← 埃利亚斯

亚里士多德《范畴篇》注释

§220.2-221.1

质的定义与其位列第四的五个原因

本节针对亚里士多德《范畴篇》第8章开头(8b25)关于质的定义,提出考察“质”范畴所需的四个要点,阐述了其位列第四(继实体、数量、关系之后)的五个原因,并引出关于该章标题的第二个要点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1#1

" Ποιότητα δὲ λέγω καθ’ ἣν ποιοί τινες λέγονται." Τέσσαρα δὲ κεφάλαια τῆς παρούσης κατηγορίας δεῖ προλαβεῖν, πρῶτον μὲν τὴν τάξιν τῆς ποιότητος τὴν πρὸς τὰς λοιπὰς κατηγορίας, δεύτερον τὴν αἰτίαν τῆς ἐπιγραφῆς, τρίτον τὴν διαίρεσιν αὐτῆς, τέταρτον τὴν τάξιν τῶν διαιρεθέντων εἰδῶν, ὧν ἡ παροῦσα 〈πρᾶξις〉 δύο τὰ πρῶτα παραδίδωσι,1 τὴν τάξιν καὶ τὴν ἐπιγραφήν. διὰ τί τοίνυν τετάρτην εἴληφε τάξιν μετὰ τὴν οὐσίαν καὶ τὸ ποσὸν καὶ τὰ πρός τι; καὶ λέγομεν τούτου πέντε αἰτίας. πρώτην μέν· αὕτη μόνη ἔλειπεν ἐν ταῖς ἁπλαῖς κατηγορίαις καὶ ἔδει περὶ ταύτης μετ’ ἐκείνας διαλαβεῖν. δευτέρα αἰτία· ὅτι ἐδεήθη τῶν πρός τι ἡ ποιότης ἐν οἰκείᾳ ἐπιγραφῇ αὐτῆς, προσεχῶς δὲ περὶ τῶν πρός τι διελεγόμεθα, εἰκότως μετὰ τὰ πρός τι περὶ αὐτῆς διαλέγεται· ἐπιγέγραπται γὰρ Περὶ ποιοῦ καὶ ποιότητος, ἅπερ εἰσὶ τῶν πρός τι· ἡ γὰρ ποιότης πεποιωμένου ποιότης καὶ τὸ πεποιωμένον ποιότητι πεποιωμένον. πῶς δὲ τῶν πρός τι ἡ ποιότης νοηθείη, ἐν τοῖς ἑξῆς ῥηθήσεται. διὸ καὶ νόμῳ τῶν πρός τι δι’ ἀλλήλων αὐτὰ ὑπογράφει, τὸ ποιὸν διὰ τῆς ποιότητος καὶ τὴν ποιότητα διὰ τοῦ ποιοῦ· μόνων γὰρ τῶν πρός τι ἴδιον τὸ δι’ ἀλλήλων ὑπογράφεσθαι. τρίτη αἰτία, ὅτι ἔδει λοιπὸν καὶ περὶ τῆς ποιότητος διαλαβεῖν μετὰ τρεῖς κατηγορίας διὰ τοὺς λέγοντας μὴ εἶναι φύσει τὰς ποιότητας, ἀλλὰ τῇ θέσει τῶν ἀτόμων ἕπεσθαι, κατὰ τοὺς λέγοντας ‘νόμῳ γλυκύ, νόμῳ πικρόν’. τετάρτη αἰτία, ὅτι ἔδει περὶ ποιότητος διαλαβεῖν ὡς ἐπειγούσης τῆς ζητήσεως2 διὰ τοὺς λέγοντας μὴ εἶναι καθ’ αὑτὰς τὰς ποιότητας, ἀλλ’ ἐν τῇ πρὸς ἕτερον σχέσει τὸ εἶναι ἔχειν· τὸ γὰρ μέλι οὐ καθ’ αὑτὸ γλυκύ, φασίν, ἀλλὰ πρὸς τὸν ὑγιαίνοντα (τῷ γὰρ ἰκτερικῷ πικρὸν φαίνεται), τὸ πῦρ οὐ καθ’ αὑτὸ θερμόν (οὐ γὰρ πᾶσι θερμόν· οὐ δήπου γὰρ καὶ τῇ σαλαμάνδρᾳ), οὐδὲ ὁ ἥλιος πᾶσι φωτεινός· ταῖς γὰρ νυκτερίσι σκοτεινὸς δοκεῖ εἶναι. πέμπτη αἰτία, ὅτι ἔδει καὶ περὶ τῆς ποιότητος συντόμως διαλαβεῖν δι’ Ἀντισθένην καὶ τοὺς περὶ αὐτὸν λέγοντας ‘ἄνθρωπον ὁρῶ, ἀνθρωπότητα δὲ οὐχ ὁρῶ’, ὡς ἀναιροῦντας τὴν ἁπλῶς ποιότητα.3 ἐν οἷς τὸ πρῶτον κεφάλαιον. Δεύτερον δὲ κεφάλαιον ἡ αἰτία τῆς ἐπιγραφῆς, διὰ τί Περὶ ποιοῦ καὶ ποιότητος ἐπέγραψεν ἐνταῦθα μόνον, ἐπὶ ἄλλων δὲ οὐχ οὕτως ἐπέγραψεν, οἷον Περὶ οὐσίας καὶ οὐσιότητος καὶ Περὶ ποσοῦ καὶ ποσότητος.

