← 埃利亚斯

亚里士多德《范畴篇》注释

§221.1-221.32

质的题名根据与具质者的三种含义

埃利亚斯讨论了质的标题之缘由,梳理了“具有某种性质者”的三种含义(质本身、接受者、二者结合),并就标题与描摹中的语序差异,以及分有与关系者之间的冲突提出了疑难与两种解答。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1#2

καὶ λέγομεν ὅτι ἡ ποιότης δι’ ἑαυτὴν ἐπιγέγραπται οὕτως, αἱ δὲ ἄλλαι οὐ δι’ ἑαυτὰς ἀλλὰ διὰ τὴν ποιότητα· καὶ ἡ οὐσιότης γὰρ καὶ ἡ ποσότης ποιότης, ἐπειδὴ πᾶς χαρακτὴρ ποιότητος. δεῖ δὲ εἰδέναι ὅτι τρία σημαίνει τὸ ποιὸν παρὰ τῷ Ἀριστοτέλει, τὴν ποιότητα αὐτήν, τὴν κατηγορίαν, ὅτε λέγει ὅτι ὑπάρχει τῷ ποιῷ τὸ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον καὶ τὰ ἐναντία, ἀλλὰ καὶ τὸ δεδεγμένον, τοῦτ’ ἔστι τὸ πεποιωμένον, ὅτε λέγει ποιότητα λέγω καθ’ ἣν ποιοί τινες λέγονται (τὸ γὰρ ποιὸν τὸ δεδεγμένον σημαίνει τὸν χαρακτῆρα· ἔστι γὰρ ἐν ἑκάστῃ κατηγορίᾳ χαρακτήρ, πᾶς δὲ χαρακτὴρ ποιότητος ἴδιον), ἢ τὸ συναμφότερον, ὅτε καὶ τῶν πρός τι· εἰ μὴ γὰρ τὰ ἀμφότερά τις νοήσει, τὸ δεδεγμένον, τοῦτ’ ἔστι τὸ πεποιωμένον, ἅμα τῇ ποιότητι, οὐ δύναται εἰπεῖν αὐτὰ τῶν πρός τι. ἐφ’ οἷς καὶ ἀποροῦσιν ὅτι διὰ τί ἐν τῇ ἐπιγραφῇ τὸ ποιὸν τῆς ποιότητος προέταξε. καὶ λέγομεν ὅτι ὡς σαφέστερον· σαφέστερον γὰρ τὸ δεδεγμένον αὐτῆς τῆς ποιότητος. πάλιν ἀποροῦσι διὰ τί ἐν ταῖς ὑπογραφαῖς προέταξε τὴν ὑπογραφὴν τῆς ποιότητος τῆς ὑπογραφῆς τοῦ ποιοῦ. καὶ λέγομεν ὅτι εὐλόγως· σαφεστέρα γὰρ ἡ ὑπογραφὴ τῆς ποιότητος ὡς ἐκ τοῦ πεποιωμένου γενομένη τῆς ὑπογραφῆς τοῦ ποιοῦ ἐκ τῆς ποιότητος γενομένης ἀσαφεστέρας οὔσης.1 ἔστι δὲ καὶ ἄλλη τις ἀπορία· ἐπειδὴ ἀνωτέρω ἐλέγομεν ἐπὶ τῶν πρός τι μὴ εἶναι μετέχον καὶ μετεχόμενον, ἐπειδὴ τὰ πρός τι ἀντίκειται ἀλλήλοις, πῶς λέγομεν ἐπὶ ποιότητος πρός τι, ἐπειδὴ ἡ ποιότης πεποιωμένου ποιότης καὶ τὸ ἀνάπαλιν; μετέχει γὰρ τὸ πεποιωμένον τῆς ποιότητος. ἔστι δὲ καὶ ἡ λύσις αὕτη· ὅτι οὔτε ἡ ποιότης2 ποτὲ κυρίως πρός τι (καθ’ αὑτὸ γάρ), οὔτε τὸ δεδεγμένον, ἀλλὰ κυρίως πρός τι ἐπὶ ποιότητος οἷον ἡ λεύκανσις, ἡ μέλανσις, ὡς σχέσις δύο πραγμάτων οὖσα· μία γὰρ ἡ σχέσις τῶν πρός τι, ὡς εἶναι τρία, λευκότητα, λελευκωμένον, λεύκανσιν.3 καὶ οὕτως ἐπὶ πάσης ποιότητος ἀναλόγως καὶ παντὸς πράγματος. καὶ ἄλλως λυτέον· ὅτι τὸ μέσον, ἡ λεύκανσις, ἡ θέρμανσις, αὐτὸ τὸ πρός τί ἐστι, τὸ ἐκφωνούμενον αὐτὸς ὁ χαρακτὴρ τοῦ πρός τι καὶ ἡ ποιότης (πᾶς γὰρ χαρακτὴρ ποιότητος), τὰ δὲ ἄκρα, οἷον τὸ θερμαῖνον καὶ τὸ θερμαινόμενον, τὰ πρός τί εἰσι τὰ πεπονθότα τὴν σχέσιν καὶ πληθυντικῶς ἐκφωνούμενα. οὐκ ἐπὶ πάντων δὲ κεῖνται τὰ ὀνόματα. ταῦτα ἔχει ἡ πρᾶξις.

