- 底本
- Elias, Eliae (Olim Davidis) In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 107-255. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:231.28-233.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯注解《范畴篇》第8章,阐明身体和灵魂中的被动性质与情态之例证(如颜色、疾病、错乱等),随后探讨第四种性质,辨析图形与形貌的区别,并提出将直与曲归入其中的三条理由。
" Ὅτι μὲν οὖν γίνονται καὶ ἀπογίνονται διὰ πάθος πολλαὶ μεταβολαὶ χρωμάτων." Εἰπὼν τὰ χρώματα παθητικὰς ποιότητας εἶναι, τὸ ἀπὸ πάθους γενέσθαι αὐτὰ κατασκευάζει καὶ δείκνυσιν οὕτως ἔχοντα.
“因此,由于情态,颜色的许多变化生起并消灭。” 在说明了颜色是被动性质之后,他确立了它们由情态产生,并指明情况正是如此。
"Ὅσα μὲν οὖν τῶν τοιούτων συμπτωμάτων." Τὰ χρώματα συμπτώματα εἶπεν εἶναι διὰ τὸ ἄλλοις πάθεσιν ἐπισυμβαίνειν, ὡς τῇ μακρᾷ νόσῳ ἕπεται ἡ ὠχρίασις· ἔστι δέ τι καὶ χρῶμα οὐσιῶδες, ὡς τὸ λευκὸν τῷ ψιμυθίῳ ἢ τῇ κιόνι1 καὶ τὸ ἐρυθρὸν τῷ αἵματι καὶ τὸ μέλαν ἐν τῷ τῆς σηπίας χυμῷ.
“因此,在诸如此类的附随现象中。” 他之所以说颜色是附随现象,是因为它们伴随着其他情态而发生,正如长期的疾病伴随着面色苍白;但也有某种本质性的颜色,如铅白或雪[亦或柱石]中的白,血液中的红,以及墨鱼墨汁中的黑。
"Ὁμοίως γὰρ ποιοὶ κατ’ αὐτὰς λεγόμεθα." Ποιότης ἐστὶ καθ’ ἣν ποιοί τινες λέγονται· εἰ οὖν λέγονται ποιοὶ ἀπὸ τῶν εὐαποβλήτων παθῶν, δῆλον ὅτι ποιότητες ταῦτα λέγονται.
“因为根据它们,我们同样被称为具有某种性质。” 性质就是事物据以被称为具有某种性质的那种东西;因此,如果由于易于消除的情态[人们]被称为具有某种性质,显然这些也被称为性质。
"Ὁμοίως δὲ τούτοις καὶ κατὰ τὴν ψυχὴν παθητικαὶ ποιότητες καὶ πάθη λέγονται." Οὐ μόνον γὰρ περὶ τὸ σῶμα θεωροῦνται 〈αἱ〉 παθητικαὶ ποιότητες καὶ τὰ πάθη, ἀλλὰ καὶ περὶ τὴν ψυχήν.
“与这些相似,被动性质和情态在灵魂方面也被述说。” 因为被动性质与情态不仅在身体方面被观察到,而且在灵魂方面也被观察到。
"Ὅσα τε γὰρ ἐν τῇ γενέσει εὐθὺς ἀπό τινων παθῶν γεγένηνται, ποιότητες λέγονται." Ὥσπερ ἡ ἐν τῷ Αἰθίοπι μελανία ἐκ γενετῆς οὖσα παθητικὴ ποιότης λέγεται.
“因为凡是在出生时就直接由某些情态产生的,都被称为性质。” 正如埃塞俄比亚人身上的黑色虽然出自出生,却被称为被动性质一样。
"Ὁμοίως δὲ καὶ ἄλλαι ἐκστάσεις μὴ φυσικαί, ἀλλ’ ἀπό τινων συμπτωμάτων γεγένηνται." Πάλιν ὡς ἡ ἀπὸ μακρᾶς νόσου γενομένη ἄχροια λέγεται παθητικὴ ποιότης, οὕτω καὶ ἡ ἀπό τινος συμπτώματος ἔκστασις ἢ ἄλλο τι τοιοῦτον παθητικὴ ποιότης λέγεται.
