- 底本
- Elias, Eliae (Olim Davidis) In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 107-255. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:227.32-228.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于亚里士多德《范畴篇》中性质的第二种(自然的潜能与无能,9a14),注疏者列举了应当预先探讨的六个论题,随后集中讨论了三个主要论题:能力的定义,它在灵魂、身体及二者复合体中的体现,以及第一种与第二种性质之间的发展性交织,并依据程度的增减及形式的临在与缺席来解释二者的种差。
" Ἕτερον δὲ γένος ποιότητος καθ’ ὃ πυκτικοὺς ἢ δρομικούς." Ἓξ τινα δεῖ προλαβεῖν τοῦ δευτέρου εἴδους τῆς ποιότητος·1 πρῶτον μὲν τί ἐστι δύναμις καὶ ἀδυναμία αὐτὰ κατὰ τὸ δεύτερον εἶδος, δεύτερον ὅτι εἰ πεφοίτηκε τοῦτο τὸ εἶδος διὰ ψυχῆς, διὰ σώματος, διὰ τοῦ συναμφοτέρου, τρίτον πῶς ἓν πλέγμα γένοιτο ἐκ τῶν δύο εἰδῶν τῆς ποιότητος, πρώτου καὶ δευτέρου, τέταρτον ποσαχῶς δύναται λέγεσθαι τὰ εἴδη ταῦτα καὶ ποσαχῶς νῦν λέγεται ὑπὸ Ἀριστοτέλους, πέμπτον περὶ ὀνομάτων δυνάμεως καὶ ἀδυναμίας, ἕκτον καθόλου περὶ ὀνομάτων ἕξεως, διαθέσεως, ἐπιτηδειότητος καὶ τῶν μετεχόντων, ἑκτοῦ, διακειμένου, ἐπιτηδείου. ἀλλ’ ἡ παροῦσα θεωρία τρία κεφάλαια παραδίδωσι. πρῶτον τί δύναμις καὶ ἀδυναμία; ὅτι δύναμίς ἐστιν ἐπιτηδειότης προκόψασα, ἢ ὡς ἔστιν 〈ἓν〉 ἀνθ’ ἑνὸς εἰπεῖν, δύναμίς ἐστιν εὐκολία, ἀδυναμία δὲ ἡ δυσκολία· οὕτω γὰρ δύνασθαί φαμεν τὸν ὀξὺν πρὸς γεωμετρίαν, μὴ δύνασθαι δὲ τὸν νωθῆ. καὶ ἄλλως ἢ ὅτι οὐχ ἁπλῶς φαμεν ὅτι δύναται ποιεῖν, ἀλλ’ ὅτι ῥᾳδίως δύναται ποιεῖν, καὶ οὐ δύναμίν φαμεν ἁπλῶς ἀλλὰ δύναμιν φυσικήν· ὡς γὰρ κρᾶσιν ἔχουσαν συνεργὸν καὶ διὰ τοῦτο ἐπιτηδειότητα οὖσαν προκόψασαν.2 ταῦτα μὲν περὶ δυνάμεως ζητείσθω. ἐφ’ οἷς τὸ δεύτερον κεφάλαιον, ἐν ᾧ δείκνυται ὅτι καὶ διὰ ψυχῆς κεχώρηκε καὶ σώματος δύναμις καὶ ἀδυναμία καὶ τοῦ συναμφοτέρου. διὰ μὲν ψυχῆς, ὡς ἐπὶ τῶν φυσικῶν ἀρετῶν καὶ ἠθικῶν· αὗται γὰρ ὠδίνουσι τὰς πολιτικάς, καὶ ὁ ἔχων μίαν τούτων διὰ τῆς τοῦ λόγου προσθήκης εὐχερῶς κτᾶται τὰς πολιτικάς. περὶ ὧν εἴρηται, περὶ μὲν τῶν φυσικῶν ‘τὸ γὰρ φύσει ἀκράτητον’, περὶ δὲ τῶν ἠθικῶν ‘ἔχει γάρ τι καὶ τὸ τραφῆναι καλῶς’, καὶ ὅτι Πλάτων ἀνδραποδώδεις αὐτὰς εἶναι λέγει, Πλωτῖνος δὲ ἀτελεῖς. ἀλλὰ καὶ διὰ σώματος χωρεῖ δύναμις καὶ ἀδυναμία, καθό φαμεν ὅτι τὸ σκληρὸν δύναμιν ἔχει τοῦ ποιῆσαι ἀδυναμίαν δὲ τοῦ παθεῖν, καὶ τὸ μαλακὸν ἀδυναμίαν ἔχει τοῦ ποιῆσαι δύναμιν δὲ τοῦ παθεῖν. διὰ δὲ τοῦ συναμφοτέρου, ὡς ἐπὶ νόσου καὶ ὑγείας· ὁ γὰρ ὑγιαίνων ἀδυναμίαν ἔχει τοῦ παθεῖν ὑπὸ λοιμοῦ εὐχερῶς δύναμιν δὲ τοῦ ποιῆσαι, ὁ δὲ νοσῶν τοὔμπαλιν. ταῦτα καὶ περὶ τοῦ δευτέρου κεφαλαίου. τρίτον κεφάλαιον· ζητείσθω πῶς ἓν πλέγμα γένοιτο ὑπὸ τούτων, εἴ γε οἱ εἰς τοῦ γραμματικοῦ φοιτῶντες πρῶτον δυσκολαίνουσιν, ἔπειτα ἐπιτηδειότητα φέρουσιν, εἶτα ἀμυδρὰν γνῶσιν λαμβάνουσι, καὶ εἶθ’ οὕτως τὴν τελείαν ἕξιν. καὶ ἔστι μὲν ἡ δυσκολία ἡ ἀδυναμία, εὐκολία δὲ ἡ δύναμις, ἡ δὲ ἀμυδρὰ γνῶσις διάθεσις, ἡ δὲ τελεία γνῶσις ἡ ἕξις. ἐφ’ οἷς ἀποροῦσιν· εἰ τῷ μᾶλλον καὶ ἧττον διαφέρουσι ταῦτα ἀλλήλων, διὰ τί μὴ ἓν εἶδος ἀλλὰ δύο; καὶ λέγομεν πρὸς τοῦτο ὅτι οὐ μόνον τῷ μᾶλλον καὶ ἧττον διαφέρουσιν, ἀλλὰ καὶ τῷ εἴδει· ὅπου μὲν γὰρ πάρεστι τὸ εἶδος, ὡς ἐπὶ ἕξεως καὶ διαθέσεως, ὅπου δὲ ἄπεστιν, ὡς ἐπὶ δυνάμεως καὶ ἀδυναμίας, καὶ ὅπου πάρεστι, μᾶλλον πάρεστιν, ὡς ἐπὶ ἕξεως ἤπερ ἐπὶ διαθέσεως, ὅπου δὲ ἄπεστι,3 μᾶλλον ἐπὶ ἀδυναμίας ἄπεστιν ἧττον δὲ ἐπὶ δυνάμεως.
