- 底本
- Elias, Eliae (Olim Davidis) In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 107-255. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:226.8-227.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯注解亚里士多德《范畴篇》8b26,探讨了性质的划分究竟是属向种的划分还是同名异义词的划分(引述叙利亚努与亚历山大的见解),进而依据持久性阐明第一种性质中状态与心向的差异,化解相关的三段论诡辩,并辨析其与情态性性质的区别。
" Ἓν μὲν οὖν εἶδος ποιότητος ἕξις καὶ διάθεσις." Ὑπογράψας ὁ Ἀριστοτέλης τὴν ποιότητα ἔρχεται καὶ ἐπὶ τὰ εἴδη τῆς ποιότητος. ἀλλὰ πρὸς τοῦτο ζητήσωμεν πῶς διαιρεῖται ἡ ποιότης· οἱ μὲν 〈γὰρ〉 ὡς γένος αὐτήν φασι διαιρεῖσθαι οἱ δὲ ὡς ὁμώνυμον φωνήν· οἱ μὲν γὰρ λέγοντες ὡς γένος εἰς εἴδη διαιρεῖσθαι ἔλεγον διὰ τριῶν ἐπιχειρημάτων. ἑνὸς μὲν τοῦ λέγοντος ἓν μὲν οὖν εἶδος τῆς ποιότητος (τὸ γὰρ εἶδος πάντως γένους), δευτέρου ὅτι πανταχοῦ δέκα ἀπαριθμεῖται τὰ γενικώτατα ὡς ἂν καὶ ποιότητος γένους οὔσης,1 τρίτου ἐπεὶ ποτὲ μὲν γένη καλεῖ αὐτὰ ποτὲ δὲ καὶ εἴδη ὡς ὑπάλληλα· τὰ γὰρ ὑπάλληλα ὑπὸ ἓν γένος τελοῦσιν. οἱ δὲ λέγοντες ὅτι ὡς ὁμώνυμος φωνὴ διαιρεῖται ἔλεγον οὕτως, ὅτι λέγει αὐτὸς ὁ Ἀριστοτέλης ἔστι δὲ ἡ ποιότης τῶν πλεοναχῶς λεγομένων· τὸ δὲ πλεοναχῶς λέγεσθαι ὁμωνύμου φωνῆς. ἀλλὰ καὶ τάξιν ἐπεδέξατο τὰ εἴδη· προτέτακται γὰρ ἡ ἕξις τῶν λοιπῶν· ἐν δὲ τοῖς ὡς γένος εἰς εἴδη διαιρουμένοις οὐκ ἔστι τάξιν εὑρεῖν. ταῦτα μὲν οὗτοι. ὁ δὲ Συριανὸς βουλόμενος ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν2 διαιρεῖσθαι τὴν ποιότητα εἰς τὰ εἴδη ἀμφότερα ἀποδέχεται τὰ ἐπιχειρήματα, καὶ τὰ ὡς ὁμώνυμον λέγοντα τὴν διαίρεσιν καὶ τὰ ὡς γένος λέγοντα διαιρεῖσθαι· μέσα γὰρ ὄντα τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν ὁμωνύμων καὶ γενῶν δύνανται, φησί, τοῖς τῶν ἄκρων ὀνόμασιν ὀνομάζεσθαι. ὁ δὲ Ἀλέξανδρος βουλόμενος τὴν ποιότητα ὡς γένος εἰς εἴδη διαιρεῖσθαι, ἀπαντᾷ πρὸς τὰ δύο ἐπιχειρήματα, πρὸς μὲν τὸ πλεοναχῶς ὅτι οὐκ ἐπὶ ὁμωνύμου φωνῆς ἀεὶ λαμβάνεται· νῦν γὰρ ἐπὶ τοῦ παρωνύμως ὁμωνύμως ἑτερωνύμως ἀκατονομάστως εἴληπται, καὶ κεῖται νῦν ἐπὶ συνωνύμου κατηγορίας. οὕτως μὲν πρὸς τὸ πρῶτον ἐπιχείρημα. πρὸς δὲ τὸ λέγον ὅτι τάξιν ἐπεδέξατο λέγει ὅτι τάξιν ἐπεδέξατο, οὐ τὴν κατὰ τὸ τῆς φύσεως κοινόν (ποιὰ γὰρ ὁμοίως), ἀλλ’ ἡ ἕξις τῶν λοιπῶν ὡς τιμιωτέρα προβέβληται, διότι μονιμωτέρα ἡ ἕξις τῶν λοιπῶν. * * καὶ εἰδοποιός, καὶ εἴποις ἂν τὴν μὲν ἀπὸ ἰατρικοῦ εἰς ἰατρὸν μεταβολὴν