← 埃利亚斯

亚里士多德《范畴篇》注释

§224.21-226.7

性质的概略界定与述谓的四种方式

埃利亚斯注解亚里士多德《范畴篇》8b25关于性质的概略界定,讨论了性质与具性质者的相互界定结构、述谓的四种方式(同根派生、同名、异名、无名)、与柏拉图用法的对比,以及“据以”一词的限定功能。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.3

" Ποιότητα δὲ λέγω καθ’ ἣν ποιοί τινες λέγονται." Ἐπιγράψας ὁ Ἀριστοτέλης Περὶ ποιοῦ καὶ ποιότητος τὴν παροῦσαν κατηγορίαν, ἑκάτερον ὑπογράφει καὶ δι’ ἀλλήλων αὐτὰ ὑπογράφει νόμῳ τῶν πρός τι. καὶ πρότερον ὑπογράφει τὴν ποιότητα διὰ δύο αἰτίας· ἢ ὅτι ἡ ποιότης ἡ κατηγορία, οὐ τὸ πεποιωμένον, ἢ ὅτι σαφεστέρα ἡ ὑπογραφὴ τῆς ποιότητος ἐκ τοῦ πεποιωμένου γενομένη σαφοῦς ὄντος ἤπερ ἡ ὑπογραφὴ τοῦ πεποιωμένου ἐκ τῆς ποιότητος γενομένη ἀσαφοῦς οὔσης. ἔχει δὲ ἡ ὑπογραφὴ οὕτως· ποιότητα δὲ λέγω καθ’ ἣν ποιοί τινες λέγονται. δεῖ δὲ προσυπακούεσθαι τὸ ἢ ὁπωσοῦν ἄλλως λεγόμενον μὲν ἐν τῇ τοῦ ποιοῦ ὑπογραφῇ ὑπὸ τοῦ Ἀριστοτέλους ὄφειλον δὲ κατὰ κοινοῦ προσυπακούεσθαι.1 πρόσκειται δὲ τὸ ἢ ὁπωσοῦν ἄλλως [ἐπειδὴ δὲ οὐδὲ πᾶσα ποιότης παρωνύμως κατηγορεῖται, οὐδὲ πᾶν τὸ παρωνύμως κατηγορούμενον ποιότης· ἰδοὺ γὰρ τὰ πατρωνυμικὰ παρώνυμα οὔκ εἰσι ποιότητες ἀλλ’ οὐσίαι], ἐπειδὴ ἡ ποιότης οὐ μόνον παρωνύμως κατηγορεῖται ἀλλὰ καὶ ἑτέρως· τετραχῶς γὰρ ἡ ποιότης κατηγορεῖται, παρωνύμως ὁμωνύμως ἑτερωνύμως ἀκατονομάστως. παρωνύμως μὲν ὡς ἀπὸ τῆς ποιότητος ποιοὶ ἀπὸ τῆς γραμματικῆς γραμματικός, ἀπὸ τῆς ἰατρικῆς ἰατρός, ὁμωνύμως δὲ ὡς ἀπὸ τῆς μουσικῆς μουσικὴ γυνή· μουσικὴ γὰρ ἡ ἐπιστήμη λέγεται. ἑτερωνύμως δὲ κατηγορεῖται ἡ ποιότης ὡς ἀρετὴ καὶ σπουδαῖος· ὁ γὰρ σπουδαῖος οὐχ ὡς ἀπὸ τῆς σπουδῆς· ἡ γὰρ σπουδὴ καὶ ἐπὶ κακῷ φέρεται. οὐδὲ ἀπὸ τῆς περὶ τὰ δέοντα σπουδῆς σπουδαῖος εἴρηται· τὰ γὰρ παρώνυμα ἀπὸ ὀνόματος καὶ οὐχὶ ἀπὸ λόγου· τοῦτο δὲ λόγος τὸ εἰπεῖν ἀπὸ τῆς περὶ τὰ δέοντα σπουδῆς. οὐδὲ ἀπὸ τῆς ἀρετῆς ἐνάρετος· οὐ γὰρ εὕρηται τοιαύτη χρῆσις· τὸ γὰρ παρὰ τῷ ποιητῇ οὐκ ἀρετὰ κακὰ ἔργα· κιχάνει τοι βραδὺς ὠκύν2 καὶ ποιητικὸν καὶ τῶν ἅπαξ εἰρημένων. τὸ δὲ ἐνάρετον τὸ μὲν διὰ τοῦ ε̄ ψιλοῦ οὐχ εὕρηται, τὸ δὲ διὰ τῆς αι διφθόγγου καὶ ποιητικὸν καὶ ἐπὶ κακῷ εἴρηται. 〈ἀκατονομάστως δὲ〉 τὸ δεύτερον εἶδος τῆς ποιότητος, δύναμις καὶ ἀδυναμία· εἰ γὰρ ὠνομάσθη, πυκτικότης καὶ δρομικότης καὶ γραμματικότης ἂν ὠνομάσθη, ἅπερ οὐχ εὕρηται· τὸ γὰρ δρομικὸς ἀπὸ τῆς δρομικῆς, ἥτις τελεία ἐστὶν ἕξις, καὶ ἀπὸ τῆς ἰατρικῆς ἰατρικὸς 〈ὡς〉 ἀπὸ τῆς τελείας ἕξεως ὠνομάσθη.

