← 埃利亚斯

亚里士多德《范畴篇》注释

§213.16-214.16

关系者的本性上共时性与知识的例外

埃利亚斯阐释了关系者的第四个固有属性“本性上共时”,说明了相关的连锁推论,并从时间和本性两个维度考察了亚里士多德关于知识与可知者并非本性上共时的论证,且提出了自己的反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.23#1

" Δοκεῖ δὲ τὰ πρός τι ἅμα τῇ φύσει εἶναι." Τέταρτον τῶν πρός τι ἴδιον τὸ ἅμα τῇ φύσει εἶναι. ἅμα δὲ τῇ φύσει εἰσὶ τὰ συνυπάρχοντα ἀλλήλοις, τὰ συνεισφέροντα ἑαυτὰ καὶ συναναιροῦντα· μέσα γὰρ ὄντα 〈τὰ〉 ἅμα καθολικωτέρων καὶ μερικωτέρων ἤτοι προτέρων καὶ ὑστέρων, ἓν ἀφ’ ἑκάστου ἠρανίσατο,1 ἀπὸ μὲν τῶν προτέρων καὶ καθολικωτέρων τὸ συναναιρεῖν, ἀπὸ δὲ τῶν μερικωτέρων καὶ ὑστέρων τὸ συνεισφέρειν. ὅτι δὲ ἅμα τῇ φύσει εἰσίν, ἐκ τοῦ πρὸ αὐτοῦ ἰδίου πιστοῦται, τοῦ ἀντιστρέφειν, λέγων οὕτως· τὰ πρός τι ἀντιστρέφει, τὰ ἀντιστρέφοντα ἐξισάζει, τὰ ἐξισάζοντα οὔτε ὑπεραίρει οὔτε ἐλλείπει, τὰ μὴ ὑπεραίροντα μήτε ἐλλείποντα οὔτε πρότερα οὔτε ὕστερα, τὰ μὴ πρότερα μήτε ὕστερα ἅμα τῇ φύσει, τὰ πρός τι ἄρα ἅμα τῇ φύσει. ὥσπερ δὲ ἀνωτέρω ἔλεγεν ὅτι τὰ πρός τι οὐκ ἀντιστρέφοντα πάντα λέγεται, ὡς κεφαλὴ ζῷον, πηδάλιον 〈πλοῖον〉, ὄρνις πτερόν, οὕτω κἀνταῦθά φησιν ὅτι οὐ πάντα τὰ πρός τι ἅμα τῇ φύσει εἰσί· πατὴρ μὲν γὰρ καὶ υἱὸς καὶ ἥμισυ καὶ διπλάσιον ἅμα τῇ φύσει εἰσίν, ἐπιστήμη δὲ καὶ ἐπιστητὸν καὶ αἴσθησις καὶ αἰσθητὸν οὐχ ἅμα τῇ φύσει. καὶ τοῦτο δείκνυσι καὶ ἀπὸ τοῦ χρόνου καὶ ἀπὸ τῆς φύσεως. ἀλλ’ ἐπὶ μὲν τῆς ἐπιστήμης καὶ τοῦ ἐπιστητοῦ προτάττει τὸ ἀπὸ τοῦ χρόνου τοῦ ἀπὸ τῆς φύσεως, ἐπὶ δὲ τῆς αἰσθήσεως καὶ τοῦ αἰσθητοῦ προτάττει τὸ ἀπὸ τῆς φύσεως τοῦ ἀπὸ τοῦ χρόνου. φησὶ δὲ οὕτως· ἐπιστήμης οὔσης ἐπιστητὸν ἔστι πάντως, ἐπιστητοῦ δὲ ὄντος δύναται ἐπιστήμη μὴ εἶναι· ἦσαν γὰρ τὰ ἄστρα πρὸ τοῦ Θαλῆν ἀστρονομῆσαι. πρὸς ὅ φαμεν ὅτι ἦσαν τὰ ἄστρα οὐχ ὡς ἐπιστητά. καὶ οὕτως μὲν ἀπὸ τοῦ χρόνου. ἀπὸ δὲ τῆς φύσεως οὕτως· ὁ ἀπὸ κύκλου τετραγωνισμὸς (ἡ γὰρ φύσις τετραγωνισμὸν οὐκ ἐπιδέχεται), εἴ γε ἔστιν ἐπιστητός, ἐπιστητὸς μέν ἐστιν,2 ἐπιστήμη δὲ αὐτοῦ οὐδέπω ἐστί. τὸ δὲ ‘εἴ γε ἔστι’ πρόσκειται διὰ τὸ ἐπὶ τῶν Ἀριστοτέλους χρόνων ἄληπτον εἶναι τὸν τετραγωνισμὸν τοῦ κύκλου, τὸ δὲ ‘οὐδέπω 〈ἐστίν〉’ εἴρηται ἀντὶ τοῦ ‘οὔπω εὕρηται’. πρὸς ὅ φαμεν ὅτι ὁ τοῦ κύκλου τετραγωνισμὸς δυνάμει ἐπιστητὸς ὤν, εἴ γε ἔστιν ἐπιστητός, δυνάμει ἐπιστήμῃ ἐπιστητός ἐστιν. ἐπεὶ δὲ ἀμφέβαλλεν εἰς τὸ παράδειγμα, δι’ ἑτέρου πιστοῦται αὐτὸ παραδείγματος· ζῴου γὰρ ἀναιρεθέντος ἐπιστήμη ἀνῄρηται, ἐπιστητὸν δὲ οὐκ ἀναιρεῖται· εἰσὶ γὰρ τὰ ἐξ ὧν τὸ ζῷον, τὰ ἁπλᾶ. καὶ λέγομεν ὅτι ὡς ἁπλᾶ εἰσίν, οὐ μὴν ὡς ἐπιστητά. οὕτως περὶ ἐπιστήμης καὶ ἐπιστητοῦ. ἀλλὰ καὶ ἐπὶ αἰσθήσεως καὶ αἰσθητοῦ δείκνυσιν ὅτι οὐχ ἅμα.

