- 底本
- Elias, Eliae (Olim Davidis) In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 107-255. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:216.32-218.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯注解了亚里士多德对关系者提出的对立定义(8a28),阐释了由此推导出的三个推论(不可能知其一而不知其二、不可能精确知其一而粗略知其二、不可能普遍知其一而个别知其二),从而证明头或手等实体部分按自身而言并非关系者,并驳斥了相关异议。
" Εἰ μὲν οὖν ἱκανῶς ἔχει ὁ τῶν πρός τι ὁρισμός, ἢ τῶν χαλεπῶν ἢ τῶν ἀδυνάτων λῦσαι τὴν ἀπορίαν." Καταψηφισάμενος ὁ Ἀριστοτέλης τῆς Πλατωνικῆς ὑπογραφῆς τῶν πρός τι, διότι τὸ ζῷον καὶ τὴν κεφαλήν, πλοῖον καὶ πηδάλιον, πτερὸν καὶ ὄρνιθα τῶν πρός τι ἐποίει, οὐσίας ὄντα, αὐτὸς νῦν ἀνθορίζεται λέγων ὅτι πρός τί ἐστιν οἷς τὸ εἶναι ταὐτόν ἐστι τῷ πρός τί πως ἔχειν, τοῦτ’ ἔστιν οἷς τὸ εἶναι ἐστιν 〈ἡ〉 πρὸς ἕτερον σχέσις. καὶ μὴ θαυμάσῃς εἰ τὸ ἕτερον διὰ τοῦ ἑτέρου ὑπογράφει· τὴν γὰρ σχέσιν διὰ τῶν ἐχόντων τὴν σχέσιν ὑπογράφει· μόνα γὰρ τὰ πρός τι δι’ ἀλλήλων ὑπογράφεται· ὁ γὰρ εἰδὼς ἓν τῶν πρός τι τὴν οὐσίαν αὐτοῦ οἶδεν, ὁ τὴν οὐσίαν αὐτοῦ εἰδὼς τὴν πρὸς ἕτερον αὐτοῦ σχέσιν οἶδεν· ὁ ἄρα ἓν τῶν πρός τι εἰδὼς τὴν πρὸς ἕτερον αὐτοῦ σχέσιν οἶδε. δεῖ δὲ εἰδέναι ταῦτα, ὅτι οὐχ ἕπεται τῇ ὑπογραφῇ τὴν οὐσίαν πρός τι ποιεῖν, ὡς τῇ Πλατωνικῇ εἵπετο τὴν κεφαλὴν καὶ τὸ ζῷον τῶν πρός τι λέγειν. τοῦτο οὐχ ἕπεται τῇ Ἀριστοτελικῇ ὑπογραφῇ· εἰ γὰρ πρός τί εἰσιν οἷς τὸ εἶναι ἡ πρὸς ἕτερον σχέσις, τὰ δὲ πράγματα τὸ εἶναι ἔχει ἐν τῷ καθ’ αὑτὸ καὶ οὐκ ἐν τῷ πρὸς ἕτερον λέγεσθαι, ἡ κεφαλὴ καὶ τὸ ζῷον οὐ πρός τι· ποιεῖ γὰρ ταύτην οὐ κεφαλὴν τὸ οὗ ἐστι κεφαλή1 (ἔστι γὰρ κεφαλὴ καὶ μὴ ὄντος τοῦ λοιποῦ σώματος), ἀλλὰ μέρος μόνον· τὸ γὰρ μέρος καὶ τὸ ὅλον τῶν πρός τι. συμβέβηκε δὲ τὸ μέρος ἐκεῖνο κεφαλὴν εἶναι τὸ δὲ ὅλον ζῷον. κατὰ συμβεβηκὸς οὖν ἡ κεφαλὴ καὶ τὸ ζῷον τῶν πρός τι· ὡς μέρος γὰρ καὶ ὅλον, καὶ οὐχ ὡς κεφαλὴ καὶ ζῷον. καὶ ταῦτα μὲν ἡμεῖς προληπτικώτερον. ὁ μέντοι Ἀριστοτέλης πορίσματα συνάγει ἐκ τῶν