← 埃利亚斯

亚里士多德《范畴篇》注释

§229.1-229.34

第二种性质中的能力区分与命名

埃利亚斯论述了关于性质第二种的其余主要论题,解释了亚里士多德如何将能力与作用、无能力与受动相对应(第四),表明了第二种是无名的(第五),并考察了习惯用法对状态、心向与适宜性等命名的不同情况(第六)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.8

" Ἕτερον δὲ γένος ποιότητος καθ’ ὃ πυκτικοὺς ἢ δρομικούς." Ἐπὶ τὰ λοιπὰ τῶν κεφαλαίων ἔλθωμεν. τέταρτον κεφάλαιον τῶν προτεθέντων τὸ ζητῆσαι ποσαχῶς δύναται λέγεσθαι δύναμις καὶ ἀδυναμία, καὶ ποσαχῶς λέγεται ὑπὸ Ἀριστοτέλους. ἰστέον ὅτι τετραχῶς δύναται λέγεσθαι· τεσσάρων γὰρ ὄντων, ποιεῖν, μὴ ποιεῖν, πάσχειν, μὴ πάσχειν, ἑκάστῳ τούτων συμπλέκεται ἡ δύναμις καὶ ἡ ἀδυναμία. καὶ τὰ παραδείγματα τούτων ῥητέον, οἷον ἐπὶ τοῦ ποιεῖν ‘δύναται ποιεῖν’ ‘δύναται μὴ ποιεῖν’, καὶ ἐπὶ τοῦ πάσχειν ‘δύναται πάσχειν’ ‘δύναται μὴ πάσχειν’. τοσαυταχῶς οὖν δυναμένης λέγεσθαι τῆς δυνάμεως καὶ τῆς ἀδυναμίας1 ὁ Ἀριστοτέλης οἰκείοις οἰκεῖα ἀποδιδοὺς καὶ εὐφήμοις εὔφημα τῷ ποιεῖν τὴν δύναμιν προσῆψε, τῷ δὲ πάσχειν τὴν ἀδυναμίαν, οἷον ὡς ἐπὶ σκληροῦ καὶ μαλακοῦ· ἐπὶ μὲν σκληροῦ ὅτι δύναται ποιεῖν μόνον εἶπε, δυνάμενος εἰπεῖν καὶ ὅτι οὐ δύναται πάσχειν, ἐπὶ δὲ μαλακοῦ ὅτι οὐ δύναται ποιεῖν μόνον εἶπε, δυνάμενος εἰπεῖν ὅτι δύναται πάσχειν. ἐν οἷς καὶ τὸ τέταρτον κεφάλαιον. πέμπτον κεφάλαιον τὸ ζητῆσαι περὶ ὀνομάτων δυνάμεως καὶ ἀδυναμίας. ἰστέον ὅτι ὅλον τὸ δεύτερον εἶδος τῆς ποιότητος ἀκατονόμαστόν ἐστι· τὸ γὰρ πυκτικὸν παιδίον καὶ τὸ δρομικὸν οὐκ ἀπὸ τῆς πυκτικῆς ἢ δρομικῆς παρωνομάσθη· πυκτικὴ γὰρ καὶ δρομικὴ αἱ τέλειαι ἕξεις, ἀφ’ ὧν ὁ πύκτης καὶ ὁ δρομεὺς οἱ τὰς τελείας ἔχοντες ἕξεις· εἰ γὰρ ὠνομάσθησαν αἱ ποιότητες, ἀφ’ ὧν παρωνομάσθησαν τὸ πυκτικὸν παιδίον καὶ τὸ δρομικόν, πυκτικότης ἂν ὠνομάζετο καὶ δρομικότης,2 ὧν τὰ ὀνόματα ἡ συνήθεια οὐκ ἔχει, οὐδὲ εἴρηνται παρά τινι ὀνόματα ταῦτα. ἐν οἷς καὶ τὸ πέμπτον κεφάλαιον. ἕκτον κεφάλαιον ἦν τῶν προτεθέντων τὸ ζητῆσαι καθόλου περὶ ὀνομάτων ἕξεως, διαθέσεως, ἐπιτηδειότητος καὶ τῶν μετεχόντων, ἑκτοῦ, διακειμένου, ἐπιτηδείου. δεῖ εἰδέναι ὅτι τούτων τὰ ἓξ τὰ μὲν ἀεὶ ὀνομάζει ἡ συνήθεια,3 οἷον ἕξιν καὶ ἑκτόν (γραμματικὴν γὰρ ὀνομάζει καὶ γραμματικόν), τὰ δὲ οὐδέποτε ὀνομάζει (διάθεσιν γὰρ οὐδέποτε ὀνομάζει οὐδὲ ἐπιτηδειότητα), τὰ δὲ ποτὲ μὲν ὀνομάζει ποτὲ δὲ οὐκ ὀνομάζει· ποτὲ μὲν γὰρ τὸν διακείμενον ὀνομάζει τὸν ἐπιτήδειον μὴ ὀνομάζουσα, καὶ τὸ ἀνάπαλιν, ὡς ἰατρικὸν καὶ ῥητορικὸν τὸν διακείμενον ἤδη καὶ πράξαντά τι τῆς τέχνης, τὸν δὲ ἐπιτηδείως πρὸς ταῦτα διακείμενον μήπω δὲ πράξαντα οὐκ ὀνομάζει. ἐπὶ δὲ τοῦ πυκτικοῦ βρέφους τὸ ἐπιτήδειον οὕτως ὀνομάζει τὸ ἔχον μακρὰ κῶλα, τὸν μέντοι διακείμενον οὐκ ὀνομάζει οὕτως.