“而我所谓性质,乃是据以使某些事物被称为具有某种性质者。” 亚里士多德为当前的范畴冠以《论具性质者与性质》的标题后,对二者分别作了概略界定,并依相关者的法则通过彼此来界定它们。他出于两个原因首先界定性质:要么是因为性质是范畴,而非被赋予性质者;要么是因为从清楚的具性质者出发所作的性质之概略界定,比从不清楚的性质出发所作的具性质者之概略界定更为清楚。该概略界定如下:“而我所谓性质,乃是据以使某些事物被称为具有某种性质者。”然而应当在心中补充“或以任何其他方式”这一短语,它虽由亚里士多德在对具性质者的概略界定中说出,本应被共同补充理解。而添加“或以任何其他方式”[因为既非每种性质都按同根派生方式被述谓,亦非凡按同根派生方式被述谓者都是性质;因为看哪,父名派生词并不是性质而是实体],乃是因为性质不仅按同根派生方式被述谓,亦按其他方式被述谓;因为性质以四种方式被述谓:同根派生地、同名地、异名地、无名地。同根派生地,正如从性质派生出具性质者,如从语法学派生出语法家,从医术派生出医生;同名地,正如从音乐派生出有音乐才能的妇人,因为这门学科亦被称为音乐。异名地述谓性质,正如德性与善人;因为善人并不是从热心[派生]而来的,因为热心亦可用于恶事。善人亦不是从“对当为之事的热心”而被称为善人的;因为派生词来自于名称而非来自于言明,而说“从对当为之事的热心”乃是一种言明。亦不是从德性被称为有德者;因为并未见有此种用法;因为诗人那里的诗句“恶行不是有德的,迟缓者实能追及捷足者”,既是诗意的,亦是仅出现一次的说法。至于“有德”一词,带有单字母厄普西隆的并未见有,而带有双元音艾的既是诗意的,亦用于恶的方面。〈而无名地被述谓的,则是〉性质的第二种,即能力与无能力;因为假若它们被命名,本会被命名为拳击性、奔跑性和语法性,而这些名称并不存在;因为奔跑者乃是从作为完全状态的奔跑术命名的,从医术命名为医生亦是从完全状态命名的。

§3.4

"Ποιότητα δὲ λέγω." Τὸ λέγω εἶπεν, οὐχ ὅτι Ἀριστοτέλης τὸ ὄνομα τῆς ποιότητος ἔθηκεν (εἴρηται γὰρ καὶ Πλάτωνι), ἀλλ’ ὅτι Ἀριστοτέλης εἶπε τὴν 〈τῆς〉 παθητικῆς ποιότητος ἐξάπλωσιν· ὁ γὰρ Πλάτων οὐκ οἶδεν εἰ μὴ τὴν πάθος ποιοῦσαν περὶ τὴν αἴσθησιν· φησὶ γὰρ ἔν τινι διαλόγῳ οὕτως· ‘ἡ γὰρ ποιότης ποιόν τι. καὶ ἴσως ἀλλόκοτον δόξει σοι τὸ τῆς ποιότητος ὄνομα καὶ οὐ μανθάνεις οὕτως ἀθρόως λεγόμενον· ἐὰν γὰρ εἴπωμεν οὕτως ποιότης, ἄδηλόν τι σημαίνει τὸ τῆς ποιότητος ὄνομα. εἰ δὲ εἴπωμεν ποιόν τι, εἰς ἔννοιαν ἐρχόμεθα ὅτι ποιότης εἴρηται ἀπὸ τοῦ ποιεῖν τι περὶ τὴν αἴσθησιν.’

