- 底本
- Elias, Eliae (Olim Davidis) In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 107-255. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:212.1-213.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯对前章所造派生词究竟表潜能还是表现实的疑难给出了三种解答,继而阐释了亚里士多德用以判定关系者的赋予是自身性的还是偶然性的剥离偶性规则,并论述了实体有时亦作为关系的偶性而附加的命题。
" Πάντα οὖν τὰ πρός τι, ἐάνπερ οἰκείως ἀποδίδωνται, πρὸς ἀντιστρέφοντα λέγεται." Εἰπὼν ὁ Ἀριστοτέλης ὅτι τὰ πρός τι πάντα πρὸς ἀντιστρέφοντα λέγεται καὶ ἀπορήσας ὡς ἐπὶ τριῶν ὑποθέσεων, ζῴου καὶ κεφαλῆς, πλοίου καὶ πηδαλίου, ὄρνιθος καὶ πτεροῦ, ὡς πρός τι μὲν ὄντων αὐτῶν μὴ ἀντιστρεφόντων δὲ διὰ τὸ μὴ ἐξισάζειν, καὶ ποιήσας τὰ ἄνισα ἴσα διὰ τοῦ ὀνοματοποιῆσαι καὶ εἰπεῖν κεφαλωτὸν καὶ πηδαλιωτὸν καὶ πτερωτόν, ἀπορίαν ἡμῖν καταλέλοιπεν·1 ἀποροῦσι γάρ τινες ὅτι οὐ καλῶς παρήχθη τὰ ὀνόματα ταῦτα· τὸ γὰρ κεφαλωτὸν καὶ πηδαλιωτὸν καὶ πτερωτὸν δυνάμει ἐστίν· ἐοίκασι γὰρ τῷ κινητῷ, ὅπερ ἐστὶ δυνάμει, τοῦτ’ ἔστι τῷ πεφυκότι καὶ δυναμένῳ κινεῖσθαι· ἔδει δὲ τὰ δυνάμει πρὸς τὰ δυνάμει παραβάλλειν καὶ τὰ ἐνεργείᾳ πρὸς τὰ ἐνεργείᾳ· καὶ δυνάμει μέν εἰσι ταῦτα τὰ προρρηθέντα, κεφαλωτόν, πηδαλιωτὸν καὶ πτερωτόν, ἐνεργείᾳ δὲ ἡ κεφαλὴ καὶ τὸ πηδάλιον καὶ τὸ πτερόν. καὶ λέγομεν τούτου τρεῖς λύσεις· μίαν ὅτι τὰ ὀνόματα πάντα θέσει καὶ ἐξὸν ὀνοματοποιεῖν, ὡς βούλεταί τις. δευτέραν ὅτι ἐκ τῶν ἐνεργείᾳ παρήχθησαν, τοῦτ’ ἔστιν ἐκ τῆς κεφαλῆς τὸ κεφαλωτὸν καὶ τὰ λοιπὰ ὁμοίως, τὰ δὲ ἔχοντα μέρη ἐνεργείᾳ καὶ αὐτὰ ἐνεργείᾳ εἰσί. τρίτην ὅτι ἔχομεν ἐν τῇ συνηθείᾳ τοιαῦτα πολλά, οἷον ἐνδυτὸν καὶ ὑφαντόν· σημαίνει γὰρ τοῦτο τὸ ἤδη ὑφαντόν, οὐ τὸ μέλλον καὶ δυνάμει. καὶ ταῦτα μὲν ἡμεῖς. ὁ δὲ Ἀριστοτέλης φησὶν ὅτι ἐκ δὴ τούτου φανερὸν ὅτι ὅταν δύο τινὰ παραβάλληται ἀλλήλοις καὶ μέλλῃ πρὸς ἀντιστρέφοντα λέγεσθαι, δεῖ αὐτὰ ἐξισάζειν, καὶ * * ἵνα καθ’ αὑτὸ γένηται ἡ ἀπόδοσις.2 ἀλλὰ περὶ τοῦ ἐξισάζειν εὐχερές ἐστι γνῶναι