- 底本
- Elias, Eliae (Olim Davidis) In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 107-255. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:218.13-219.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德提出的疑难(8a28),讨论了亚历山大的质疑及其替代性解决,以及埃利亚斯的反驳和阿摩尼乌斯学派的观点。随后介绍了叙利亚努对柏拉图与亚里士多德定义的调和,最后阐述了亚里士多德审慎的治学态度以及进行哲学探讨(质疑)本身的价值。
Ἀπορεῖ δὲ ὁ Ἀλέξανδρος πρὸς ταῦτα ὅτι παρὰ θύρας προῆλθεν ἡ λύσις τῆς ἀπορίας·1 ἠπορήθη γὰρ ἐπὶ τῆς ἁπλῶς κεφαλῆς, λέλεκται δὲ ἐπὶ τῆς τινὸς κεφαλῆς· ἀνωτέρω γὰρ ἐλέγετο ὅτι ἡ κεφαλὴ ζῴου κεφαλή, νῦν δὲ ἐπὶ τῆς ὁρωμένης κεφαλῆς λέλυται, ἥτις ἐστὶν ἐπὶ μέρους· ἡ γὰρ καθόλου κεφαλὴ ἀόρατος. διὸ αὐτὸς λέγει λύσιν ἄλλην· φησὶ γὰρ ὅτι ‘συλλέλυταί μοι καὶ τὸ πρῶτον, ὃ ἐπὶ τῆς ὁρωμένης κεφαλῆς λέλυται, ἥτις ἐστὶν ἐπὶ μέρους· εἰ γὰρ ἡ τὶς κεφαλὴ μή ἐστι τῶν πρός τι, οὐδὲ ἡ ἁπλῶς κεφαλὴ τῶν πρός τι (ὅσα γὰρ τῶν ἐπάνω κατηγορεῖται, καὶ τῶν ὑποκάτω), καὶ εἰ ἡ ἁπλῶς κεφαλὴ οὐκ ἔστι τῶν πρός τι, οὐδὲ ἡ τὶς κεφαλὴ διὰ τὴν αὐτὴν αἰτίαν’. καί φαμεν ἡμεῖς πρὸς τὸν Ἀλέξανδρον ὅτι ὅσον ἀπὸ λύσεώς σου2 οὐκ ἔσται ἓν σημαινόμενον τῶν πρός τι τὸ διὰ τὴν πρὸς τὸ γένος ἀναφοράν, ὃ ἀνωτέρω ἡμῖν δέδεικται· δυνατὸν γὰρ τῷ μὲν μερικῷ μὴ ὑπάρχειν, τῷ δὲ καθόλου ὑπάρχειν, οἷον ἡ τὶς γραμματική, μὴ οὖσα τῶν πρός τι δι’ ἑαυτήν, διὰ τὸ γένος τῶν πρός τι λέγεται εἶναι. τί οὖν ἄτοπον τὴν τινὰ μὲν κεφαλὴν μὴ εἶναι τῶν πρός τι, τὴν δὲ καθόλου τῶν πρός τι εἶναι; οἱ περὶ Ἀμμώνιον δέ φασιν ὅτι οὐδὲ ἐπὶ τῆς ἁπλῶς δυνατὸν εἰπεῖν τίνος ἐστὶ κεφαλὴ ἐπὶ τῶν ὁμοίων ζῴων, λύκου καὶ κυνός, φάττης καὶ περιστερᾶς· ἄδηλον γὰρ τίνος διὰ τὴν πολλὴν ὁμοιότητα. καὶ ταῦτα μὲν ἐν τούτοις. Ὁ μέντοι κριτικώτατος Συριανός φησιν ὅτι οὐδὲν διαφέρει ἡ πρώτη ὑπογραφὴ δευτέρας, ἀλλ’ ἡ ἐξήγησίς ἐστιν ἑτέρα τῆς ἑτέρας· διὰ τί γὰρ τὰ πρός τι ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται; ἐπειδὴ τὸ εἶναι ἔχει ἐν τῇ πρὸς ἕτερον σχέσει. καὶ διὰ τί ἃ τὸ εἶναι ἔχει ἐν τῇ πρὸς ἕτερον σχέσει; ἐπειδὴ αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται. ἀλλ’ εἰ ἄρα