- 底本
- Elias, Eliae (Olim Davidis) In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 107-255. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:210.30-211.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯考察了关于三组关系者(头与动物、舵与船、翼与鸟)因外延范围不等而无法换位的疑难,阐明了亚里士多德通过确立相称的新名称使之相等的解决方法。随后,针对一贯主张遵从习惯用法的亚里士多德为何自行造词的质疑,提出了五条辩护论据。
ἄλλην ἀπορίαν ἀποροῦσιν, ὅτι πολλὰ τῶν ὁμολογουμένων ὄντων πρός τι πρὸς ἀντιστρέφοντα οὐ λέγονται, καὶ ἰδοὺ ὡς ἐπὶ τριῶν ὑποθέσεων γυμνάζει τὸν λόγον, ἐπὶ κεφαλῆς καὶ ζῴου καὶ πηδαλίου καὶ πλοίου καὶ πτεροῦ καὶ ὄρνιθος· ταῦτα γὰρ πρός τι ὁμολογουμένως καὶ οὐκ ἀντιστρέφει· ἡ γὰρ κεφαλὴ ζῴου κεφαλή, οὐ πᾶν δὲ ζῷον κεφαλὴν ἔχει,1 ὡς πνεύμων θαλάσσιος. καὶ τὸ πηδάλιον πλοίου, οὐ πᾶν δὲ πλοῖον πηδάλιον ἔχει, ὡς τὰ μικρὰ πλοῖα, ἃ διὰ τὸ μέγεθος ἐρέττεται ἅμα καὶ ἰθύνεται.2 καὶ ἡ ὄρνις πάντως πτερὸν ἔχει, οὐ πᾶν δὲ πτερὸν ὄρνιθος· τῶν γὰρ πτερωτῶν τὰ μὲν σχιζόπτερα, ὡς αἱ κατοικίδιοι ὄρνεις, τὰ δὲ ὁλόπτερα, καὶ τῶν ὁλοπτέρων τὰ μὲν δερματόπτερα, ὡς αἱ νυκτερίδες, τὰ δὲ ὑμενόπτερα, ὡς αἱ μέλιτται καὶ οἱ κάνθαροι. καὶ λέγομεν ὅτι οὐκ ἀντιστρέφουσιν ὡς ἄνισα· ποὺ μὲν γὰρ τὸ ὅλον τοῦ μέρους καθολικώτερον, ὡς ἐπὶ πλοίου καὶ πηδαλίου καὶ ζῴου καὶ κεφαλῆς (τὸ γὰρ πλοῖον τοῦ πηδαλίου ἐπὶ πλέον· εἰσὶ γὰρ πλοῖα μὴ ἔχοντα πηδάλια καὶ ζῷα μὴ ἔχοντα κεφαλάς), ἐπί τινων δὲ τὸ μέρος καθολικώτερον, ὡς ἐπὶ πτεροῦ καὶ ὄρνιθος· οὐ πᾶν γὰρ πτερὸν ὄρνιθος. τίς οὖν ἴασις τούτων; τὰ ἄνισα γενέσθαι ἴσα. ἰσοῦνται δὲ τὰ ἄνισα ἢ τοῦ μείζονος καθαιρουμένου ἢ τοῦ ἐλάττονος αὐξομένου. ἵνα οὖν γένηται τοῦτο, δεῖ ὀνοματοθετῆσαι καὶ ἀντὶ τοῦ ζῴου εἰπεῖν κεφαλωτόν, ἀντὶ τοῦ πλοίου πηδαλιωτὸν καὶ ἀντὶ τοῦ ὄρνιθος πτερωτόν· τότε γὰρ πρὸς ἀντιστρέφοντα λεχθήσεται· τὸ γὰρ πηδάλιον πηδαλιωτοῦ πηδάλιον καὶ τὸ πηδαλιωτὸν πηδαλίῳ πηδαλιωτόν, καὶ ἡ κεφαλὴ κεφαλωτοῦ κεφαλὴ καὶ τὸ κεφαλωτὸν κεφαλῇ κεφαλωτόν, καὶ τὸ πτερὸν πτερωτοῦ πτερὸν καὶ τὸ πτερωτὸν πτερῷ πτερωτόν. ἀποροῦσιν ὅτι πῶς οὖν ὁ Ἀριστοτέλης ὀνοματοθετεῖ, πανταχοῦ παραινῶν μὴ καινοτομεῖν τὰ κείμενα μηδὲ ξένοις χρῆσθαι ὀνόμασι διὰ τὸ μὴ ἀπολέσθαι