- 底本
- Elias, Eliae (Olim Davidis) In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 107-255. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:221.33-223.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯讨论了性质(8b25)的划分,论证了四对对立物(状态与素质、能力与无能力、情态性性质与情态、形状与形式)乃是依“更多与更少”的程度而区分的物种,并逐一解释了各自的概略描述。
" Ποιότητα δὲ λέγω καθ’ ἣν ποιοί τινες λέγονται." Τρίτον κεφάλαιον τῶν προτεθέντων εἰπεῖν τὴν διαίρεσιν τῆς ποιότητος. ἀλλ’ ἵνα γνῶμεν τὴν διαίρεσιν, τρία τινὰ αὐτῆς προλάβωμεν, τὴν ἀπαρίθμησιν τῶν εἰδῶν τὴν ψιλὴν καὶ τὴν ὑπογραφὴν αὐτῶν ἑκάστου καὶ τὴν διαφοράν. καὶ ἀρκτέον ἀπὸ τοῦ πρώτου. τέσσαρα τοίνυν εἴδη ποιότητος κατὰ συζυγίας προφερόμενα, ἕξις καὶ διάθεσις, δύναμις καὶ ἀδυναμία, παθητικὴ ποιότης καὶ πάθος, σχῆμα καὶ μορφή. τέσσαρα δὲ καὶ οὐχὶ ὀκτώ εἰσι τὰ εἴδη αὐτῆς, διότι κατὰ συζυγίας ταῦτα προφερόμενα τῷ μᾶλλον καὶ ἧττον διαφέρουσι, τὸ δὲ μᾶλλον καὶ ἧττον εἴδους ἐξαλλαγὴν οὐ ποιεῖ· ἕξις γὰρ καὶ διάθεσις τῷ μονιμωτέρῳ καὶ ὀλιγοχρονιωτέρῳ διαφέρουσι, δύναμις δὲ καὶ ἀδυναμία τῷ εὐκόλῳ καὶ δυσκόλῳ. παθητικὴ δὲ ποιότης καὶ πάθος διαφέρουσιν, ὅτι παγιούμενον τὸ πάθος εἰς παθητικὴν ποιότητα μεταβάλλει. ἀλλὰ καὶ σχῆμα καὶ μορφὴ τῷ μᾶλλον καὶ ἧττον διαφέρουσι· τὸ γὰρ σχῆμα περὶ τὰ κατ’ ἐπίνοιαν λαμβάνεται, οἷον τρίγωνον ἢ τετράγωνον, ἡ μορφὴ ἐπὶ τῶν φυσικῶν· εἰκόνες δὲ τὰ ἐπινοήματα τῶν φυσικῶν, καὶ διὰ τοῦτο * * ὑφειμέναι εἰσὶν αἱ εἰκόνες τῶν ὧν εἰσιν εἰκόνες.1 καὶ Ἀριστοτέλης δὲ τὴν μορφὴν ἐπὶ τῶν φυσικῶν οἶδε λέγων σχῆμά τε καὶ ἡ περὶ ἕκαστον ὑπάρχουσα μορφή, διὰ τοῦ ἕκαστον τὸ φυσικὸν αἰνιττόμενος. καὶ ταῦτα μὲν περὶ τούτων. Ἐφ’ οἷς τὰς ὑπογραφὰς αὐτῶν λεκτέον. ἕξις τοίνυν ἐστὶ ποιότης δυσαπόβλητος τελειωτικὴ ἢ κακωτικὴ τοῦ ὑποκειμένου, τελειωτικὴ μὲν ὡς ἐπιστήμη καὶ ἀρετὴ καὶ ἡ τῶν πεντάθλων ὑγίεια, κακωτικὴ δὲ ὡς λῃστρική, ἑκτικὸς πυρετός. διάθεσις δέ ἐστιν ἡ εἰς ἕξιν ὁδός. δύναμις