← 埃利亚斯

亚里士多德《范畴篇》注释

§214.16-215.17

感觉与可感觉者的非共时性及潜能解决

埃利亚斯提出了基于本性与时间说明感觉与可感觉者非共时的论据,接着说明了亚里士多德在《自然学》中借助潜能与现实之区分所作的解决,并解答了为何在《范畴篇》中未给出该解决以及两次论证次序为何不同的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.23#2

καὶ προτάττει τὸ ἀπὸ τῆς φύσεως τοῦ ἀπὸ τοῦ χρόνου, λέγων οὕτως· αἰσθητοῦ ὄντος σῶμα ἔστι (τὸ γὰρ αἰσθητὸν ἢ σῶμα ἢ ἐν σώματι), σώματος δὲ ὄντος αἴσθησις ἔστι (δεῖται γὰρ ἡ αἴσθησις τοῦ σώματος, καὶ ἵνα ὑποστῇ καὶ ἵνα ἐνεργήσῃ), αἰσθητοῦ ἄρα ὄντος αἴσθησις ἔστι· πρότερον οὖν τὸ αἰσθητὸν φύσει. ἀλλὰ καὶ χρόνῳ· τὸ μὲν γὰρ αἰσθητὸν ἀναιρεθὲν συναναιρεῖ τὴν αἴσθησιν· αἰσθητοῦ γὰρ ἀναιρεθέντος ἀνῄρηται καὶ τὸ σῶμα (τῶν γὰρ αἰσθητῶν καὶ τὸ σῶμα), σώματος δὲ μὴ ὄντος καὶ αἴσθησις ἀναιρεῖται (ἐν αὐτῷ γὰρ καὶ περὶ αὐτὸ ἡ αἴσθησις)· αἰσθητοῦ ἄρα ἀναιρεθέντος ἀνῄρηται καὶ ἡ αἴσθησις. ἡ δὲ αἴσθησις τὸ αἰσθητὸν οὐ συναναιρεῖ· ζῴου γὰρ ἀναιρεθέντος αἴσθησις μὲν ἀναιρεῖται, τὸ δὲ αἰσθητὸν ἔσται, τοῦτ’ ἔστι τὰ στοιχεῖα ἐξ ὧν τὸ ζῷον. καὶ ὅτι αἴσθησις συνεισάγει τὸ σῶμα, τοῦτο δὲ τὸ αἰσθητόν,1 ἐπειδὴ ἡ μὲν αἴσθησις ἅμα τῷ αἰσθητικῷ, τοῦτ’ ἔστι τῷ ζῴῳ, τὸ δὲ αἰσθητὸν πρὸ τοῦ ζῴου· ἦν γὰρ πῦρ καὶ ἀὴρ καὶ ὕδωρ καὶ γῆ αἰσθητὰ πρὸ τοῦ τὸ ζῷον γενέσθαι. ἀλλὰ πρὸς τοῦτο ἔστιν εἰπεῖν ὅτι ὡς στοιχεῖα ἔστιν, οὐκ αἰσθητά. ταύτας δὲ τὰς ἀπορίας ἁπάσας ἐν τῇ Φυσικῇ ἐπιλύεται ὁ Ἀριστοτέλης ἑνὶ λόγῳ λέγων καὶ τὰς μὲν δυνάμεις τῶν δυνάμεων τὰς δὲ ἐνεργείας τῶν ἐνεργειῶν * *, τοῦτ’ ἔστι τὸ δυνάμει πρὸς τὸ δυνάμει παραβλητέον καὶ τὸ ἐνεργείᾳ πρὸς τὸ ἐνεργείᾳ. ἐνταῦθα δὲ οὐκ ἐπὶ τοῦ αὐτοῦ λαμβάνει τὸ ἐπιστητὸν καὶ τὴν ἐπιστήμην· τοῦ γὰρ ἐπιστητοῦ διττοῦ ὄντος, τοῦ μὲν δυνάμει τοῦ δὲ ἐνεργείᾳ, ἔτι δὲ καὶ τῆς ἐπιστήμης διττῆς οὔσης, τῆς μὲν δυνάμει τῆς δὲ ἐνεργείᾳ, τὸ μὲν ἐπιστητὸν δυνάμει λαμβάνει, ὅπερ πρότερόν ἐστι τοῦ ἐνεργείᾳ, τὴν δὲ ἐπιστήμην ἐνεργείᾳ. διὸ καὶ δοκεῖ πρότερον εἶναι τὸ ἐπιστητὸν ὡς δυνάμει ὂν τῆς ἐπιστήμης ἐνεργείᾳ οὔσης. ἐὰν δὲ τὸ δυνάμει ἐπιστητὸν * * πρὸς τὴν ἐνεργείᾳ ἐπιστήμην παραβάλλωμεν, ἅμα τῇ φύσει εὑρεθήσονται. τὰ δὲ αὐτὰ νοείσθω καὶ ἐπὶ τοῦ αἰσθητοῦ καὶ τῆς αἰσθήσεως. ἀποροῦσι δέ τινες διὰ τί ἐν μὲν τῇ Φυσικῇ ἀκροάσει ὁ Ἀριστοτέλης ἐπιλύεται τὰς ἀπορίας ταύτας, ἐνταῦθα δὲ οὐκ ἐπιλύεται, καίτοι τὰς πρὸς τὸ ἀντιστρέφειν λύσας. καὶ λέγομεν ὅτι ἐπειδὴ τὸ δυνάμει ἐν ὕλῃ, φυσικῆς δὲ περὶ ὕλης ζητεῖν·2 καὶ ἡ ψυχὴ γὰρ τὸ δυνάμει ἐπιδέχεται ἐν ὕλῃ γενομένη. πάλιν ἀποροῦσιν ὅτι διὰ τί ἐπὶ μὲν ἐπιστήμης καὶ ἐπιστητοῦ τὸ ἀπὸ τοῦ χρόνου προέταξε τοῦ ἀπὸ τῆς φύσεως, ἐπὶ δὲ αἰσθήσεως καὶ αἰσθητοῦ τὸ ἀπὸ τῆς φύσεως προέταξε τοῦ ἀπὸ τοῦ χρόνου. καὶ λέγομεν ὅτι βούλεται ὁ Ἀριστοτέλης τὰς ἀρχὰς τῶν ἀποδείξεων σαφεστέρας εἶναι, καὶ ἐπὶ μὲν τῆς αἰσθήσεως σαφέστερον τὸ ἀπὸ τῆς φύσεως τοῦ ἀπὸ τοῦ χρόνου· πρότερον γὰρ ἡ αἴσθησις τῇ φύσει τῆς ἐπιστήμης· συντίκτεται γὰρ ἡ αἴσθησις τῷ ζῴῳ, ἡ δὲ ἐπιστήμη ἔσχατον ἐπιγίνεται.