προαποδεδειγμένων· εἰ γὰρ πρός τι, φησίν, ἐστὶν οἷς τὸ εἶναί ἐστιν ἡ πρὸς ἕτερον σχέσις, τρία ταῦτα ἕπεται πορίσματα· οὐκ ἔστι γὰρ ἐπὶ τῶν πρός τι τὸ μὲν εἰδέναι τὸ δὲ ἀγνοεῖν· οἷον ἐὰν οἶδα τὸν πατέρα ὡς πατέρα, οἶδα καὶ τὸν υἱὸν ὡς υἱὸν καὶ τὸ ἀνάπαλιν· οὐ γὰρ δυνατὸν εἰδέναι μὲν τὸν πατέρα ὡς πατέρα τὸν δὲ υἱὸν 〈ὡς υἱὸν〉 ἀγνοεῖν. εἰ γὰρ τοῦτο δυνατόν, ἔξεστί μοι τὴν ὕλην τὴν χειρίστην πασῶν, ὡς τρύγα, καλλίονα εἰπεῖν, μὴ ἀπαιτουμένῳ εἰπεῖν τίνος ἐστὶ καλλίων. τοῦτο πρῶτον. δεύτερον δὲ ὅτι ἐπὶ τῶν πρός τι οὐκ ἔστι τὸ μὲν ἀκριβῶς εἰδέναι τὸ δὲ παχυμερῶς,2 μὴ ἵνα τὸν μὲν πατέρα οἶδέ τις ἀκριβῶς, τὸν δὲ υἱὸν παχυμερῶς. τρίτον οὐκ ἔστιν ἐπὶ τῶν πρός τι τὸ μὲν εἰδέναι κατὰ τὸν καθόλου λόγον τὸ δὲ κατὰ τὸν ἐπὶ μέρους, ἀλλ’ ἢ ἀμφότερα κατὰ τὸν καθόλου ἢ ἀμφότερα κατὰ τὸν ἐπὶ μέρους, ὡς ἐπὶ διπλασίου καὶ ἡμίσεος, μὴ ἵνα τὸ μὲν διπλάσιον οἶδας κατὰ τὸν καθόλου λόγον ὅτι διπλάσιόν ἐστι τὸ ἔχον ἥμισυ, οἷον ἐὰν ᾖ, τὸ δὲ ἥμισυ ἵνα οἶδας κατὰ τὸν ἐπὶ μέρους λόγον ὡς δεύτερον ἢ τέταρτον. τούτων οὕτως προληφθέντων ἡ κεφαλὴ καὶ τὸ ζῷον οὐκ εἰσι τῶν πρός τι· εἰ γὰρ οὐκ ἔστιν ἐπὶ τῶν πρός τι τὸ μὲν εἰδέναι τὸ δὲ ἀγνοεῖν, τὴν δὲ κεφαλὴν δύναμαι εἰδέναι ἀγνοουμένου οὗ ἐστι κεφαλὴ διὰ τὸ ἐγκεκαλύφθαι τὸ λοιπὸν σῶμα, ὃ πέπονθεν Ἠλέκτρα ἐπὶ τοῦ Ὀρέστου * *. καὶ τὸ αὐτὸ ἔστιν εἰπεῖν ἐπὶ τοῦ προτείνοντος τὴν χεῖρα ἐγκεκαλυμμένου δὲ τὸ λοιπὸν σῶμα. τινὲς πρὸς τοῦτό φασιν ὅτι εἰ μὴ οἶδα τίνος ἐστὶν ἡ κεφαλή,3 οὐδὲ εἰ κεφαλή ἐστιν οἶδα, κακῶς λέγοντες· τὴν γὰρ κεφαλὴν γινώσκομεν ἀπὸ μεγέθους, σχήματος, τριχῶν, κἂν μὴ ᾖ τὸ λοιπὸν σῶμα. ἄλλοι φασὶ ὅτι ναί, οἶδα καὶ τίνος ἐστὶ κεφαλή· οἶδα γὰρ ὅτι ἀνθρώπου. πρὸς οὓς φαμεν ὅτι τὸ λῆμμα οὐχ οὕτως ἔχει, ἵνα τὸ μὲν οἶδας ὡς μερικὸν τὸ δὲ ὡς καθόλου, τὸ δὲ λέγειν ὅτι ‘ἐὰν ἴδω κεφαλήν, οἶδα καὶ τίνος ἐστίν· ἀνθρώπου γάρ’ καθολικόν ἐστι καὶ μερικόν, διότι ἡ ὁρωμένη κεφαλὴ μερικὴ ὁ δὲ ἄνθρωπος καθόλου.
