← 埃利亚斯

亚里士多德《范畴篇》注释

§230.1-231.27

作为第三种性质的被动性质与情态之划分

埃利亚斯探讨了性质的第三种,即被动性质与情态,阐明了根据是否在感觉中造成情态而对被动性质作出的划分,并解答了关于火之热、蜜之甜及颜色为何算作性质的疑难。他进一步讨论了体质混合、心脏的作用以及心象在身体着色中的先行性,最后根据处于生成之中与已经生成确立了情态相互之间的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.9

" Τρίτον δὲ γένος ποιότητος παθητικαὶ ποιότητες καὶ πάθη." Ἡ παροῦσα θεωρία δύο κεφάλαια ἡμῖν παραδίδωσι, διάκρισιν τῶν παθητικῶν ποιοτήτων ἀπ’ ἀλλήλων ἐν πρώτῳ κεφαλαίῳ, καὶ διάκρισιν τῶν παθῶν ἀπ’ ἀλλήλων ἐν δευτέρῳ κεφαλαίῳ, οὐ μὴν διάκρισιν τῶν παθῶν ἀπὸ τῶν παθητικῶν ποιοτήτων ὡς ἤδη εἰρημένην ἡμῖν ἐν τῷ περὶ ἕξεως καὶ διαθέσεως λόγῳ,1 ὅτι τῷ εὐμεταβόλῳ καὶ δυσμεταβόλῳ ταῦτα διαφέρει ἀλλήλων. ἀλλὰ πρῶτον τὴν διάκρισιν ἡμῖν παραδίδωσι τῶν παθητικῶν ποιοτήτων καί φησιν ὅτι διαφέρουσιν αὗται ἀλλήλων, ὅτι αἱ μὲν ἀπὸ πάθους ἐγένοντο οὐ ποιοῦσι δὲ πάθος περὶ τὴν αἴσθησιν, ὡς τὰ χρώματα, αἱ δὲ ἀπὸ πάθους μὲν οὐκ ἐγένοντο πάθος δὲ ποιοῦσι περὶ τὴν αἴσθησιν, ὡς ἡ ἐν πυρὶ θερμότης καὶ ἡ ἐν μέλιτι γλυκύτης. ἄπορα δὲ ταῦτα πάντα τὰ παραδείγματα· πῶς γὰρ παθητικὴ ποιότης ἡ ἐν πυρὶ θερμότης, ἡ ἐν μέλιτι γλυκύτης; τί γὰρ παθὸν τὸ πῦρ ἢ τὸ μέλι τὸ μὲν ἐγένετο θερμὸν τὸ δὲ γλυκύ; ἄπορον δὲ καὶ τὸ ἄλλο· πῶς γὰρ ποιότητες αἱ προκείμεναι, ἡ ἐν πυρὶ θερμότης καὶ ἡ ἐν μέλιτι γλυκύτης; κατ’ οὐσίαν γὰρ αὗται ὑπάρχουσιν αὐτοῖς, ἡμῖν δὲ πρόκεινται ποιότητες ὡς συμβεβηκὸς λαμβανόμεναι, οὐχ αἱ κατ’ οὐσίαν. λέγομεν δὲ πρὸς τὸ πρῶτον ὅτι παθητικαὶ ποιότητες αὗται λέγονται, ἡ θερμότης τοῦ πυρὸς καὶ ἡ γλυκύτης τοῦ μέλιτος, οὐχ ὅτι ἀπὸ πάθους ἐγένοντο, ἀλλ’ ὅτι πάθος ποιοῦσι περὶ τὴν αἴσθησιν ἡμῶν. καὶ τούτου μάρτυς καὶ Πλάτων καὶ Ἀριστοτέλης, ὁ μὲν Πλάτων λέγων ‘τὸ γὰρ ποιοῦν ποιόν τί ἐστιν’, Ἀριστοτέλης δὲ ποτὲ μὲν λέγων τὸ μέλι δεδέχθαι γλυκύτητα ποτὲ δὲ μὴ δέχεσθαι· οὐ δέδεκται γὰρ τὴν συνουσιωμένην γλυκύτητα τὸ μέλι, οὐδὲ τὸ πῦρ τὴν θερμότητα· ἑκάτερον γὰρ χωρὶς τῆς κατ’ οὐσίαν ποιότητος οὐδὲ ἐπινοηθῆναι δύναται. δέχεσθαι δὲ ἑκάτερον λέγεται τὸ μὲν πῦρ τὴν θερμότητα τὸ δὲ μέλι τὴν γλυκύτητα ὡς θερμαίνουσαν καὶ γλυκάζουσαν, αἵπερ συμβεβήκασιν αὐτοῖς. καὶ λύεται καὶ τὸ δεύτερον ἄπορον, ὅτι ποιότητες αἱ προκείμεναι, αἳ ὡς συμβεβηκὸς λαμβάνονται. ἀποροῦσι δὲ καὶ πρὸς τὰ χρώματα ὅτι πῶς ταῦτα λέγομεν ἀπὸ πάθους γενέσθαι πάθος δὲ μὴ ποιεῖν· διακρίνουσι