“而我所谓性质。” 他说“我所谓”,并非因为亚里士多德确立了性质这一名称(因为柏拉图亦曾言及),而是因为亚里士多德陈述了情态性性质的扩展;因为柏拉图只知道关于感觉产生情态的那种性质;因为他在某篇对话中这样说道:“因为性质乃是某种具性质者。也许性质这一名称对你而言显得怪异,如此骤然道出使你无法理解;因为如果我们单说性质,性质这一名称意指某种不明之物。但如果我们说某种具性质者,我们便获得一个观念,即性质乃是从关于感觉产生某种作用而得名的。”

§3.5

" Καθ’ ἣν ποιοί τινες." Τὸ καθ’ ἣν πρόσκειται διὰ τὴν διὰ φόβον ὠχρίασιν καὶ τὸ ἔρευθος τὸ δι’ αἰδῶ· οὐ γὰρ λέγεται ἐρυθρίας ὁ δι’ αἰδῶ ἐρυθριάσας ἢ ὠχρίας ὁ διὰ φόβον ὠχριάσας (φθάνει γὰρ τὴν προσηγορίαν ἡ μεταβολή),3 ἀλλὰ μᾶλλον ταῦτα ὑπὸ τὸ πάσχειν ἀνάγεται. ἀποροῦσι δὲ διὰ τί τετραχῶς τῆς ποιότητος κατηγορουμένης τῶν παρωνύμων μόνων ἐμνήσθη. καὶ λέγομεν ὅτι τὸ πλεονάζον προέταξε· τὸ γὰρ ἀκατονομάστως καὶ ὁμωνύμως (καὶ ἑτερωνύμως) δύο μόνα εἴδη περιέχει τῆς ποιότητος, μόνη δὲ ἡ παρώνυμος κατηγορία δύο εἴδη περιέχει, ἴσως καὶ τρία· λέγεται γὰρ εὔσχημος καὶ εὔμορφος ἀπὸ σχήματος καὶ μορφῆς καὶ τὸ ἀνάπαλιν. λέγεται καὶ ἀπὸ ἕξεως καὶ διαθέσεως ἡ παρωνυμία, καὶ τὰ παραδείγματα δῆλα, γραμματικός, ἰατρικός. ἀλλὰ καὶ ἀπὸ παθητικῆς ποιότητος· αὕτη γὰρ παρώνυμον ἑαυτῇ ποιεῖ πάθος ἐν ἡμῖν, καὶ τὰ παραδείγματα εἴρηται.

“据以使某些事物被称为具有某种性质。” 添加“据以”乃是因为出于恐惧的苍白和出于羞耻的红晕;因为因羞耻而脸红者不被称为红脸者,因恐惧而发白者亦不被称为白脸者(因为变化赶在了称呼的前面),相反,这些更应归入遭受之中。然而人们提出疑难:既然性质以四种方式被述谓,为何他仅提及同根派生者?我们回答说,他将占多数者置于首位;因为无名地与同名地(以及异名地)[述谓者]仅包含性质的两个种,而唯独同根派生的述谓包含两个种,或许甚至三个;因为“形态良好”与“美貌”乃是从形状与形式而言的,反之亦然。同根派生亦从状态和心向而言,其例证显而易见,即语法家与医生。此外亦从情态性性质而言;因为此种性质在我们之中产生与其自身同根派生的情态,其例证此前已述。

语法注3 条
  1. 3.3δεῖ δὲ προσυπακούεσθαι τὸ ἢ ὁπωσοῦν ἄλλως λεγόμενον μὲν ἐν τῇ τοῦ ποιοῦ ὑπογραφῇ ὑπὸ τοῦ Ἀριστοτέλους ὄφειλον δὲ κατὰ κοινοῦ προσυπακούεσθαι

    该句的主语是名词化短语“τὸ ἢ ὁπωσοῦν ἄλλως”(即“‘或以任何其他方式’这一短语”),并由两个中性单数分词短语“λεγόμενον μὲν ... ὄφειλον δὲ ...”并列修饰。埃利亚斯在此指出,该短语虽在亚里士多德界定具性质者时出现,但应共同补充到性质的界定之中。

  2. 3.3οὐκ ἀρετὰ κακὰ ἔργα· κιχάνει τοι βραδὺς ὠκύν

    引自《奥德赛》第8卷329行。在第一分句“οὐκ ἀρετὰ κακὰ ἔργα”中,“ἀρετά”(现代荷马校勘本读作动词“ἀρετάω”的第三人称单数“ἀρετᾷ”,意为“兴旺”)在此被视作由“ἀρετή”派生的形容词“*ἀρετός”的中性复数表语形容词,与中性复数主语“κακὰ ἔργα”一致,系动词省略(意为“恶行不是有德的”)。接续分句“κιχάνει τοι βραδὺς ὠκύν”带有语气小词“τοι”,为格言性表达,意为“迟缓者确实能追上捷足者”。

  3. 3.5φθάνει γὰρ τὴν προσηγορίαν ἡ μεταβολή

    动词“φθάνω”后接宾格直接宾语“τὴν προσηγορίαν”,意为“变化赶在称呼之前/超过了称呼”。句法表明这种转瞬即逝的变化(脸红、发白)在来不及形成固定的称呼(如“红脸者”)之前就已消退,因此应归入“遭受”而非“性质”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:224.21-226.7