γένεσίν τινα, τὴν ἀπὸ ἀτελοῦς εἰς τέλειον, καὶ τὴν ἀπὸ ῥητορικοῦ εἰς ῥήτορα, τὴν δὲ ἀπὸ ῥήτορος εἰς ῥητορικὸν καὶ ἀπὸ ἰατροῦ εἰς ἰατρικὸν μεταβολὴν φθοράν. ἔτι δὲ ἰατρικὸς μὲν καὶ ῥητορικὸς ὁ τοῖς μαθήμασι τέως ἐνδιατρίβων καὶ μήπω τέλειος ὢν περὶ τὴν τοιαύτην ἐπιστήμην, ἰατρὸς δὲ καὶ ῥήτωρ ὁ περὶ ταῦτα τέλειος· γίνονται γὰρ τοιαῦται μεταβολαὶ ἀπὸ τοῦ κρείττονος ἐπὶ τὸ χεῖρον δι’ ἀμελετησίαν ἢ μῆκος χρόνου ἢ λήθην ὑπὸ πάθους ληθάργου, περὶ ἧς φησιν ὁ Θουκυδίδης ὅτι πιεζόμενοι ὑπὸ τῆς νόσου σφῶν τε αὐτῶν ἐπελάθοντο καὶ τῶν ἐπιτηδείων. Δεῖ δὲ εἰδέναι ὅτι τελειοτέρα ἡ ἕξις τῆς διαθέσεως· διαφέρει γὰρ ἡ ἕξις τῆς διαθέσεως τῷ μονιμωτέρῳ· μονιμωτέρα γὰρ ἡ ἕξις τῆς διαθέσεως. καὶ τοῦτο πιστοῦται ἐκ τῆς λεκτικῆς συνηθείας· τοὺς γὰρ ἑτοίμως ἐν τοῖς αὐτοῖς νῦν εἰς τἀναντία περιτρεπομένους δίκην Εὐρίπου φασὶ μὴ ἔχειν ἕξιν, ὡς ἂν τῆς ἕξεως τῷ μονίμῳ χαρακτηριζομένης. διττὴ δὲ ἡ διάθεσις, ἡ μὲν τῆς ἕξεως κατηγορουμένη ἡ δὲ ἀντιδιαιρουμένη. διὸ καὶ πλέκεται σόφισμα τοιοῦτον· ἡ ἕξις διάθεσις, ἡ διάθεσις οὐχ ἕξις, ἡ ἕξις ἄρα οὐχ ἕξις. καὶ λέγομεν ὅτι ὁμώνυμος ὁ μέσος· ὅτε γὰρ λέγει τις ‘ἡ ἕξις διάθεσις’, καθολικωτέραν τὴν διάθεσιν ἐποίησεν, ὅτε δὲ λέγει ‘ἡ διάθεσις οὐχ ἕξις’, τὴν ἀντιδιαιρουμένην λαμβάνει. οὐ δεῖ δὲ ἐν συλλογισμῷ τὸν μέσον ὅρον εἶναι ὁμώνυμον. εἶτά φασιν ὅτι ἔστω καθολικὸς ὁ μέσος, λέγοντες οὕτως· ἡ ἕξις διάθεσις, ἡ διάθεσις οὐχ ἕξις, ἡ ἕξις ἄρα οὐχ ἕξις. πρὸς ὃ φαμεν ὅτι ὅτε λέγεις ‘ἡ διάθεσις οὐχ ἕξις’, τί λέγεις; ὅτι οὐδεμία διάθεσις ἕξις; ἡ γὰρ διάθεσις κατηγορεῖται ἕξεως. εἰ δὲ λέγεις ὅτι ‘τοῦτο λέγω, ὅτι τὶς διάθεσις ἕξις’, ἄτοπον3 συνάγεται· ἐν γὰρ τῷ πρώτῳ σχήματι εὑρίσκεται ἡ μείζων πρότασις μερική, ὅπερ ἄτοπον. πάλιν δὲ ἀποροῦσιν ὅτι εἰ τῷ μονίμῳ διαφέρει ἕξις διαθέσεως καὶ εὐμεταβλήτῳ καὶ παθητικὴ δὲ ποιότης καὶ πάθος τῷ αὐτῷ διαφέρει, τί οὖν διοίσουσι. καί φαμεν ὅτι οὐ τῷ αὐτῷ διαφέροντα εἴδη τὰ αὐτά· θερμὸν γὰρ καὶ λευκὸν καὶ ψυχρὸν καὶ μέλαν τῷ διακριτικῷ καὶ συγκριτικῷ διαφέρουσι, καὶ ὅμως πολέμιον τὸ λευκὸν τῷ θερμῷ (μέλανες γὰρ οἱ θερμοὶ ὡς ἐπίπαν), καὶ ψυχρὸν μέλανι πολέμιον· λευκοὶ γὰρ οἱ ψυχροὶ ὡς ἐπίπαν. εἰ δὲ καὶ τοῖς αὐτοῖς κέχρηται παραδείγμασιν ἐπ’ ἀμφοτέροις, οἷον νόσῳ καὶ ὑγείᾳ καὶ θερμότητι καὶ τοῖς τοιούτοις ἄλλοις ὡς δυσμεταβλήτοις οὖσι, ταῦτα τὰ παραδείγματα μόνον.