并且我们说,质由于自身之故被如此命名标题,而其余诸范畴不是由于自身,而是由于质之故被命名标题;因为实体性与量性也是质,既然一切特征都属于质。但必须知道,在亚里士多德那里,“具有某种性质者”意谓三件事:质本身,即范畴,这发生在他声称容纳更多与更少以及容纳对立者属于具有某种性质者之时;但也意谓接受者,即被赋予性质者,这发生在他声称“所谓质,我是指依其事物被称为具有某种性质的那种东西”之时(因为“具有某种性质者”意谓接受了特征者;因为在每一个范畴中都存在特征,而一切特征都是质所特有的);抑或是二者的结合,此时它也属于关系者;因为若非有人将两者一并把握——即接受者,也就是被赋予性质者,连同质——他就无法声称它们属于关系者。针对这些问题,他们也提出疑难:为何在标题中他将具有某种性质者置于质之前?并且我们说,是因为它更为明了;因为接受者比起质本身更为明了。他们再次提出疑难:为何在诸描摹中他将质的描摹置于具有某种性质者的描摹之前?并且我们说,这是合乎情理的;因为质的描摹是从被赋予性质者出发形成的,因而比起从质出发形成且更为晦涩的具有某种性质者的描摹更为明了。此外还有另一个疑难:既然我们上文在论及关系者时曾说并不存在分有者与被分有者(因为关系者彼此相对立),那么在质的情形中,我们怎么因为质是被赋予性质者的质、反之亦然,而说是关系者呢?因为被赋予性质者分有了质。而这一解答也是如此:即质本身从来不是严格意义上的关系者(因为它是依其自身的),接受者也不是,而质的情形中严格意义上的关系者,乃是诸如白化、黑化之类,作为两件事物的关系而存在;因为关系者的关系是单一的,以致存在三者:白、被变白者、白化。由此类推于一切质以及一切事物。亦当以另一种方式解答:中项即白化、加热,乃是关系者本身,作为关系者的特征本身与质而被宣明(因为一切特征都属于质),而两端,比如加热者与被加热者,乃是承受了关系且以复数形式被宣明的诸关系者。然而并不是在所有情形下都确立了名称。本讲课包含这些内容。

语法注3 条
  1. 3.1τῆς ὑπογραφῆς τοῦ ποιοῦ ἐκ τῆς ποιότητος γενομένης ἀσαφεστέρας οὔσης

    名词短语 τῆς ὑπογραφῆς τοῦ ποιοῦ(具有某种性质者的描摹)由前文的比较级 σαφεστέρα(更为明了)支配,作比较属格。其后紧跟的 ἐκ τῆς ποιότητος γενομένης ἀσαφεστέρας οὔσης 为修饰该短语的属格分词结构(表限定或伴随原因),整体构成“[比]源于质因而更为晦涩的具有某种性质者的描摹[更为明了]”的比较句骨架。

  2. 3.1τὸ μέσον, ἡ λεύκανσις, ἡ θέρμανσις, αὐτὸ τὸ πρός τί ἐστι, τὸ ἐκφωνούμενον αὐτὸς ὁ χαρακτὴρ τοῦ πρός τι καὶ ἡ ποιότης

    主语为 τὸ μέσον(中项),同位语示例 ἡ λεύκανσις, ἡ θέρμανσις 插入其后。谓语部分为 αὐτὸ τὸ πρός τί ἐστι(乃是关系者本身)。逗号后的名词化分词 τὸ ἐκφωνούμενον(被宣明者)充当主语或谓语的同位语,其后的 αὐτὸς ὁ χαρακτὴρ τοῦ πρός τι καὶ ἡ ποιότης(关系者自身的特征与质)则作为其谓语性或解释性的同位成分。

  3. 3.1ὡς εἶναι τρία, λευκότητα, λελευκωμένον, λεύκανσιν

    连词 ὡς 后接不定词 εἶναι,引导表示结果的从句(“以致有……”)。其后的宾格词 λευκότητα, λελευκωμένον, λεύκανσιν 与不定词的宾格主语(或补足语)τρία(三者)构成同位语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:221.1-221.32