← 埃利亚斯

亚里士多德《范畴篇》注释

§215.18-216.31

关于实体与关系者的疑难及定义的考察

针对亚里士多德在《范畴篇》8a13中提出的实体是否属于关系者的疑难,埃利亚斯运用实体的四分法驳斥了柏拉图对关系者的定义,从而为亚里士多德的对立定义作铺垫。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.24

" Ἔχει δὲ ἀπορίαν τινὰ ὁ λόγος, πότερον οὐδεμία οὐσία τῶν πρός τι 〈λέγεται, καθάπερ δοκεῖ〉, ἢ τοῦτο μὲν ἐνδέχεται κατά τινας." Ἤδη μὲν διέσυρεν ὁ Ἀριστοτέλης τὴν Πλατωνικὴν ὑπογραφὴν τῶν πρός τι, τὴν λέγουσαν ὅτι πρός τί ἐστιν ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται, διὰ τῶν ἀληθῶν δύο ἰδίων τῶν πρός τι, τοῦ τε πρὸς ἀντιστρέφοντα λέγεσθαι καὶ ἅμα τῇ φύσει εἶναι, ἐπὶ μὲν ζῴου καὶ κεφαλῆς, ὄρνιθος καὶ πτεροῦ, πλοίου καὶ πηδαλίου, ὡς πρός τι μὲν ὄντων μὴ ἀντιστρεφόντων δέ (καὶ τοῦτο ἰάσατο ποιήσας αὐτὰ ἐξισάζειν διὰ τῆς ὀνοματοποιίας, οὐ μὴν διωρθώσατο τὴν Πλατωνικὴν ὑπογραφήν), ἀλλὰ καὶ ἐπιστήμης καὶ ἐπιστητοῦ καὶ αἰσθήσεως καὶ αἰσθητοῦ, ὡς πρός τι μὲν ὄντων μὴ ὄντων δὲ ἅμα τῇ φύσει. ἀλλὰ τοῦτο μὲν ἐν τῇ Φυσικῇ ἐπιλύεται, τὴν μέντοι ὑπογραφὴν τοῦ Πλάτωνος 〈νῦν〉 διορθώσασθαι βούλεται· οὐ μόνον γάρ, φησίν, ὦ Πλάτων, κεφαλὴ καὶ ζῷον καὶ πηδάλιον καὶ πλοῖον καὶ πτερὸν καὶ ὄρνις οὐκ ἔστι τῶν πρός τι διὰ τὸ μὴ ἀντιστρέφειν, ἀλλ’ οὐδὲ εἰ ἀντιστρέψουσι, τῶν πρός τί εἰσι· τὰ γὰρ πρός τι συμβεβηκότα, ταῦτα δὲ οὐσίαι εἰσίν· οὐδέποτε δὲ συμβέβηκεν ἡ οὐσία κατὰ φύσιν. πρόκειται οὖν ἐνταῦθα τῷ Ἀριστοτέλει ἐκβαλεῖν τὴν Πλατωνικὴν ὑπογραφὴν καὶ εἶθ’ οὕτως εἰπεῖν τὴν αὐτῷ δοκοῦσαν. καὶ τεχνικῶς ἀμφότερα ποιεῖ δι’ ἑνὸς καὶ τοῦ αὐτοῦ λόγου· 〈διὰ μέσου γὰρ ἀπορίας τὴν Πλατωνικὴν ἐκβάλλει〉 καὶ λέγει τὴν αὐτῷ δοκοῦσαν· τίθησι γὰρ ἀπορίαν μεταξὺ τῆς Πλατωνικῆς ὑπογραφῆς καὶ τῆς αὐτῷ δοκούσης, ἑπομένην μὲν τῇ Πλατωνικῇ ὑπογραφῇ λυομένην δὲ ὑπὸ τῆς αὐτῷ δοκούσης· ᾧ δὲ ἄτοπα ἕπεται, ἐκεῖνο ἄτοπον, ᾧ δὲ οὐχ ἕπεται ἄτοπον, τοὐναντίον δὲ καὶ τὰ ἄλλοις ἑπόμενα ἄτοπα διαλύει, ἐκεῖνο