- 底本
- Elias, Eliae (Olim Davidis) In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 107-255. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:223.8-224.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯论述了由情态而生的情态性性质与本质属性的区别,补充了形状与形式的定义,进而阐明了性质四种物种(状态、能力、情态性性质、形状)之间的相互差异,基于深度、潜能及与实体的关联对它们进行二分法系统划分,并解释了它们的排列顺序。
ἰστέον δὲ ὅτι παθητικὴν ποιότητα ἀπὸ πάθους γινομένην ἐκείνην βούλεται ὁ Ἀριστοτέλης εἶναι, ἥτις συμβαίνει τοῖς σώμασι καὶ πάλιν ἀποσυμβαίνει, τοῦ κατὰ τὴν οὐσίαν 〈λόγου〉 τοῦ προτέρου εἴδους αὐτοῦ τοῦ ὑποκειμένου σώματος τοῦ πάσχοντος ἀτρέπτου μένοντος καὶ φυλαττομένου,1 οἷον ὡς ἐπὶ λίθου λευκαινομένου ἢ μελαινομένου ἢ ἀνθρώπου αὐτὸ τοῦτο πάσχοντος· ἡ γὰρ τῶν τοιούτων λευκότης ἢ μελανία ἢ ἄλλο ὁποιονοῦν χρῶμα, οὕτω συμβαῖνον αὐτοῖς, οὐ ποιεῖ ἐν ἡμῖν ἢ ἐν ἄλλοις σώμασι παρώνυμον ἑαυτῷ πάθος· εἰ γὰρ ποιήσει, ὑπὸ ἄλλο εἶδος πεσεῖται τῆς ποιότητος, τὸ πρῶτον· οὐ γὰρ παθητικὴ ποιότης ἀπὸ πάθους γινομένη ἡ γλυκύτης τοῦ μέλιτος καὶ ἡ λευκότης τῆς χιόνος ἢ τοῦ ψιμυθίου· ταῦτα γὰρ οὐσίαι αὐτῶν εἰσι καὶ οὐκ ἐπιγίνονται ἄλλοις σώμασιν ἄτρεπτον φυλάξασι τὸ οἰκεῖον εἶδος, ὡς ἄνθρωπος λευκαινόμενος ἢ μελαινόμενος καὶ φυλάττων τὸ ἀνθρώπειον εἶδος· ἡ γὰρ γλυκύτης τοῦ μέλιτος καὶ ἡ λευκότης τῆς χιόνος εἴδη ὄντα οὐ γίνονται καὶ ἀπογίνονται χωρὶς φθορᾶς τοῦ ὑποκειμένου, ὡς ἡ λευκότης τοῦ κηροῦ. σχῆμα δὲ ἡ τοῦ παντὸς ὄγκου ἀποπεράτωσις, οἷον ῥινὸς ἢ ὠτὸς ἢ χείλους, μορφὴ δὲ ἡ τοῦ ὅλου εἴδους ἀποπεράτωσις, ὅλου, εἰ τύχοι, τοῦ προσώπου ἢ ὅλου ἀνθρώπου. αὗταί εἰσιν αὐτῶν αἱ ὑπογραφαί. Ἐφ’ οἷς εἴπωμεν καὶ τὰς διαφορὰς αὐτῶν. διαφέρει τοίνυν ἡ δύναμις καὶ ἀδυναμία τῶν λοιπῶν εἰδῶν, ὅτι ταῦτα μὲν δυνάμει ἐκεῖνα δὲ ἐνεργείᾳ. ἐν δὲ τοῖς ἐνεργείᾳ σχῆμα καὶ μορφὴ διαφέρει τῶν λοιπῶν δύο, ὅτι τὰ μὲν ἐπιπολῆς τὰ δὲ ἐν βάθει· διὰ βάθους γὰρ ἡ ἕξις καὶ ἡ παθητικὴ ποιότης. ἐν δὲ τοῖς διὰ βάθους διαφέρει παθητικῆς ποιότητος ἡ ἕξις, τῆς ἀπὸ πάθους μὲν γινομένης μὴ μέντοι πάθος ποιούσης, ὅτι καὶ αὕτη ἐπιπολῆς ἡ δὲ διὰ βάθους, ἡ ἕξις φημί. τῆς πάθος ἐμποιούσης οὐ μὴν ἀπὸ πάθους γεγενημένης διαφέρει, ὅτι ἡ μὲν πρὸς τὸ ἐν ᾧ ὑπάρχει ὑποκείμενον, τὴν ψυχήν, λέγεται, 〈ἡ〉 ἕξις, ἡ δὲ πρὸς τὸ περὶ ὃ ἐνεργεῖ· ἐν ἄλλῳ γὰρ ποιεῖ τὸ πάθος ἡ θερμότης ἐν ἄλλῳ αὐτὴ οὖσα ὑποκειμένῳ. τῆς δὲ ἀπὸ πάθους γεγενημένης καὶ πάθος ἐμποιούσης διαφέρει ἡ ἕξις, ὅτι ἡ μὲν μᾶλλον ἅπτεται τῆς οὐσίας, ἡ ἕξις, ἡ δὲ οὐχ οὕτως. αὗται αὐτῶν καὶ αἱ διαφοραί. Ἐφ’ οἷς εἴπωμεν καὶ τὴν διαίρεσιν τῆς ποιότητος (ἔστι δὲ καὶ ἄλλως διελεῖν τὴν ποιότητα, ὡς οἶμαι)· ἡ ποιότης ἢ δυνάμει καὶ ποιεῖ δύναμιν καὶ ἀδυναμίαν, ἢ ἐνεργείᾳ καὶ ἐπιπολῆς καὶ ποιεῖ σχῆμα καὶ μορφὴν καὶ τὰ περὶ τὴν ἐπιφάνειαν χρώματα, ἢ διὰ βάθους. καὶ εἰ διὰ βάθους, ἢ ἅπτεται τῆς οὐσίας ἢ οὐχ ἅπτεται. καὶ εἰ μὴ ἅπτεται, ποιεῖ τὴν παθητικὴν ποιότητα τὴν ἀπὸ πάθους γινομένην καὶ πάθος μὴ ποιοῦσαν. εἰ δὲ ἅπτεται τῆς οὐσίας, ἢ 〈πρὸς τὸ〉 περὶ ὃ ἐνεργεῖ καὶ ποιεῖ τὴν παθητικὴν ποιότητα τὴν ἀπὸ πάθους μὲν μὴ γινομένην πάθος δὲ ποιοῦσαν, ἢ πρὸς τὸ ἐν ᾧ ὑπάρχει ὑποκείμενον καὶ ποιεῖ τὴν ἕξιν. ἢ μᾶλλον ἅπτεται τῆς οὐσίας καὶ ποιεῖ πάλιν τὴν ἕξιν, ἢ ἧττον καὶ ποιεῖ τὴν παθητικὴν ποιότητα τὴν ἀπὸ πάθους γινομένην καὶ πάθος ἐμποιοῦσαν. καὶ ταῦτα μὲν περὶ τούτου. Ἐφ’ οἷς εἴπωμεν τὸ τέταρτον κεφάλαιον τὸ περὶ τῆς τάξεως αὐτῶν. δεῖ εἰδέναι ὅτι πρώτη ἡ ἕξις τῶν λοιπῶν ὡς ἐν ποιότητι οὐσία, δευτέρα δὲ ἡ δύναμις ὡς καὶ αὐτῆς τῆς ἕξεως ὀφείλουσα προηγεῖσθαι τῷ χρόνῳ, εἴ γε διὰ τοῦ δύνασθαί τινα εὐκόλως ἔχειν πρὸς γραμματικὴν ἐν ἕξει ταύτης γίνεται, εἰ μὴ ὅτι τὰ τέλεια τῶν ἀτελῶν ἔδει προηγεῖσθαι,2 τελειοτέρα δὲ ἡ ἕξις τῆς δυνάμεως. παθητικὴ δὲ ποιότης σχήματος καὶ μορφῆς προηγεῖται, ὅτι αὐτὴ μὲν ἅπτεται τῆς οὐσίας, σχῆμα δὲ καὶ μορφὴ οὐχ ἅπτεται τῆς οὐσίας.