“关系者似乎在本性上是共时的。” 关系者的第四个固有属性是在本性上共时。本性上共时的事物,是彼此共存、相互伴随引入且相互共同取消的事物;因为共时的事物处于更普遍者与更特殊者之间,或者说在先者与在后者之间,便从每一方各撷取了一点:从在先且更普遍者撷取了共同取消,从更特殊且在后者撷取了伴随引入。而它们在本性上共时这一点,他是从在它之前的固有属性,即换位,来加以确证的,其论述如下:关系者换位;换位者均等;均等者既不过剩也不短缺;既不过剩也不短缺者既不在先也不在后;既不在先也不在后者在本性上共时;因此关系者在本性上共时。然而,正如他在前文说过并非所有关系者都作为换位者而被言说(如头与动物、舵与船、鸟与翼),在这里他也同样说,并非所有关系者都在本性上共时;因为父与子、一半与两倍是在本性上共时的,但知识与可知者、感觉与可感觉者却不是在本性上共时的。而他从时间与本性两方面指出了这一点。但在知识与可知者上,他把来自时间的论据置于来自本性的论据之前,而在感觉与可感觉者上,他把来自本性的论据置于来自时间的论据之前。他这样说道:存在知识时,可知者必定存在;但存在可知者时,知识却可能不存在;因为在泰勒斯研究天文学之前,星体就已存在。对此我们说,星体当时并不是作为可知者而存在的。这就是从时间而来的论据。而从本性而来的论据如下:化圆为方(因为自然不容纳正方形化),若它确实是可知者,固然是可知者,但对它的知识却尚未存在。加上“若它确实是”,是因为在亚里士多德的时代,化圆为方尚未被掌握;而说“尚未存在”,是用来代替“尚未被发现”。对此我们说,化圆为方由于在潜能中是可知者,若它确实是可知者,它就是相对于潜能中的知识而言是可知者。而由于他对这一例子存疑,便通过另一个例子来确证它:因为当动物被取消时,知识被取消了,可知者却没有被取消;因为动物由之构成的那些事物,即单纯的事物,是存在的。而我们说,它们是作为单纯事物而存在,绝不是作为可知者而存在。关于知识与可知者就是如此。然而在感觉与可感觉者上,他也指出它们并不是共时的。

语法注2 条
  1. 2.23μέσα γὰρ ὄντα 〈τὰ〉 ἅμα καθολικωτέρων καὶ μερικωτέρων ἤτοι προτέρων καὶ ὑστέρων, ἓν ἀφ’ ἑκάστου ἠρανίσατο

    μέσα 作表语补足成分支配属格(καθολικωτέρων...),表示“处于……之中间”。尽管主语是中性复数短语〈τὰ〉 ἅμα,主要动词 ἠρανίσατο 依然按照中性复数主语搭配单数动词的规则采用了第三人称单数形式。

  2. 2.23ὁ ἀπὸ κύκλου τετραγωνισμὸς (ἡ γὰρ φύσις τετραγωνισμὸν οὐκ ἐπιδέχεται), εἴ γε ἔστιν ἐπιστητός, ἐπιστητὸς μέν ἐστιν

    ὁ ἀπὸ κύκλου τετραγωνισμὸς 作为主句主语被置于句首,但在插入了解释性的括号从句 (ἡ γὰρ φύσις...) 以及条件从句 εἴ γε ἔστιν ἐπιστητός 之后,才接续主句的谓语部分(ἐπιστητὸς μέν ἐστιν...),构成了前置话题的悬垂结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:213.16-214.16