δέ ἐστιν ἐπιτηδειότητος προκοπή, ἀδυναμία δὲ ἡ δυσκολία, καθώς φαμεν τὸν νωθῆ ἀδυνάτως ἔχειν πρὸς γεωμετρίας μάθησιν. καὶ αὕτη δὲ ἡ ἀδυναμία ἤγουν δυσκολία καὶ ἡ δύναμις ἤγουν ἡ εὐκολία, ἤτοι ἐπιτηδειότητος προκοπή, ὑπὸ τὴν ποιότητα ἀνάγονται ὡς κράσει ἑπόμεναι, ὅθεν καὶ ἐπιτηδειότητα προκοπῆς τὴν δύναμιν λέγουσιν ὡς τῆς κράσεως, εἴ τινι ἕπεται, ἐπὶ τὸ βέλτιον προκοψάσης· ἡ γὰρ ἁπλῶς δύναμις, ἤγουν τὸ δύνασθαι, καὶ ἡ ἀδυναμία ταῦτα παντὶ ἀνθρώπῳ ἕπεται, ἐπειδὴ πᾶς ἄνθρωπος πρὸς πᾶσαν τέχνην καὶ ἐπιστήμην ἐπιτηδείως ἔχει, ἀδυναμίαν δὲ πάλιν πᾶς ἄνθρωπος ἔχει τοῦ ἵπτασθαι. διὸ ταῦτα πᾶσιν ἁπλῶς ὑπάρχοντα ἀνθρώποις ὡς νοῦ καὶ ἐπιστήμης δεκτικοῖς οὖσιν οὐσίαι εἰσί·2 τὸ γὰρ νοῦ καὶ ἐπιστήμης δεκτικὸν οὐσία τοῦ ἀνθρώπου. τὸ δὲ ἄλλο σημαινόμενον τὸ τῆς δυνάμεως καὶ ἀδυναμίας, ὡς μὴ πᾶσιν ὑπάρχον (τοῖς μὲν γὰρ δυσκολία ὑπάρχει τοῖς δὲ εὐκολία), ὑπὸ τὴν ποιότητα ἀνάγεται ὡς κράσει ἑπόμενον. παθητικὴ δὲ ποιότης ἐστὶν ἡ πάθει τινὶ συνεζευγμένη. τριττὴ δὲ αὕτη· ἢ γὰρ πάθος ἐμποιεῖ ἐν ἡμῖν, ἀπὸ πάθους δὲ οὐκ ἐγένετο, ὡς ἡ θερμότης τοῦ πυρός (αὕτη γὰρ πάθος ἐμποιοῦσα ἐν ἡμῖν θερμαίνουσα ἡμᾶς ἀπὸ πάθους οὐκ ἐγένετο), ἢ ἀπὸ πάθους μὲν ἐγένετο, πάθος δὲ οὐ ποιεῖ, ὡς τὰ χρώματα· ταῦτα γὰρ ἀπὸ πάθους ὄντα, τῆς κράσεως, ἐν ἡμῖν πάθος οὐ ποιοῦσι παρώνυμον ἑαυτοῖς· οὐδὲ γὰρ λευκαίνουσιν ἡμᾶς ὁρώμενα τὰ λευκὰ χρώματα ἢ μελαίνουσι τὰ μέλαινα, ὡς θερμαίνουσι τὰ θερμὰ πάθος ἐμποιοῦντα παρώνυμον ἑαυτοῖς· εἰ γὰρ καὶ συγκρίνουσι μὲν τὰ μέλαινα τὴν ὁρῶσαν ὄψιν διακρίνουσι δὲ τὰ λευκά, ἀλλὰ παρώνυμον πάθος ἑαυτοῖς οὐ ποιοῦσιν, ὥσπερ ἐλέγομεν τὸ θερμὸν θερμαίνειν καὶ τὸ γλυκὺ γλυκαίνειν. ἄλλο τρίτον εἶδος τῆς παθητικῆς ποιότητος τὸ καὶ ἀπὸ πάθους γινόμενον καὶ πάθος ποιοῦν, ὡς ἡ τοῦ ζωμοῦ γλυκύτης· αὕτη γὰρ καὶ ἀπὸ πάθους ἐγένετο, τῆς καρυκείας, καὶ πάθος ἐμποιεῖ τῇ γεύσει. πάθος δέ ἐστιν ἡ εἰς παθητικὴν ποιότητα ὁδός.