他把来自本性的论据置于来自时间的论据之前,这样说道:存在可感觉者时,身体存在(因为可感觉者要么是身体,要么在身体中);而存在身体时,感觉存在(因为感觉无论为了成立还是为了发生作用,都需要身体);因此,存在可感觉者时,感觉存在;所以在本性上可感觉者在先。不仅如此,在时间上也[在先]:因为可感觉者被取消时,会共同取消感觉;因为可感觉者被取消时,身体也被取消(因为身体也是可感觉者之一),而身体不存在时,感觉也被取消(因为感觉在它之中并围绕着它);因此,可感觉者被取消时,感觉也被取消。但感觉却不共同取消可感觉者:因为动物被取消时,感觉固然被取消,可感觉者却仍将存在,也就是动物由之构成的那些元素。而且[有人说]感觉伴随引入身体,而身体伴随引入可感觉者,因为感觉与能感觉者即动物共时,而可感觉者在动物之先;因为在动物产生之前,火、气、水、土就作为可感觉者存在了。但对此可以说,它们是作为元素存在,而不是作为可感觉者存在。 亚里士多德在《自然学》中用一句话解决了所有这些疑难,他说“诸潜能属于诸潜能,诸现实属于诸现实”,也就是说,必须把在潜能中的事物与在潜能中的事物相对比,把在现实中的事物与在现实中的事物相对比。但在这里,他并没有在相同状态下来看待可知者和知识;因为既然可知者有二重,其一在潜能中,其二在现实中,此外知识也有二重,其一在潜能中,其二在现实中,他便把可知者取为在潜能中的(这在先于在现实中的事物),而把知识取为在现实中的。因此,可知者作为在潜能中的事物,便显得在先于处于现实中的知识。但是,如果我们把在潜能中的可知者[与在潜能中的知识,把在现实中的可知者]与在现实中的知识相对比,它们就会被发现是在本性上共时的。关于可感觉者与感觉,也应当作同样的理解。 有人提出疑难:为什么亚里士多德在《自然学讲义》中解决了这些疑难,在这里虽然解决了关于换位的疑难,却没有解决这些疑难?我们回答说,这是因为潜能存在于质料中,而探究质料属于自然哲学;因为灵魂也是在质料中生成之后才容纳潜能的。他们又提出疑难:为什么在知识与可知者上,他把来自时间的论据置于来自本性的论据之前,而在感觉与可感觉者上,他把来自本性的论据置于来自时间的论据之前?我们回答说,亚里士多德希望论证的始基更为清晰,而在感觉上,来自本性的论据比来自时间的论据更为清晰;因为感觉在本性上在先于知识;感觉是与动物一同诞生的,而知识则是最后才产生的。

语法注2 条
  1. 2.23καὶ ὅτι αἴσθησις συνεισάγει τὸ σῶμα, τοῦτο δὲ τὸ αἰσθητόν

    引导 ὅτι 从句的主句动词(如 λέγουσι 或 δεικνύουσι)在语境中被省略。它作为进一步的论据被引入,意为“并且[有人主张]感觉伴随引入身体,而身体[伴随引入]可感觉者”。在 τοῦτο δέ 之后承前省略了 συνεισάγει。

  2. 2.23φυσικῆς δὲ περὶ ὕλης ζητεῖν

    阴性属格 φυσικῆς 之后承前省略了 πραγματείας 或 ἐπιστήμης,且省略了系动词 ἐστί,构成特征属格句式(“探究质料属于自然科学的范围/职分”),不定式 ζητεῖν 作语法主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:214.16-215.17