ποῖον ποίου καθολικώτερον· ἐκ γὰρ τούτου τὸ ἐξισαστέον γνωρίζεται. εἴτε δὲ καθ’ αὑτὸ εἴτε κατὰ συμβεβηκὸς γέγονεν ἡ ἀπόδοσις, τοῦτο ἄδηλον τέως. διὸ κανόνα παραδίδωσιν ἡμῖν τούτου, λέγων ὅτι ὅταν δύο τινὰ παραβάλληται ἀλλήλοις, ἐὰν ἀφέλῃς πάντα τὰ συμβεβηκότα αὐτοῖς καὶ εὕρῃς οὐδὲν ἧττον μένουσαν τὴν ἀντιστροφήν, ἐπίστασο ὅτι καθ’ αὑτὸ γέγονεν ἡ ἀπόδοσις· οἷον ἐπὶ δούλου καὶ δεσπότου ἄφελε τὰ συμβεβηκότα τῷ δούλῳ, οἷον τὸ δραπετικόν, τὸ δύσνουν καὶ τὰ τοιαῦτα, καὶ οὐδὲν ἧττον ἔμεινεν ὁ δοῦλος δεσπότου δοῦλος, καὶ τοῦ δεσπότου ἀφαιρουμένων πάντων τῶν συμβεβηκότων αὐτῷ, οἷον τοῦ εἶναι φιλόδουλον, ἐλευθέριον, παρορῶντα τὰ πολλά, οὐδὲν ἧττον δεσπότης ὁ τοιοῦτος· τότε οὖν καθ’ αὑτὸ ἡ ἀπόδοσις. εἰ δὲ ἀφέλῃς τὰ ἑκατέρῳ συμβεβηκότα καὶ μὴ γένηται ἡ ἀπόδοσις, τότε κατὰ συμβεβηκὸς γέγονεν ἡ ἀπόδοσις· οἷον ἐὰν ἀφέλῃς τοῦ ἀνθρώπου τὸ δεσπότην εἶναι καὶ εἴπῃς ‘ὁ δοῦλος ἀνθρώπου δοῦλος’, ἐπειδὴ τῷ ἀνθρώπῳ συμβέβηκε τὸ δεσπότης, κατὰ συμβεβηκὸς γέγονεν ἡ ἀπόδοσις· ὁ γὰρ δοῦλος ἀνθρώπου πάντως δοῦλος, οὐ πᾶς δὲ ἄνθρωπος δοῦλον ἔχει. τινὲς δέ φασιν ὅτι καὶ ἐπὶ τῆς πρώτης ἀντιθέσεως ἀφαιρουμένων τῶν συμβεβηκότων οὐ γίνεται ἡ ἀπόδοσις· ἄφελε γὰρ ἐκ τοῦ δούλου καὶ τοῦ δεσπότου τὸ ἄνθρωπος, καὶ οὐδὲν ἀντιστρέφει· μὴ γὰρ ὄντος ἀνθρώπου οὐδὲ δοῦλος ἔσται οὐδὲ δεσπότης. τί οὖν δεῖ εἰπεῖν; ὅτι οὗ πρώτως ἀναιρουμένου μὴ γίνεται ἡ ἀπόδοσις, ἐκείνου τεθέντος καθ’ αὑτὸ γίνεται ἡ ἀπόδοσις· οἷον ἀναιρεῖ ὁ ἄνθρωπος ἀναιρούμενος τὴν ἀπόδοσιν, ἀναιρεῖ καὶ ὁ δεσπότης, ἀλλὰ πρώτως ὁ δεσπότης δευτέρως δὲ ὁ ἄνθρωπος· συμβέβηκε γὰρ τῷ δεσπότῃ νῦν ὁ ἄνθρωπος. καὶ τοῦτό ἐστι τὸ πολυθρύλλητον, ὅτι ἡ οὐσία ποτὲ συμβαίνει· τὸ γὰρ δεσπότης καὶ ἁπλῶς τὰ πρός τι ἡ σχέσις μόνη χαρακτηρίζει· εἴ τι οὖν παρὰ τὴν σχέσιν, ἐκεῖνο συμβεβηκέναι λέγεται, ὡς μὴ ὂν αὐτῆς τῆς σχέσεως χαρακτηριστικὸν ἀλλά τινος ἄλλου παρὰ τὴν σχέσιν δηλωτικόν.