“因此性质的一个种乃是状态与心向。” 亚里士多德在对性质作了概略界定之后,进而讨论性质的诸种。但对此让我们探究性质是如何被划分的;因为有人说它是作为属被划分的,而另有人说它是作为同名异义的语词被划分的。那些主张它是作为属划分为诸种的人,是通过三个论据来论证的:其一根据“因此性质的一个种乃是”这一说法(因为种必然属于属);其二是因为最属性的事物在各处都被列为十个,宛如性质亦是一个属;其三是因为他有时称它们为属,有时亦称它们为从属的种(因为从属者归属于一个属之下)。另一方面,那些主张它是作为同名异义的语词被划分的人则这样论证:因为亚里士多德自己说,“性质属于以多种方式被言说者”,而以多种方式被言说是属于同名异义语词的。此外,诸种还接受了某种秩序;因为状态被置于其余者之前,而在作为属划分为诸种的事物中是不可能找到秩序的。这些人如此主张。然而叙利亚努企图主张性质是作为由一派生且指向一者被划分为诸种的,因而他接受这两种论据,既接受那些主张划分是作为同名异义者的论据,亦接受那些主张它是作为属被划分的论据;因为他说,由一派生且指向一者介于同名异义者与属之间,因而能够以两极的名称来命名。另一方面,亚历山大企图主张性质是作为属划分为诸种的,便对这两个论据作了回应:针对“以多种方式”这一论据,他指出这并非总是就同名异义语词而言的;因为眼下它是就按同根派生地、同名地、异名地、无名地而言的,并且在此是用于同名同义的述谓。对第一项论据他是如此回应的。而针对说它们接受了秩序的论据,他说它们确实接受了秩序,但并非依本性上的共通性的秩序(因为它们同样是具性质者),而是因为状态比其余者更为持久,状态才作为更尊贵者被置于其余者之前。[……]而且是赋予形式的,人们可以将从医术学徒到医生的变化,即从不完全到完全的变化,以及从修辞学学徒到修辞学家的变化,称为某种生成;而将从修辞学家到修辞学学徒,以及从医生到医术学徒的变化称为毁灭。此外,医术学徒与修辞学学徒是暂时浸淫于课业之中且关于此类知识尚未完全者,而医生与修辞学家则是关于这些知识达到完全者;因为此类从较好到较坏的变化,乃是由于缺乏练习、时间久远、或是由于嗜睡这一情态所致的遗忘而产生的,关于这种遗忘,修昔底德说人们受疾病压迫而遗忘了自己和亲友。但应当知道,状态比心向更为完全;因为状态因更为持久而与心向相区别;因为状态比心向更为持久。而这一点亦由语言惯用法所证实;因为人们说那些在同样事情上如欧里普斯海峡般轻易转向对立面的人没有状态,宛如状态是以持久为其特征的。但心向是双重的:一种是述谓状态的,另一种则是与状态相对划分的。因此亦编织了如下的诡辩:“状态是心向;心向不是状态;所以状态不是状态。”我们回答说,中项是同名异义的;因为当有人说“状态是心向”时,他是将心向当作更为普遍的;而当他说“心向不是状态”时,他取的是相对划分的心向。但是在三段论中,中项不应是同名异义的。接着他们说,让中项成为普遍的,并这样论证:“状态是心向;心向不是状态;所以状态不是状态。”对此我们说,当你说“心向不是状态”时,你意指什么?是没有任何心向是状态吗?因为心向是述谓状态的。但如果你说“我意指某心向不是状态”,则会推导出荒谬的结果;因为在第一格中大前提变成了特称命题,而这是荒谬的。他们又提出疑难:如果状态与心向因持久和易变而相区别,且情态性性质与情态亦因完全相同的特质而相区别,那么它们之间将如何区别?我们回答说,因相同特质而相区别的种并非同一;因为热与白、冷与黑因分离与凝聚而相区别,然而白与热是敌对的(因为热的人通常是黑的),冷与黑是敌对的(因为冷的人通常是白的)。即使他对二者使用了相同的例子,诸如疾病、健康、热以及其他类似事物,因其难以改变而如此,这些亦仅仅作为例子而已。
- 3.6ὡς ἂν καὶ ποιότητος γένους οὔσης
ὡς ἄν 后接属格独立结构(ποιότητος... οὔσης),表示一种假设性前提或主观理由(“宛如性质亦是一个属”)。
- 3.6τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν
名词化的介词短语,指代“由一派生且指向一者”(核心相关多义),在此被置于严格的同名异义者与属之间的中介地位。
- 3.6ἐν γὰρ τῷ πρώτῳ σχήματι εὑρίσκεται ἡ μείζων πρότασις μερική, ὅπερ ἄτοπον
指出若论敌将“心向不是状态”重新解释为特称否定命题(“某心向不是状态”),则第一格三段论的大前提(ἡ διάθεσις οὐχ ἕξις)变成了特称命题,违反了第一格大前提必须全称的规则,从而在逻辑上是荒谬不成立的(ἄτοπον)。