γὰρ καὶ συγκρίνουσι.2 καὶ λέγομεν ὅτι δικαιότερον ἀφ’ ὧν ἐγένοντο ὀνομάζειν αὐτὰς παθητικὰς ποιότητας ἢ ἀφ’ ὧν ποιοῦσιν· οὐ γὰρ παρώνυμον ποιοῦσιν ἑαυτοῖς πάθος·3 οὐδὲ γὰρ λευκαίνεται ὁ λευκοῦ ἀντιλαμβανόμενος ἢ γλυκαίνεται ὁ γλυκέος ἀντιλαμβανόμενος. καὶ ταῦτα μὲν ἡμεῖς. ὁ μέντοι Ἀριστοτέλης ἀπορεῖ περὶ τῶν χρωμάτων· ὅτι ἐπὶ τούτων τῶν προσκαίρων χρωμάτων δυνατὸν κρᾶσιν λέγειν αἰτίαν αὐτῶν, ἐπὶ μέντοι τῶν ἐκ φύσεως ἢ ἐκ γενέσεως, εἰ καὶ ὅλῳ τῷ εἴδει ὑπάρχουσι, τί ἐροῦμεν, ὡς ἐπὶ τῆς τοῦ κύκνου λευκότητος καὶ τῆς τοῦ πράσου χλωρότητος; καὶ λύει τοῦτο λέγων ὅτι ἡ κρᾶσις ἡ ποιήσασα τὸ πρόσφατον χρῶμα καὶ τὸ ἐκ γενετῆς ἐποίησεν, οἷον ὡς ἐπὶ τοῦ δι’ αἰδῶ ἐρυθριάσαντος καὶ διὰ φόβον ὠχριάσαντος· ἐν γὰρ τῷ ἐρυθριᾶν ἡ φύσις τὸν φίλιον χυμὸν προβάλλεται δίκην τῶν τὰς χεῖρας τοῖς ὀφθαλμοῖς ἐπιτιθέντων, ἵνα μὴ θεάσωνται ἃ μὴ δεῖ, μονονουχὶ παρέχουσα λέγειν τὸ πάντων δὲ μάλιστ’ αἰσχύνεο σαυτόν. καὶ ἐπὶ τοῦ διὰ φόβον ὠχριάσαντος καταφεύγει τὸ αἷμα εἰς τὴν καρδίαν, ὡς εἰς ἀκρόπολίν τινα. διὸ καὶ πάντων ἐσχάτη φθείρεται ἡ καρδία· εἰ γὰρ καὶ καρδιουλκούμενα ζῇ, ἀλλὰ διὰ τὸ καθήκειν ἀρτηρίας εἰς ὅλον τὸ σῶμα ἀπὸ καρδίας * *. λέγουσι δὲ καὶ ἄλλην διαφοράν, ὅτι ποὺ μὲν προηγήσατο ἡ φαντασία, ὡς ἐπὶ τοῦ αἰδεσθέντος καὶ ὠχριάσαντος, ἐπὶ δὲ τῶν ἐκ γενετῆς οὐ προηγήσατο. ψεῦδος δὲ καὶ τοῦτο· οἱ γὰρ ἐπιμελῶς τρέφοντες τὰς περιστερὰς θαλλοὺς περιπλέκουσι ποικίλα χρώματα ἔχοντας ἐν τοῖς περιστερεῶσιν, ἵνα οἷα βούλονται σχοῖεν τὰ τεχθησόμενα, καὶ οὐκ ἀποτυγχάνουσι τῆς ἐλπίδος. καί τις γυνὴ Αἰθίοπα ἔτεκε μήτε Αἰθίοπι συγγενομένη μήτε Αἰθίοψ οὖσα, ἀλλ’ ἐν τῷ καιρῷ τῆς συνουσίας Αἰθίοπα φαντασθεῖσα. προηγεῖται οὖν ἡ φαντασία καὶ τῶν ἐκ γενετῆς. καὶ ταῦτα μὲν περὶ τούτου. Ἐφ’ οἷς διακρίνει τὰ πάθη ἀπ’ ἀλλήλων, ὅτι τῷ μᾶλλον καὶ τῷ ἧττον διαφέρουσιν. εἰπὲ δὲ σὺ ὅτι καὶ ἄλλως διαφέρουσι τὰ πάθη· ὅτι τὸ μὲν ἐν τῷ γίνεσθαι ἔχει τὸ εἶναι, τὸ δὲ ἐν τῷ γεγονέναι· ἐν μὲν τῷ γίνεσθαι τὸ ὠχριᾶν καὶ ἐρυθριᾶν, ἃ καὶ ὑπὸ τὸ πάσχειν ἀνάγεται, ἐν τῷ γεγονέναι δέ, ὅταν μόνιμον τὸ πάθος ἐγγένηται, ὃ καὶ ὑπὸ τὴν ποιότητα ἀνάγεται. οὕτω καὶ ἐπὶ τῆς ψυχῆς οὐ λέγεται ὀργίλος ὁ διὰ περίστασιν ὀργισθείς, ἀλλ’ ὁ φύσει ὢν τοιοῦτος, περὶ οὗ εἴρηται τῷ βουκολιαστῇ καί οἱ ἀεὶ δριμεῖα χολὴ ποτὶ ῥινὶ κάθηται.