σαφεστέρα ἡ Πλατωνική, ἐπειδὴ πρόσκειται τὸ λέγεται, ἀσαφεστέρα δὲ ἡ Ἀριστοτελική. * * ἐπ’ ἀμφοτέρων τῶν ὅρων ληπτέον τῆς Πλατωνικῆς καὶ τῆς Ἀριστοτελικῆς ἢ ἐπὶ ἑνὸς ὅρου τὸ λέγεται3 [ἐπὶ δὲ τῆς Ἀριστοτελικῆς οὐχ οὕτως]· οἷον πρός τί ἐστιν ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται ἵνα λαμβάνῃς ἐπὶ ἑνὸς ὅρου, οἷον κεφαλῆς καὶ ζῴου, τὴν μὲν κεφαλὴν τυχὸν τινὸς λαμβάνεις, οὐκέτι δὲ καὶ τὸ πρὸς ὃ λέγεται ἀξιοῖς πρὸς τὴν κεφαλὴν λέγεσθαι. εἰ δὲ τὸ λέγεται ἐπὶ τῶν δύο ὅρων νοηθῇ ἔχουσα ἡ ὑπογραφὴ τοῦ Πλάτωνος, οὐχ ἕπεται αὐτῇ οὐδὲν ἄτοπον. ἀλλὰ καὶ τῇ Ἀριστοτελικῇ ἄτοπον ἕπεται ὑπογραφῇ, εἰ ἐπὶ ἑνὸς ὅρου ληφθείη μόνον ἡ ἀπόδοσις. οὐδὲν δέ φησιν ὁ Ἀριστοτέλης ὅτι φαύλη πάντῃ ἡ ὑπογραφὴ τοῦ Πλάτωνος· μέλλων γὰρ ἀνθορίζεσθαί φησιν οὕτως· εἰ μὲν οὖν ἱκανῶς ἔχει ὁ τῶν πρός τι ὁρισμός, ἢ χαλεπὸν ἢ ἀδύνατον λῦσαι τὴν ἀπορίαν· ἐὰν γὰρ καλῶς ἔχῃ, φησίν, ἡ Πλατωνικὴ ὑπογραφὴ καὶ καθ’ αὑτὴν γένηται ἡ ἀπόδοσις ὡς ἐπὶ ὅλου καὶ μέρους, χαλεπὴ μὲν ἡ λύσις, οὐκ ἀδύνατος δὲ διὰ τοὺς προσδιορισμοὺς δι’ αὑτοὺς χαλεπούς, τὸ καθ’ αὑτὸ καὶ οὐ καθ’ αὑτό, εἰ δὲ κατὰ συμβεβηκὸς γένηται ἡ ἀπόδοσις, ἵνα ἡ κεφαλὴ ὡς κεφαλὴ τοῦ ζῴου ὡς ζῴου εἴη κεφαλή, ἀδύνατον λῦσαι τὴν ἀπορίαν. διὸ καὶ εὐγνωμόνως ἐπάγει λέγων ὅτι οὐ δεῖ περὶ τῶν τοιούτων προπετῶς ἀποφαίνεσθαι καὶ κατατρέχειν τῶν παλαιῶν μὴ πολλὰ ἐπεσκεμμένον· ἄμεινον γὰρ τεχνικῶς ἀπορεῖν ἢ ψευδῶς λύειν· ἐνιαχοῦ γὰρ καὶ μέχρι τῆς ἀπορίας δεῖ ἵστασθαι καὶ μὴ βιάζεσθαι πάντως λέγειν λύσιν. ἀλλ’ ἵνα μή τις εἴπῃ ὅτι ματαιοπονοῦμεν ἀποροῦντες καὶ μὴ ἐπιλυόμενοι, οὐδὲ αὐτό φησι τὸ διαπορεῖν καθ’ αὑτὸ ἄχρηστον· ἡ γὰρ ἀπορία ὁδός ἐστιν εἰς εὐπορίαν, δριμυτέραν καὶ πλατυτέραν ποιοῦσα τὴν ψυχὴν πρὸς ὑποδοχὴν πλειόνων, ὡς ἐπὶ τῶν πυρεκβόλων λίθων τῶν διὰ τῆς παρατρίψεως φῶς ἀφιέντων· καὶ ἡ ψυχὴ γὰρ θλιβομένη διὰ τῶν ἐφ’ ἑκάτερα κινήσεων καὶ ἐπιχειρήσεων ἀπογεννᾷ τὸ τῆς ἀληθείας φῶς· τὸ γὰρ μηδὲ ὅλως ἀπορεῖν ἢ θεοῦ τοῦ πάντα εἰδότος ἢ λίθου τοῦ μηδὲν εἰδότος. ταῦτα περὶ τῶν πρός τι. ἐν οἷς καὶ ἡ παροῦσα πρᾶξις.