ἀληθές. ἔστι δὲ ἡ ἀπορία τοιαύτη· τῆς οὐσίας τετραχῶς λεγομένης (ἡ γὰρ οὐσία ἢ πρώτη ἢ δευτέρα καὶ καθ’ ἕτερον ἢ ὅλη ἢ μέρος, πρώτη καὶ ὅλη Σωκράτης, πρώτη καὶ μέρος Σωκράτους κεφαλή, δευτέρα καὶ ὅλη ἄνθρωπος, δευτέρα καὶ μέρος ἀνθρώπου κεφαλή), τὰς μὲν τρεῖς οὐ ποιεῖ συμβεβηκότα ἡ Πλατωνικὴ ὑπογραφή, τὴν δὲ τετάρτην, τοῦτ’ ἔστι τὴν δευτέραν καὶ μέρος, συμβεβηκὸς ποιεῖ· ἡ γὰρ πρώτη καὶ ὅλη οὐκ ἔστι συμβεβηκὸς οὐδὲ πρός τι· αὕτη γὰρ ἢ μετὰ προσδιορισμοῦ λαμβάνεται ἢ χωρὶς προσδιορισμοῦ, μετὰ προσδιορισμοῦ τὶς ἄνθρωπος, χωρὶς προσδιορισμοῦ Σωκράτης· οὐδεμία δὲ τῶν πρός τι· οὐδὲ γὰρ λέγεται ὁ τὶς ἄνθρωπος τινὸς ἀνθρώπου τὶς ἄνθρωπος· τὸ γὰρ τὶς πρὸς τὸ πᾶς, οὐ πρὸς τὸ τίς, λέγεται.1 [οὐδὲ ἡ πρώτη καὶ μέρος τῶν πρός τι· οὐδὲ γὰρ λέγεται ἡ τὶς χεὶρ τινός τις χεὶρ οὐδὲ ἡ τὶς κεφαλὴ τινός τις κεφαλή· ἡ γὰρ τὶς κεφαλὴ πρὸς τὴν καθόλου κεφαλήν, οὐ πρὸς τὸ τὶ ζῷον]. οὐδὲ ἡ ἀπροσδιόριστος πρώτη καὶ ὅλη τῶν πρός τί ἐστιν· ὁ γὰρ δοῦλος ἢ ἀγρὸς οὐ λέγεται ἀνθρώπου δοῦλος ἢ ἀγρός, ἀλλὰ ἀνθρώπου κτῆμα. οὐδὲ ἡ πρώτη καὶ μέρος τῶν πρός τι· ἡ κεφαλὴ γὰρ ἢ ἡ χεὶρ οὐ πάντως Σωκράτους ἢ Πλάτωνος· ἄδηλον γὰρ τίνος· οὐκοῦν οὐ πρός τι οὐδὲ αὕτη, κἂν ἀπροσδιόριστος ᾖ. ἀλλ’ οὐδὲ ἡ δευτέρα καὶ ὅλη τῶν πρός τι· οὐδὲ γὰρ λέγεται ὁ βοῦς ἀνθρώπου βοῦς, ἀλλὰ ἀνθρώπου κτῆμα. ἡ μέντοι τετάρτη, ἡ δευτέρα καὶ μέρος, δύναται τῶν πρός τι εἶναι· ἡ γὰρ κεφαλὴ πάντως ζῴου καὶ ἡ χεὶρ πάντως ἀνθρώπου καὶ ζῴου. δυοῖν οὖν θάτερον, ὦ Πλάτων, ἀνάγκη δέξασθαί σε, ἢ ὅτι κακῶς ἔχει ἡ ὑπογραφή, ἢ εἰπεῖν τὴν οὐσίαν συμβεβηκός. ἀλλ’ ἐπειδὴ τὸ δεύτερον ἄτοπον, 〈τὸ〉 τὴν οὐσίαν ποιεῖν συμβεβηκός, αἱρεῖται τὸ πρῶτον, ὅτι κακῶς ἔχει ἡ ὑπογραφή. καὶ αὕτη μὲν ἡ ἀπορία ἡ ἑπομένη τῇ Πλατωνικῇ ὑπογραφῇ τῶν πρός τι. λύεται δὲ αὕτη διὰ τοῦ ἀνθορισμοῦ. ἐφ’ οἷς ἀνθορίζεται ὁ Ἀριστοτέλης.2 πῶς δὲ ποιεῖ τοῦτο, ἡ ἑξῆς θεωρία παραστήσει.