“因此,所有关系者,只要被恰当地赋予,都是针对换位者而被言说的。” 亚里士多德在说过所有关系者都是针对换位者而被言说,并在动物与头、船与舵、鸟与翼这三种情形中提出疑难——即它们虽是关系者,却因不均等而不换位——并通过造词而说“有头者”、“有舵者”和“有翼者”使不相等的成为相等之后,给我们留下了一个疑难;因为有人质疑说,这些名称并没有被恰当地派生出来。因为“有头者”、“有舵者”和“有翼者”处于潜能中;因为它们类似于“可运动的”,而后者是处于潜能中的,即具有运动的本性并能够运动者。然而本应将处于潜能之物与处于潜能之物相对比,将处于现实之物与处于现实之物相对比;而上述这些,“有头者”、“有舵者”和“有翼者”,是处于潜能中的,但头、舵和翼却是处于现实中的。对此我们提出三种解答:第一,所有的名称都是出于约定的,人们可以随意造词;第二,它们是从处于现实之物派生出来的,即“有头者”派生自头,其余亦然,而现实地拥有部分者自身也处于现实中;第三,在我们的日常用语中有很多这样的词,例如“穿上的[衣物]”和“织就的”;因为这指称已经织成的,而不是将来的和处于潜能中的。我们方面所说的就是这些。而亚里士多德说,由此显然,每当两事物相互对比且将针对换位者而被言说时,必须使它们相等,并且[……]以便赋予自身地达成。但是关于使之相等,了解何者比何者更具普遍性是容易的;因为由此便可认识应当使之相等者。然而赋予究竟是自身地达成还是偶然地达成,目前尚不清楚。因此他为此传授给我们一条准则,说道:每当两事物相互对比时,如果你剥离它们的一切偶性,却发现换位依然保留,你就当知道这赋予是自身地达成的;例如在奴隶与主人上,剥离属于奴隶的偶性,如易于逃亡、怀有恶意等等,奴隶仍然是主人的奴隶,而在属于主人的一切偶性被剥离时,如喜好奴隶、宽宏大度、不计细故,这样的人依然是主人;因此在那时,赋予是自身地达成的。但如果你剥离了各自的偶性而赋予不能成立,那么这赋予就是偶然地达成的;例如,如果你从人身上剥离作主人,并说“奴隶是人的奴隶”,由于作主人对于人而言是偶然的,这一赋予便是偶然地达成的;因为奴隶固然总是人的奴隶,但并非每个人都有奴隶。然而有人说,即使在第一种对立中,当偶性被剥离时赋予也不能成立;因为如果你从奴隶和主人中剥离人,就没有任何东西能够换位了;因为如果人不存在,奴隶和主人也都将不存在。那么应当如何回答呢?应当说:当某物最先被取消时赋予便不能成立,当该物被设定时赋予才是自身地达成的;例如,人被取消时取消了该赋予,主人被取消时也取消了它,但最先是主人,其次才是人;因为人此刻对于主人而言是附加上去的。这也就是那广为流传的说法:实体有时也是偶性;因为只有关系表征了主人以及简而言之的关系者;因此,凡在关系之外的任何东西,都被说成是附加上去的,因为它们不是该关系本身的表征,而是表明关系之外的某种他物。
- 2.22Εἰπὼν ὁ Ἀριστοτέλης ... ἀπορίαν ἡμῖν καταλέλοιπεν
该长句的骨干由主语 ὁ Ἀριστοτέλης 与主动词 ἀπορίαν ἡμῖν καταλέλοιπεν(“亚里士多德给我们留下了一个疑难”)构成,前面承接了三个过去时主动态分词短语:Εἰπών、ἀπορήσας 和 ποιήσας。这一结构概括了前一节的内容并过渡到新的辩难。
- 2.22ὅτι οὗ πρώτως ἀναιρουμένου μὴ γίνεται ἡ ἀπόδοσις, ἐκείνου τεθέντος καθ’ αὑτὸ γίνεται ἡ ἀπόδοσις
以关系代名词 οὗ 作为逻辑主语的属格独立结构(οὗ πρώτως ἀναιρουμένου)在无显式先行词的情况下引导从句,并与主句中由指示代词引导的属格独立结构 ἐκείνου τεθέντος 形成呼应(“当某物最先被取消时……当该物被设定时……”)。