“因此,如果关于关系者的定义是充分的,那么解决这一疑难要么是困难的,要么是不可能的。” 亚里士多德谴责了柏拉图关于关系者的描述,因为它把动物与头、船与舵、翼与鸟这些实体变成了关系者;他现在亲自作出了对立定义,说关系者就是那些“对其而言存在即等同于以某种方式处于相对于某物的状态”之物,也就是说,那些“对其而言存在即是向着另一者的关系”之物。如果他通过另一方来描述这一方,你切莫惊奇;因为他是通过拥有关系的事物来描述关系的;因为唯独关系者是通过彼此而被描述的。知晓关系者之一的人知晓其实体,知晓其实体的人知晓其向着另一者的关系;因此,知晓关系者之一的人知晓其向着另一者的关系。 但应当知道这一点:使实体成为关系者并不伴随这一描述而来,正如称头与动物为关系者伴随柏拉图的描述而来那样。这并不伴随亚里士多德的描述而来。因为如果关系者是那些对其而言存在即是向着另一者的关系之物,而实际事物是在自身存在中拥有存在、而不是在相对于另一者被言说中拥有存在,那么头与动物就不是关系者。因为它是其头的那个东西,并不能使这个头成为头(因为即便其余身体不存在,头依然存在),而仅仅是使它成为部分;因为部分与整体才属于关系者。而那一处于部分地位之物是头、整体是动物,乃是偶性。因此,头与动物是按偶性属于关系者的;因为[它们之所以属于关系者]是作为部分与整体,而不是作为头与动物。 这些是我们预先提前说明的。然而亚里士多德从先前证明的前提出发得出推论:他说,如果关系者是那些对其而言存在即是向着另一者的关系之物,就会伴随以下这三个推论。因为在关系者上,不可能知道这一方却不知道另一方;例如,如果我知道父亲作为父亲,我也知道儿子作为儿子,反之亦然;因为不可能知道父亲作为父亲却不知道儿子〈作为儿子〉。如果这是可能的,那么我就能够说那所有事物中最坏的渣滓般的质料更美,而无需被要求说出它比什么更美。这是第一点。 第二点是在关系者上,不可能精确地知道这一方却粗略地知道另一方,不至于某人精确地知道父亲,却粗略地知道儿子。 第三点是在关系者上,不可能按照普遍的说明知道这一方却按照个别的说明知道另一方,而必须要么二者都按普遍的来知道,要么二者都按个别的来知道,如同在两倍与一半的例子中那样:不至于你按照普遍的说明知道两倍,即凡拥有一半者都是两倍,无论它是怎样的;而你却按照个别的说明知道一半,比如作为第二或第四。 既然这些已经这样被预先理解,头与动物就不属于关系者。因为如果在关系者上不可能知道这一方却不知道另一方,而在其余身体被遮盖因而它是其头的那个所属者不被知晓的情况下,我却能够知道头——这正是厄勒克特拉在俄瑞斯忒斯身上所经历的[……]。在某人伸出手而将其余身体遮盖的情况下,也可以说出同样的话。 有些人对此反驳说,如果我不知道头是谁的,我也不知道它是否是头;但他们说得不对。因为我们从大小、形状和毛发认识头,即便其余身体并不存在。另一些人说,是的,我也知道头是谁的,因为我知道它是人的。针对他们我们说,前提并不是这样的,即你将一方作为个别知晓,而将另一方作为普遍知晓;而说‘如果我看到一个头,我也知道它是谁的,因为它是人的’,则是普遍与个别的结合,因为被看到的头是个别的,而人是普遍的。
- 2.25ποιεῖ γὰρ ταύτην οὐ κεφαλὴν τὸ οὗ ἐστι κεφαλή
主语是关系从句 τὸ οὗ ἐστι κεφαλή(“它是其头的那个所属者”),谓语动词是 ποιεῖ,宾语是 ταύτην(“这个头”),οὐ κεφαλήν 作宾语补足语。语序发生倒装(hyperbaton),主语置于句末,否定词 οὐ 直接否定表语名词 κεφαλήν(“并非使之成为头”)。
- 2.25μὴ ἵνα τὸν μὲν πατέρα οἶδέ τις ἀκριβῶς, τὸν δὲ υἱὸν παχυμερῶς
连词短语 μὴ ἵνα 在后古典希腊语中用于引导被否定或排除的情形(“不至于……”、“并非是……”)。在此它接在主句 οὐκ ἔστιν... 之后,具体展开说明所否定的父子认知的不对称情境。
- 2.25ἀγνοουμένου οὗ ἐστι κεφαλή
这是属格独立结构(genitive absolute),其中包含先行词的关系分句 οὗ ἐστι κεφαλή(“它是其头的那个对象”)作为名词性从句充当被动分词 ἀγνοουμένου 的主语。