然而亚历山大对此提出了疑问,说疑难的解决走出了门外[偏离了靶心];因为疑难是针对无条件意义上的头提出来的,所讨论的却针对某个特定的头;因为先前曾说头是动物的头,现在〔疑难〕却针对被看到的头——即个别的头——得到了解决;因为普遍的头是不可见的。因此他自己提出了另一种解决办法;他说:“通过那针对被看到的、个别的头而得到解决的事项,对我而言最初的事项也同时得到了解决;因为如果某个特定的头不属于关系者,那么无条件意义上的头也不属于关系者(因为凡是表述上位概念的,也表述下位概念),而且如果无条件意义上的头不属于关系者,出于同样的原因,某个特定的头也不属于关系者。”针对亚历山大,我们指出,就你的解决办法而言,基于与属相关的关系者的一种涵义将不复存在,这在前面已经由我们证明;因为某物可能不属于个别者,却属于普遍者,例如某种特定的语法本身不属于关系者,却通过其所属的属而被说是属于关系者的。那么,某个特定的头不属于关系者,而普遍的头属于关系者,这又有何荒谬呢? 阿摩尼乌斯派学者则说,在相似的动物(如狼与狗、斑鸠与鸽子)的情形中,即便是对于无条件意义上的头,也不可能说出它是谁的头;因为由于高度的相似性,它是谁的头乃是不清楚的。关于这些就谈到这里。 然而最敏锐的叙利亚努指出,第一种描述与第二种描述毫无区别,而是其中一种是另一种的解释;因为,为什么关系者是那些其本身正是其所是之物就被说是属于其他事物的一切事物呢?是因为它们在向着另一者的关系中拥有存在。又为什么那些在向着另一者的关系中拥有存在之物[被称为关系者]呢?是因为它们其本身正是其所是之物就被说是属于其他事物。然而如果真有〔区别〕的话,柏拉图式的描述更为清晰,因为附加了‘被说’一词,而亚里士多德式的描述则较不清晰。[……]究竟应当在柏拉图式和亚里士多德式的两项中都采纳,还是仅在一项中采纳‘被说’[而在亚里士多德式中并非如此];例如关系者是那些其本身正是其所是之物就被说是属于其他事物的一切事物,以便你在单单一项上(例如头与动物)采纳它,你或许将头视作属于某物的,却不再认为其相关项也被相对于头而说。但如果柏拉图的描述被理解为在两个项上都包含‘被说’,就不会有任何荒谬伴随它而来。相反,如果在亚里士多德式的描述中对应关系也仅在单单一项上被采纳,同样会伴随荒谬而来。 亚里士多德绝未说柏拉图的描述完全拙劣;因为他正要作出对立定义时是这样说的:“因此,如果关于关系者的定义是充分的,那么解决这一疑难要么是困难的,要么是不可能的。”他说,因为如果柏拉图式的描述是正确的,并且对应关系是像整体与部分那样按自身产生的,那么解决方案虽然困难,但并非不可能,这困难是由于‘按自身’与‘非按自身’这些本身困难的限制词所致;但如果对应关系是按偶性产生的,以至于作为头的头成为作为动物的动物的头,那么解决这一疑难就是不可能的。因此他也公正地补充说,关于这类事情不应鲁莽下定论,也不应在未经深思熟虑的情况下攻击古人;因为合乎技艺地提出疑问,胜过作出虚假的解决;因为在某些情况下,人们甚至应当停留于疑问处,而不必强求一定要说出一个解答。然而,为了防止有人说我们在产生疑问却不予解决中徒劳无功,他指出,深思疑问本身按其自身并非无用;因为疑难是通向丰足解答的途径,它使灵魂变得更敏锐、更开阔以容纳更多事物,如同通过摩擦而发光的燧石一般;因为灵魂在受到来自两方面的运动与论证的挤压时,也会产生真理之光;因为全然不产生疑问,要么属于无所不知的神,要么属于一无所知的一块石头。 关于关系者就讲这些。当前的讲课也到此为止。
- 2.25παρὰ θύρας προῆλθεν ἡ λύσις τῆς ἀπορίας
παρὰ θύρας προῆλθεν 是一句习语,字面意为“走出了门外”,引申指“偏离了靶心”或“离题、走入了歧途”。其语法主语是 ἡ λύσις τῆς ἀπορίας(疑难的解决)。
- 2.25ὅσον ἀπὸ λύσεώς σου
介词短语 ὅσον ἀπό 接属格构成限定性副词短语,意为“从……来看”或“就……而言”。这里的 σου 指亚历山大。
- 2.25ἐπ’ ἀμφοτέρων τῶν ὅρων ληπτέον τῆς Πλατωνικῆς καὶ τῆς Ἀριστοτελικῆς ἢ ἐπὶ ἑνὸς ὅρου τὸ λέγεται
使用动名词形容词 ληπτέον(应当采纳)的无人称结构,以中性冠词引导的宾格短语 τὸ λέγεται(‘被说’这一表述)为直接宾语。尽管文本中存在脱文( ),但通过析取连词 ἤ 构成了在两个项中都采纳(ἐπ’ ἀμφοτέρων τῶν ὅρων)还是仅在单单一项中采纳(ἐπὶ ἑνὸς ὅρου)的二者择一结构。