“我所谓性质,乃是据之[人们]被称为具有某种性质者。” 在所提出的诸论题中,第三个论题是陈述性质的划分。但为了让我们了解这划分,让我们预先把握关于它的三件事:各物种的纯粹列举、它们各自的概略描述,以及它们的差异。我们必须从第一件事开始。于是,成对提出的性质之种有四个:状态与素质,能力与无能力,情态性性质与情态,形状与形式。它的种是四个而不是八个,乃是因为这些成对提出的项因“更多与更少”而有所不同,而“更多与更少”并不造成种的改变;因为状态与素质因更持久与更短促而不同,而能力与无能力因容易与困难而不同。情态性性质与情态之所以不同,是因为情态固定下来便转变为情态性性质。此外,形状与形式也因“更多与更少”而不同;因为形状是就依思想而得者而言的,例如三角形或四边形,而形式则是就自然物而言的;依思想的产物乃是自然物的影像,正因如此,诸影像低于它们作为其影像的那些事物。亚里士多德也知晓形式是就自然物而言的,他说“形状以及围绕各物存在的形式”,通过“各物”暗指自然物。关于这些就说这么多。接着,必须陈述它们的概略描述。于是,状态是一种难以脱去的性质,使基质完善或受损:作为完善者,如知识、德性以及五项全能运动员的健康;作为使之受损者,如盗匪般的习性、虚劳热。素质则是通向状态的道路。能力是适宜性的进展,而无能力则是困难,正如我们说迟钝者无能于学习几何学一样。而这种无能力即困难,以及能力即容易或适宜性的进展,作为伴随体液配合者被归入性质之下;由此他们也将能力称为进展的适宜性,其根据在于体液配合(若伴随于某人)向着更好的方向进展;因为单纯意义上的能力(即能够)与无能力,这些伴随着每一个人,因为每个人对一切技艺与知识都具备适宜性,而另一方面,每个人又都具有飞翔的无能力。因此,单纯属于所有作为能接纳理智与知识的人的这些东西,乃是实体;因为能接纳理智与知识是人的实体。然而,能力与无能力的另一涵义,作为不属于所有人的东西(因为困难属于某些人,容易属于另一些人),作为伴随配合者被归入性质之下。情态性性质则是与某种情态相联结者。而这有三重:它要么在我们之中产生情态,却并非由情态而生,如火的热(因为这热通过加热我们在我们之中产生情态,却非由情态而生);要么由情态而生,却不产生情态,如色彩(因为这些色彩虽出于情态即配合,却不在我们之中产生与其自身同名的情态;因为被看见的白色并不使我们变白,黑色也不使我们变黑,不像热物通过产生与其自身同名的情态而加热;因为即使黑色凝聚观看的视觉,白色离散它,但它们并不产生与其自身同名的情态,正如我们所说热物使之热、甜物使之甜那样);情态性性质的另一种、即第三种物种,是既由情态而生又产生情态者,如肉汤的甜(因为这既由情态即调味而生,又在味觉中产生情态)。而情态则是通向情态性性质的道路。
- 3.2τῶν ὧν εἰσιν εἰκόνες
省去先行词的关系代词从句结构:冠词/先行词 τῶν [πραγμάτων] 作为比较属格,由表劣等比较的谓语形容词 ὑφειμέναι(“低于……”)所支配;而关系代词 ὧν 则由从句内部的名词 εἰκόνες 支配(“作为……的影像”)。
- 3.2οὐσίαι εἰσί
系动词 εἰσί 与表语名词 οὐσίαι(阴性复数)及中性复数主语 ταῦτα(单纯意义上的能力与无能力)相一致,此为主语为中性复数名词但在复数表语名词影响下采用复数动词的句式。