“所谓质,我是指事物依之被称为具有某种性质的那种东西。” 关于当前的范畴,必须预先把握四个要点:第一,质相对于其余诸范畴的次序;第二,标题的缘由;第三,它的划分;第四,被划分出来的诸种的次序;本讲课传授其中最初的两个,即序列与标题。那么,为什么它在实体、数量和关系者之后占据了第四位呢?对于此我们提出了五个原因。第一:在单纯诸范畴中只剩下了这一个,因而在那些范畴之后必须论述它。第二个原因:因为质在其特有的标题中需要关系者,而我们刚才论述了关系者,所以在关系者之后论述它乃是理所当然的;因为它的标题是《论具有某种性质者与质》,而它们是属于关系者的;因为质是被赋予性质者的质,而被赋予性质者是由质所赋予性质的。但质如何能被理解为属于关系者,将在下文说明。因此,根据关系者的法则,他也通过彼此来描摹它们:通过质描摹具有某种性质者,通过具有某种性质者描摹质;因为唯独关系者才具有通过彼此来被描摹的特有属性。第三个原因:在三个范畴之后亦须论述质,是因为那些声称诸性质并非出于本性存在,而是随原子的位置而生的人,正如那些声称“约定为甜,约定为苦”的人。第四个原因:鉴于探求紧迫而必须论述质,是因为那些声称诸性质并非依其自身存在,而是在向着另一者的关系中拥有存在的人;因为他们说,蜂蜜并非依其自身为甜,而是相对于健康者而言(因为在黄疸病人看来它是苦的),火并非依其自身为热(因为并非对一切事物都热;绝不至于对蝾螈也是热的),太阳也并非对一切事物都是光明的(因为在蝙蝠看来它是昏暗的)。第五个原因:必须毫不迟延地论述质,是因为安提斯泰尼及其同道声称“我看见人,却看不见人性”,从而取消了无条件意义上的质。第一要点就包含在这些内容之中。第二要点是标题的缘由:为什么他唯独在此处题作《论具有某种性质者与质》,而在其他范畴上却不曾这样题作,比如《论实体与实体性》以及《论量与量性》。

语法注3 条
  1. 3.1ὧν ἡ παροῦσα 〈πρᾶξις〉 δύο τὰ πρῶτα παραδίδωσι

    属格关系代词 ὧν 是部分属格,先行词为前文的四个要点(τέσσαρα κεφάλαια),修饰主句的直接宾语 δύο τὰ πρῶτα(“最初两个”)。校勘所补入的 〈πρᾶξις〉 为句子的主语。

  2. 3.1ὡς ἐπειγούσης τῆς ζητήσεως

    连词 ὡς 引导的属格绝对结构,用作主句谓语 ἔδει(“必须”)的主观/语境原因说明,意为“鉴于探求是紧迫的”。

  3. 3.1ὡς ἀναιροῦντας τὴν ἁπλῶς ποιότητα

    与介词 διά 的宾语(Ἀντισθένην καὶ τοὺς περὶ αὐτόν)同格的宾格分词。小词 ὡς 引出其归罪的理由或主张的实质后果,意为“作为取消了无条件意义上的质的人”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:220.2-221.1