“同样,并非出于天性而是由某些附随现象产生的其他错乱。” 再次,正如由长期疾病造成的失去血色被称为被动性质一样,由某种附随现象造成的错乱或诸如此类的其他东西也被称为被动性质。
"Τέταρτον δὲ γένος ποιότητος σχῆμά τε καὶ ἡ περὶ ἕκαστον ἐνυπάρχουσα μορφή." Διαιρεῖ τὸ τέταρτον εἶδος τῆς ποιότητος εἰς σχῆμα καὶ μορφήν. διαφέρει δὲ τὸ σχῆμα τῆς μορφῆς, διότι τὸ μὲν σχῆμα ἐπὶ τῶν κατ’ ἐπίνοιαν λέγεται, ἡ δὲ μορφὴ ἐπὶ τῶν φυσικῶν. πάλιν τὸ σχῆμα καὶ ἐπὶ ἐμψύχων καὶ ἀψύχων λέγεται, ἡ δὲ μορφὴ ἐπὶ ἐμψύχων μόνον κυρίως λέγεται. καὶ τοῦτο δηλοῖ ὁ Ἀριστοτέλης, διὰ τοῦ περὶ ἕκαστον καὶ τοῦ ἐνυπάρχουσα τὸ φυσικὸν αἰνιττόμενος. καὶ ὅτι πολλὰ σχήματα συνερχόμενα μορφὴν ἀποτελοῦσιν.2
“性质的第四个类是图形和内在属于每一个事物的形貌。” 他将性质的第四个种划分为图形和形貌。图形与形貌不同,是因为图形是在依构想存在的事物上被述说的,而形貌则是在自然事物上被述说的。再者,图形在有灵魂和无灵魂的事物上都被述说,而形貌则严格地说仅在有灵魂的事物上被述说。亚里士多德也表明了这一点,通过“属于每一个事物”和“内在属于”来暗示自然之物。并且也是因为许多图形结合在一起构成了一个形貌。
"Ἔτι δὲ παρὰ ταῦτα εὐθύτης καὶ καμπυλότης." Καὶ ταῦτα ὑπὸ τὸ τέταρτον εἶδος ἀνάγει διὰ τρεῖς αἰτίας· ἢ ὅτι3 καὶ ταῦτα σχήματά πώς εἰσιν (ὥσπερ γὰρ τὰ μέρη τῶν οὐσιῶν οὐσίαι εἰσίν, οὕτω καὶ τὰ μέρη τῶν σχημάτων σχήματά εἰσιν), ἢ ὅτι κοινὰ ταῦτα σχήματος καὶ μορφῆς ὡς δι’ ἀμφοτέρων διήκοντα, ἢ ὅτι σχήματά πώς εἰσι τῆς γραμμῆς.
“此外,在这些之外还有直与曲。” 他出于三个原因将这些也归入第四个种之下:或者是因为这些在某种意义上也是图形(因为正如实体的各部分是实体,图形的各部分同样也是图形),或者是因为这些作为贯穿二者的东西而为图形与形貌所共有,或者是因为它们在某种意义上是线的图形。
- 3.11ψιμυθίῳ ἢ τῇ κιόνι
正文作“τῇ κιόνι”(柱石),极有可能是“χιόνι”(雪)的抄写错误;在亚里士多德各注解中,铅白(psimythion)与雪(chion)是充当本质性白色的经典并列范例。译文在反映底本字面的同时照顾到了雪这一极可能的原意。
- 3.16καὶ ὅτι πολλὰ σχήματα συνερχόμενα μορφὴν ἀποτελοῦσιν
句首的“καὶ ὅτι”与前文解释图形与形貌区别的“διότι...”并列,引入两者相异的又一理由。主句动词承前省略,意为“[图形与形貌不同还在于]许多图形聚集在一起构成了一种形貌”。
- 3.17ἢ ὅτι... ἢ ὅτι... ἢ ὅτι...
承接前文的“διὰ τρεῖς αἰτίας”(出于三个原因),由三个“ἢ ὅτι”(或者是因为……)构成的排比原因从句,平行列举了将直与曲归入第四种性质的三种可选解释。