“这一论述包含某种疑难:是否没有任何实体〈正如所认为的那样被说成〉属于关系者,或者在某些实体上这是可能的。” 亚里士多德已经批评了柏拉图关于关系者的描述——即凡正是其所是之物都被说成属于其他事物的,都是关系者——这是通过关系者的两个真正的固有特征进行的,即相对于换位者而言被言说,以及在本性上共时。在动物与头、鸟与翼、船与舵的例子中,是因为它们虽为关系者却不换位(他通过创造名称使它们对称从而医治了这一点,但决没有纠正柏拉图的描述);在知识与可知者、感觉与可感觉者的例子中,则是因为它们虽为关系者却在本性上不同时。然而这在《自然学》中得到了解决,但他〈现在〉希望纠正柏拉图的描述。因为他说:“柏拉图啊,头与动物、舵与船、翼与鸟不仅因为不换位而不属于关系者,而且即使它们换位,也不属于关系者;因为关系者是偶性,而这些是实体,实体按本性绝不会作为偶性附着。”因此,亚里士多德在这里的意图是废除柏拉图的描述,然后陈述他自己认可的[描述]。他巧妙地通过同一个论证完成了这两件事:〈因为他通过中间的疑难废除了柏拉图的描述〉,并陈述了他自己认可的描述;因为他在柏拉图的描述与他自己认可的描述之间设置了一个疑难,该疑难伴随柏拉图的描述而来,却被他自己认可的描述所解决。凡伴随荒谬结论的都是荒谬的,而凡不伴随荒谬结论、反而消解伴随其他观点而来的荒谬结论的,则是真实的。 这一疑难如下:既然实体有四种说法(因为实体要么是第一实体要么是第二实体,从另一角度说要么是整体要么是部分:第一且整体是苏格拉底,第一且部分是苏格拉底的头,第二且整体是人,第二且部分是人的头),柏拉图的描述没有使其中三种成为偶性,却使第四种,即第二且部分的实体,成了偶性。因为第一且整体的实体既不是偶性也不是关系者;因为这要么带着限定被取,要么不带限定被取:带着限定的是‘某个人’,不带限定的是‘苏格拉底’。但两者都不属于关系者;因为‘某个人’不会被说成是‘某个人的某个人’;因为‘某(τις)’是相对于‘所有(πᾶς)’而言的,而不是相对于‘谁(τίς)’而言的。[第一且部分的实体也不属于关系者;因为‘某只手’不会被说成是‘某人的某只手’,‘某个头’也不会被说成是‘某人的某个头’;因为‘某个头’是相对于普遍的头而言的,而不是相对于某个动物而言的。]不带限定的第一且整体的实体也不属于关系者;因为奴隶或田地不会被说成是‘人的奴隶’或‘人的田地’,而是‘人的所有物’。第一且部分的实体也不属于关系者;因为头或手未必是苏格拉底的或柏拉图的,因为不清楚是谁的;因此这即便是不带限定的,也不是关系者。但第二且整体的实体也不属于关系者;因为牛不会被说成是‘人的牛’,而是‘人的所有物’。然而第四种,即第二且部分的实体,却可能属于关系者;因为头必然是动物的,手必然是人和动物的。因此,柏拉图啊,你必须二者择一:要么承认这一描述是错误的,要么说实体是偶性。但由于第二点——〈即〉把实体变成偶性——是荒谬的,第一点即描述是错误的便被选定。这就是伴随柏拉图关于关系者的描述而来的疑难。而这通过对立定义得到了解决。亚里士多德据此作出了对立定义;他如何做到这一点,接下来的考察将会展现。

语法注2 条
  1. 2.24τὸ γὰρ τὶς πρὸς τὸ πᾶς, οὐ πρὸς τὸ τίς, λέγεται

    无重音的不定代词/形容词 τὶς(“某个”)与带重音的疑问代词/形容词 τίς(“谁/什么”)的对比。前者在数量上与全称 πᾶς(“一切”)相对立,而后者涉及所有关系(“谁的”)。介词 πρός 在此表示“相对于(对偶/对应)”。

  2. 2.24ἐφ’ οἷς ἀνθορίζεται ὁ Ἀριστοτέλης

    介词短语 ἐφ’ οἷς 起承上启下的作用,意为“在此基础上”或“鉴于这些”。中动态动词 ἀνθορίζεται 表示针对对方定义针锋相对地提出自己的对立定义。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:215.18-216.31