但应当知晓的是,亚里士多德所意指的由情态而生的情态性性质,乃是发生于物体而后又消逝者,而受动基质物体本身的在先形式依实体的[规定]仍保持不变且得以持存,正如变白或变黑的石头,或遭受完全相同之变的人的情形那样;因为对此类事物而言如此发生的白或黑,或任何其他色彩,并不在我们之中或在其他物体中产生与其自身同名的情态;因为如果产生的话,它将落入性质的另一个种,即第一种之下;因为蜜的甜和雪或白粉的白并不是由情态而生的情态性性质;因为这些是它们的实体,并非在其他保持自身固有形式不变的物体上后生,不像一个人变白或变黑而仍保持人的形式;因为蜜的甜和雪的白作为形式,并不能在没有基质毁灭的情况下生成与消逝,不像蜡的白那样。形状是整个体积的界定,例如鼻子、耳朵或嘴唇的界定;而形式则是整个形式的界定,比如整张脸或整个人的界定。这些便是它们的概略描述。接着,让我们也陈述它们的差异。于是,能力与无能力不同于其余诸种,因为前者处于潜能之中,而后者处于现实之中。在处于现实的事物中,形状与形式又不同于其余二者,因为前者处于表面,而后者处于深处;因为状态与情态性性质乃是贯穿深处的。在贯穿深处的事物中,状态不同于那种由情态而生却不产生情态的情态性性质,因为后者也处于表面,而处于深处的则是状态,我说。[状态]与产生情态却非由情态而生者不同,乃是因为前者即状态是就其存在于其中的基质即灵魂而言的,而后者则是就其对其施加作用的对象而言的;因为热自身处于一个基质中,却在另一个事物中产生情态。而状态与由情态而生且产生情态者不同,乃是因为前者即状态更多地关涉到实体,而后者并非如此。这些亦是它们的差异。接着,让我们也陈述性质的划分(我想,亦能以另一种方式划分性质):性质要么处于潜能之中,并产生能力与无能力;要么处于现实中且在表面,并产生形状与形式以及围绕表面的色彩;要么贯穿深处。而如果贯穿深处,它要么关涉实体,要么不关涉。如果不关涉,它就产生由情态而生且不产生情态的情态性性质。如果关涉实体,它要么就其对其施加作用的对象[而言],产生非由情态而生却产生情态的情态性性质;要么就其存在于其中的基质[而言],产生状态。或者它更多地关涉实体,再次产生状态;或者较少地关涉,产生由情态而生且产生情态的情态性性质。关于此就说这么多。接着,让我们陈述关于它们顺序的第四个论题。应当知晓的是,状态作为性质中的实体,在其余诸种中居于第一;能力居于第二,即便在时间上它本应先于状态本身(如果某人确实是通过能够轻易对语法具有适宜性,而进入对语法的状态之中的话)——除非完全者本应先于不完全者,而状态比能力更为完全。情态性性质先于形状和形式,因为前者关涉实体,而形状和形式并不关涉实体。
- 3.2τοῦ κατὰ τὴν οὐσίαν 〈λόγου〉 τοῦ προτέρου εἴδους αὐτοῦ τοῦ ὑποκειμένου σώματος τοῦ πάσχοντος ἀτρέπτου μένοντος καὶ φυλαττομένου
属格绝对结构。其主语是补入的 〈λόγου〉,谓语分词为 ἀτρέπτου μένοντος καὶ φυλαττομένου。其余属格(从 τοῦ προτέρου εἴδους 起)是从属于 λόγου 的一系列限制/领属属格,表示“受动基质物体本身的在先形式依实体的规定保持不变且得以持存”的伴随条件。
- 3.2εἰ μὴ ὅτι τὰ τέλεια τῶν ἀτελῶν ἔδει προηγεῖσθαι
惯用短语 εἰ μὴ ὅτι 用于引入例外或补充说明(“除非……”、“若不是因为……”)。它对前文的 ὀφείλουσα προηγεῖσθαι(即便[能力]本应在先)作出限制,非人称动词 ἔδει 表达完全者理应优先于不完全者的规范性与必然性。