“性质的另一个属是依之[被称为]拳击手或跑步者的。” 让我们转到其余的主要论题。在所提出的诸论题中,第四个是探究能力与无能力可以按多少种方式被言说,以及亚里士多德是按多少种方式言说它们的。应当知道,它们可以按四种方式被言说;因为既然存在四件事——作用、不作用、受动、不受动——能力与无能力便与它们每一项相交织。并且必须陈述它们的例证:例如,就作用而言是“能够作用”和“能够不作用”,就受动而言是“能够受动”和“能够不受动”。因此,尽管能力与无能力能够按如此多的方式被言说,亚里士多德却把恰当之物分配给恰当之物,把吉祥之物分配给吉祥之物,将能力连结于作用,而将无能力连结于受动,正如在坚硬与柔软的情形中那样:就坚硬而言,他仅说了它能够作用,尽管他本可以说它不能够受动;而就柔软而言,他仅说了它不能够作用,尽管他本可以说它能够受动。第四个论题亦包含于这些之中。第五个论题是探究关于能力与无能力的名称。应当知道,性质的整个第二种都是无名的;因为具有拳击素养的孩童与具有跑步素养的[孩童]并不是从拳击术或跑步术派生得名的;因为拳击术与跑步术是完全的状态,具有完全状态者的拳击手与跑步者正是由它们而得名;因为如果具有拳击素养的孩童与具有跑步素养的[孩童]所依以派生得名的那些性质已被命名的话,它们本会被命名为拳击性与跑步性,但习惯用法并没有这些名称,任何人那里也未曾说过这些名称。第五个论题亦包含于这些之中。在所提出的诸论题中,第六个论题是总括地探究关于状态、心向、适宜性以及分有它们的诸项——即具有状态者、处于心向者、具备适宜性者——的名称。应当知道,在这六项之中,习惯用法总是命名某些项,例如状态与具有状态者(因为它确实命名了文法学与文法学者);而另一些项则绝不命名(因为它绝不命名心向,亦不命名适宜性);还有一些项则是时而命名时而不命名:因为有时它命名处于心向者而不命名具备适宜性者,反之亦然,例如它把已经处于某种心向并且践行了该技艺某些部分的个体命名为医学的或修辞学的,却不命名对这些技艺具有适宜的心向但尚未践行过的个体;而在具有拳击素养的婴儿的情形中,它将具备适宜性者、即拥有长肢者这样命名,却不将处于心向者这样命名。

语法注3 条
  1. 3.8τοσαυταχῶς οὖν δυναμένης λέγεσθαι τῆς δυνάμεως καὶ τῆς ἀδυναμίας

    属格绝对结构,置于主句主语 ὁ Ἀριστοτέλης 之前,带有让步意味(“尽管能力与无能力能够按如此多的方式被言说”)。

  2. 3.8εἰ γὰρ ὠνομάσθησαν αἱ ποιότητες, ἀφ’ ὧν παρωνομάσθησαν τὸ πυκτικὸν παιδίον καὶ τὸ δρομικόν, πυκτικότης ἂν ὠνομάζετο καὶ δρομικότης

    与过去事实相反的虚拟条件句。条件从句采用不定过去时直陈式 ὠνομάσθησαν,结论从句采用未完成过去时加 ἄν(ὠνομάζετο ἄν),表达对虚构抽象名词派生的反事实推论(“如果……已被命名,它们本会被命名为……”)。

  3. 3.8τούτων τὰ ἓξ τὰ μὲν ἀεὶ ὀνομάζει ἡ συνήθεια

    部分属格结构:整体属格 τούτων 限定宾格直接宾语 τὰ ἓξ,随后由分配性的中性宾格冠词 τὰ μέν ... τὰ δέ ... τὰ δέ 加以划分。动词 ὀνομάζει 的主语是后置的 ἡ συνήθεια。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:229.1-229.34