“性质的另一个属是依之[称人们为]拳击手或跑步者的。” 关于性质的第二种,必须预先把握六件事:第一,依第二种而言,能力与无能力本身是什么;第二,这种是否贯穿了灵魂、贯穿了身体、贯穿了二者的复合体;第三,从性质的第一和第二这两个种中如何能够产生一种织合;第四,这些种可以按多少种方式被言说,以及亚里士多德眼下是按多少种方式言说它们的;第五,关于能力与无能力的名称;第六,总括地关于状态、心向、适宜性以及分有它们的诸项——即具有状态者、处于心向者、具备适宜性者——的名称。但目前的考察只提供了三个主要论题。第一,何谓能力与无能力?能力乃是取得了进展的适宜性,或者如同一语代一语所说的那样,能力即是顺畅,而无能力则是阻难;因为我们正是这样称敏于几何学的人为有能力,而称迟钝者为无能力。从另一角度而言,我们不是单纯地说他能够做,而是说他能够轻易地做;并且我们所说的不是单纯的能力,而是自然的能力;因为它是把[体液的]混合当作协同者,并因此而成为取得了进展的适宜性。关于能力姑且作此探究。随后是第二论题,其中表明能力与无能力既贯穿了灵魂与身体,亦贯穿了二者的复合体。贯穿灵魂者,正如在自然德性与伦理德性中的情形;因为这些德性孕育着城邦德性,凡具有其中之一者,通过理性的加入便能轻而易举地获得城邦德性。关于这些,就自然德性而言已有说法道“因为依本性者不可克制”,而就伦理德性而言则道“因为受良好抚育亦具有某种效力”,并且柏拉图说它们是奴隶般的,而普罗提诺则说它们是不完全的。但能力与无能力亦贯穿身体,正如我们所说,坚硬之物具有作用的能力而具有受动的无能力,柔软之物则具有作用的无能力而具有受动的能力。至于贯穿二者的复合体,正如在疾病与健康中的情形;因为健康者具有因瘟疫而轻易受动的无能力,却具有作用的能力,而患病者则恰恰相反。关于第二论题就说这些。第三论题:应当探究如何由这些产生一种织合,如果说那些去文法学者处求学的人,起初感到阻难,随后表现出适宜性,接着获得朦胧的认识,然后再以这种方式获得完全的状态。阻难即是无能力,顺畅即是能力,朦胧的认识即是心向,而完全的认识则是状态。随后他们提出疑难:如果这些彼此因程度之多少而相区别,为何不是一个种而是两个种?对此我们说,它们不仅因程度之多少而相区别,而且亦因形式而相区别;因为在某些情况下形式是临在的,如在状态与心向中;而在另一些情况下它是缺席的,如在能力与无能力中;并且在临在之处,在状态中比在心向中临在得更多,而在缺席之处,在无能力中缺席得更多,而在能力中缺席得更少。
- 3.7Ἓξ τινα δεῖ προλαβεῖν τοῦ δευτέρου εἴδους τῆς ποιότητος
属格 τοῦ δευτέρου εἴδους 在语法上虽可看作直接附属于 προλαβεῖν 的部分属格(意为“预先掌握第二种之中的某些内容”),但根据下文紧接着展开的六个并列论题来看,将其理解为修饰整个谓词短语 δεῖ προλαβεῖν 的关联属格(“关于第二种”)更为自然恰当。
- 3.7ὡς γὰρ κρᾶσιν ἔχουσαν συνεργὸν καὶ διὰ τοῦτο ἐπιτηδειότητα οὖσαν προκόψασαν
阴性宾格分词 ἔχουσαν 与 οὖσαν 修饰紧邻的前述宾语 δύναμιν φυσικήν(“自然的能力”),连接词 ὡς 引导表原因或说明性特征的从属结构(“因具有……并由此成为……”)。二者承接动词 φαμέν 的宾语,而非指涉说话者主语。
- 3.7ὅπου μὲν γὰρ πάρεστι τὸ εἶδος... ὅπου δὲ ἄπεστι
此处的 εἶδος 指的是“形式”(form)而非“种”(species),承接上文的 τῷ εἴδει(“依形式”)。它对比了形式在状态与心向中的临在(现实实现),与在能力和无能力中的缺席(潜在状态)。关系副词 ὅπου 比喻性地引出各自不同的论域或情形。
