢ γὰρ τεχνητόν ἐστιν, ὡς ἐπὶ ἱματίου, καθό φαμεν πυκνὸν τὸ ἔχον πλησίον τοὺς στήμονας καὶ τὴν κρόκην, μανὸν δὲ ἤτοι ἀραιὸν τὸ μὴ οὕτως ἔχον, ὅτε καὶ ὑπὸ τὸ κεῖσθαι ἀνάγεται ἑκάτερον (θέσιν γάρ τινα τῶν μορίων δηλοῦσιν), ἢ φυσικόν. καὶ ἢ ἐν ἑνὶ ὑποκειμένῳ ὡς ἐν ἀέρι καὶ ὕδατι τὸ μανὸν καὶ τὸ πυκνὸν λέγομεν, ὅτε καὶ ὑπὸ τὴν ποιότητα ἀνάγονται (ποιὸς γὰρ κατ’ αὐτὸ γίνεται ὁ ἀήρ, οὐ τῷ ἀφεστάναι ἀλλήλων τὰ μόρια αὐτοῦ, ἀλλὰ τῷ κοῦφος εἶναι καὶ εὐδιαίρετος), καὶ εἴη ἂν μανὸν οὐχ ᾧ τὸ πυκνόν, ἀλλ’ ᾧ τὸ στερεόν ἐστιν ἀντικείμενον,2 ὃ καὶ βαρύ ἐστι καὶ δυσδιαίρετον. ἢ οὐκ ἐν ἑνὶ ἀλλ’ ἐν πλείοσιν ὑποκειμένοις θεωρεῖται τὸ μανὸν καὶ τὸ πυκνόν, ὅτε κἂν φυσικὰ ὦσιν, οὐ λέγονται ποιότητες ἀλλὰ θέσεις, οἷον ἡ τῶν ὀδόντων πυκνότης ἢ μανότης· εἰ γὰρ καὶ ἐκ φύσεώς ἐστιν, ἀλλὰ τῷ μὴ ἐν ἑνὶ θεωρεῖσθαι ὑποκειμένῳ ἀλλ’ ἐν πλείοσι τοῖς ὀδοῦσιν3 οὐ λέγεται ποιότης.
“以及所有其他诸如此类的东西。” 他加上这一句是由于中间的图形,即螺旋形的图形;因为线要么被极度伸展而形成直线,要么被极度弯曲而形成圆周,要么处于某种中间状态而形成处于两者之间的东西,即螺旋形的东西。关于这点就说这么多。另一方面,亚里士多德将光滑与粗糙从性质的第四个种中排除出去;因为它们似乎在某种意义上是图形,而且是表面的图形。因为要么所有的部分都在一个平面内并造成光滑,要么其间具有不均等性,各部分中有的凸出,有的凹陷,从而造成粗糙。但粗糙与光滑有两重含义:因为要么它是在通过并置而构成的整体中被观察到的,例如墙上的光滑或锯子上的粗糙,那时它被归入关系之下(因为墙上的光滑或锯子上的粗糙表明了石头与灰浆的关联);要么它是在连续的整体中被观察到的,例如在天生粗糙的子宫中子宫的粗糙,以及额头和脸颊上的光滑;因为这些东西天生光滑,表明了整体的单一特征,因而也被归入性质之下。并且,他不仅将每一种浓密与稀疏从图形和形貌中排除,而且从整个性质中排除。但稀疏与浓密有两重含义:一种是在通过并置的部分中被观察到的,例如在浮石和海绵中,那时它们也被归入关系之下;另一种是在连续的整体中被观察到的,例如火和空气中的稀疏;因为那时它们表明了整体的单一特征,并被归入性质之下;因为亚里士多德习惯把元素中较精细的称为稀疏,较粗厚的称为浓密。因此,诸如此类的浓密与稀疏,既然表明了整体的单一特征,便被归入性质之下。再者,稀疏与浓密有两重含义:要么是人工的,例如在衣服上,就我们称经纱和纬纱紧密的织物为密,称不这样的织物为稀即疏而言,那时二者各被归入姿势之下(因为它们表明了各部分的某种位置);要么是自然的。而且我们要么是在一个基底中谈论稀疏与浓密,如在空气和水中,那时它们也被归入性质之下(因为空气据此成为具有某种性质的,不是由于其各部分相互分离,而是由于轻且易分),且这应当是一种并非与浓密相对立、而是与坚实相对立的稀疏,后者既重又难以分割。要么稀疏与浓密不是在一个基底中而是在多个基底中被观察到的,那时即便它们是自然的,也不被称为性质,而被称为姿势,例如牙齿的浓密或稀疏;因为即便它是出于天性的,但由于并非在一个基底中被观察到,而是在多个基底即牙齿中被观察到,它就不被称为性质。
- 3.18ἀπωθεῖται δὲ ὁ Ἀριστοτέλης τοῦ τετάρτου εἴδους τῆς ποιότητος λειότητα καὶ τραχύτητα
中动动词 ἀπωθεῖται(排除、拒绝)带分离属格(τοῦ τετάρτου εἴδους τῆς ποιότητος)和宾格直接宾语(λειότητα καὶ τραχύτητα)。
- 3.18καὶ εἴη ἂν μανὸν οὐχ ᾧ τὸ πυκνόν, ἀλλ’ ᾧ τὸ στερεόν ἐστιν ἀντικείμενον
关系代词 ᾧ 为中性单数与格,先行词为 μανόν,受分词/形容词 ἀντικείμενον(与……相对立)支配,意为“并非以浓密为其对立面、而是以坚实为其对立面的稀疏”。
- 3.18τῷ μὴ ἐν ἑνὶ θεωρεῖσθαι ὑποκειμένῳ ἀλλ’ ἐν πλείοσι τοῖς ὀδοῦσιν
带定冠词的与格不定词短语 τῷ θεωρεῖσθαι 表示原因(“因被观察到……”)。其中 ἐν ἑνὶ ὑποκειμένῳ 与 ἐν πλείοσι τοῖς ὀδοῦσιν 形成对比。