“第三种性质的类是被动性质和情态。” 当前的探讨向我们传授了两个主要论题:在第一个论题中辨析被动性质相互之间的区别,在第二个论题中辨析情态相互之间的区别;但并没有辨析情态与被动性质之间的区别,因为这在我们关于状态与心向的讨论中已经讲过,即它们因易变与难变而相互区别。但是,[亚里士多德]首先向我们传授了被动性质的区别,并说它们相互区别在于:一些是由情态产生却不在感觉方面造成情态(如颜色),另一些不是由情态产生却在感觉方面造成情态(如火中的热与蜂蜜中的甜)。然而,所有这些例证都引起了疑难:火中的热或蜂蜜中的甜怎么会是被动性质呢?因为火或蜂蜜受动了什么才使得一个变热而另一个变甜呢?另一个疑难也是如此:所提出的项——火中的热与蜂蜜中的甜——怎么会是性质呢?因为这些本质地属于它们,但摆在我们面前的却是作为偶性被把握的性质,而非本质的性质。然而我们针对第一个问题说,火的热与蜂蜜的甜之所以被称为被动性质,并不是因为它们由情态产生,而是因为它们在我们的感觉方面造成情态。柏拉图与亚里士多德二者皆可作证:柏拉图说“因为施动者具有某种性质”,而亚里士多德则时而说蜂蜜接受了甜,时而说它并未接受;因为蜂蜜并没有接受与之同实体的甜,火也没有接受热;因为二者若没有其实体性的性质,甚至都无法被构想。但每一个被称为接受了它们——火接受了热而蜂蜜接受了甜——乃是就其能发热和能使变甜而言的,而这些是偶然属于它们的。于是第二个疑难亦得以解决,即所提出的性质是作为偶性被把握的性质。人们对于颜色也提出疑难:我们怎么能说它们是由情态产生却不造成情态呢?因为它们确实使[视觉]扩散与收缩。我们便说,从它们产生自何物来称它们为被动性质,比从它们造成何物来称呼更为合理;因为它们并不造成与自身同派生词的情态:知觉到白者并没有变白,知觉到甜者也没有变甜。这些是我们的论述。然而亚里士多德对颜色提出了疑难:就这些暂时的颜色而言,固然可以说混合是它们的原因,但对于出自自然或出自出生的颜色,即使它们属于整个种,我们又当说什么呢,如天鹅的白与韭菜的绿?他通过说明造成新近颜色的混合同样造成了出生时的颜色来解决了这一点,就像因羞耻而脸红和因恐惧而发白者的情形一样。因为在脸红中,自然展现出亲善的体液,正如那些把双手遮在眼睛上以防看见不当见之物的人一样,几乎让人说出“在所有事物中尤其要敬畏你自己”。而在因恐惧而发白者的情形中,血液逃往心脏,宛如逃往某种卫城。因此心脏也是在所有器官中最后衰亡的;因为即使被挖出心脏者仍能存活,然而由于动脉从心脏通向全身[……]。他们还说了另一个差异:在某些情形中心象先行(如感到羞耻与发白者),但在出生而有的情形中心象并不先行。但这也是错误的;因为精心喂养鸽子的人会在鸽舍中编织具有各种颜色的树枝,以便所产的幼崽具有他们所希望的样貌,并且他们的期望未曾落空。又有一名妇人既未与埃塞俄比亚人同房,自身也不是埃塞俄比亚人,但在同房之际心象中想象了埃塞俄比亚人,便生下了埃塞俄比亚人。因此,心象甚至先行于出生而有之物。关于此点就说这么多。接着,他辨析情态相互之间的区别,指出它们因程度的多少而不同。然而你当说明情态还以另一种方式区别:一个是在生成之中具有存在,另一个是在已经生成之中具有存在;在生成之中的是发白与脸红,它们也归于受动之下;而在已经生成之中的,则是当情态成为常驻之物时,这也归于性质之下。在灵魂方面亦是如此:因外在境况而发怒的人不被称为暴躁者,而天性如此的人才被称为暴躁者,牧歌诗人谈到他时说:“于他而言,辛辣的胆汁常坐在鼻尖”。

语法注3 条
  1. 3.9οὐ μὴν διάκρισιν τῶν παθῶν ἀπὸ τῶν παθητικῶν ποιοτήτων ὡς ἤδη εἰρημένην ἡμῖν ἐν τῷ περὶ ἕξεως καὶ διαθέσεως λόγῳ

    οὐ μὴν 引入对比性的排除,与前面的动词 παραδίδωσι 的宾语相对立,排除了对这一区分的传授。分词短语 ὡς ... εἰρημένην 与宾语 διάκρισιν 一致,构成带 ὡς 的状语分词结构,表示给出该排除的主观理由(“因为这已经由我们阐述过了”)。

  2. 3.9διακρίνουσι γὰρ καὶ συγκρίνουσι

    动词 διακρίνουσι 与 συγκρίνουσι 采用了绝对用法,或在语境中省略了动作的对象(视觉或视觉光线),反映了古代光学中关于白能使视觉散开、黑能使视觉聚拢聚集的学说。此处作为反对意见提出,说明颜色确实对感觉器官造成了物理作用。

  3. 3.9οὐ γὰρ παρώνυμον ποιοῦσιν ἑαυτοῖς πάθος

    与格 ἑαυτοῖς 依附于形容词 παρώνυμον(“与自身同派生词的情态”),而非作为 ποιοῦσιν 的间接宾语。正如紧随其后的解释(知觉到白者并未变白)所证明的那样,其含义是颜色并不会在知觉者身上产生一种与其自身名称相一致的情态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:230.1-231.27