τὸ κοινωνικὸν ἡμῶν, καὶ ὅτι ἐν μὲν τῇ χρήσει τῶν ὀνομάτων δεῖ τῇ συνηθείᾳ ἐξακολουθεῖν ἐν δὲ τῇ χρήσει τῶν σημαινομένων μόνοις τοῖς ἐπιστήμοσι χρηστέον, οἷον ὑγιεινὸν μὲν δεῖ καλεῖν, ὡς οἱ πολλοὶ νομίζουσι, τὸ συμμέτρως ἔχον πρὸς ὑγίειαν, πῶς δὲ χρηστέον τῶν ὑγιῶς σημαινομένων τῷ ἐπιστήμονι ἀκολουθητέον.3 αὕτη ἡ ἀπορία. λέγομεν δὲ τούτου λύσεις πέντε· μίαν ὅτι οὐκ ὀνοματοποιεῖ ὁ Ἀριστοτέλης, ἀλλὰ διδάσκει πῶς ὀνομασθήσονται, εἰ τεθείη αὐτοῖς ὀνόματα, δεύτερον ὅτι οὐδὲ ξένοις ὀνόμασιν ἐχρήσατο ἀλλὰ τὰ ὄντα παράγει, τρίτον ὅτι οὐδὲ παραβαίνει τὴν συνήθειαν τὴν μὴ οὖσαν ὅλως (οὐδὲ γὰρ ἄτοπον ὀνοματοποιεῖν αὐτόν, ἔνθα μὴ κεῖνται ὀνόματα, ἐνταῦθα δὲ οὐ κεῖνται ὀνόματα), τέταρτον ὅτι δεῖ ὀνοματοποιεῖν μέχρι τοῦ δεῖξαι τὴν ἀναλογίαν, οὐκ ἐπιτρέπουσι δὲ χρῆσθαι τοῖς ὀνόμασι, διότι ἡ χρῆσις οὐκ ἔχει (τῆς γὰρ γυναικὸς γενικῆς γύναιξ λέγουσι τὴν εὐθεῖαν, καὶ τοῦ μεγάλου ὁμοίως μέγαλος λέγουσι), πέμπτον ὅτι μετὰ ἐνδοιασμοῦ ὀνοματοποιεῖ λέγων ἴσως δὲ οὐδὲν ἄτοπον ὀνοματοποιεῖν.
他们提出了另一个疑难:许多公认的关系者并不针对换位者而被言说;看哪,他是如何在三个假设情形上磨砺这一论证的,即在头与动物、舵与船,以及翼与鸟上。因为这些公认是关系者,却并不换位;因为头是动物的头,但并非每种动物都有头,例如海肺。舵也是船的舵,但并非每条船都有舵,例如那些因体积较小而划桨的同时兼作转向的小舟。鸟固然总是有翼,但并非所有的翼都属于鸟;因为在有翼之物中,一些是有裂翼的,如家养禽鸟;另一些是有整翼的,而在有整翼的当中,一些是有皮膜翼的,如蝙蝠;另一些是有薄膜翼的,如蜜蜂和甲虫。我们说,它们不换位是因为它们是不相等的;因为在某些情况下整体比部分更具普遍性,如在船与舵、动物与头上(因为船比舵范围更广;因为存在没有舵的船和没有头的动物),而在另一些情况下部分则更具普遍性,如在翼与鸟上;因为并非所有的翼都属于鸟。那么对于这些情况,补救的办法是什么呢?那就是使不相等的成为相等的。而不相等的物,要么通过减少较大的,要么通过增加较小的,来使之相等。因此,为了使之成真,必须确立名称,并用“有头者”代替“动物”,用“有舵者”代替“船”,用“有翼者”代替“鸟”;因为那时它们就将针对换位者而被言说了;因为舵是有舵者的舵,而有舵者是以舵成为有舵的,头是有头者的头,而有头者是以头成为有头的,翼是有翼者的翼,而有翼者是以翼成为有翼的。他们提出疑难说:亚里士多德到处告诫人们不要对既成表达进行创新,也不要使用罕异的名称,以免破坏我们共同的交往,并且在名称的使用上必须遵从习俗,而在被指示之物的使用上则必须只遵从知晓者——例如应当按照多数人所认为的那样,把与健康相称之物称为“健康的”,但关于如何使用那些被正确指示之物,则必须遵从知晓者——那么他自己怎么又确立名称呢?这就是该疑难。对此我们提出五种解答:第一,亚里士多德并不是在造词,而是在教授如果赋予它们名称,它们将如何被命名;第二,他并没有使用罕异的名称,而是从现有的名称中派生出来的;第三,他并没有违反根本不存在的习俗(因为在没有确立名称的地方他进行造词并不荒谬,而这里恰恰没有确立名称);第四,应当造词直至展示出这种类比,但他们并不允许使用这些名称,因为实际用法中并没有它们(因为对于属格“居奈科斯”〔“女人”〕,他们把主格说成“居奈克斯”,同样对于“梅加卢”〔“大的”的属格〕也说成“梅加洛斯”);第五,他是带着犹疑而造词的,说道也许造词并没有什么荒谬。
- 2.21οὐκ ἐπιτρέπουσι δὲ χρῆσθαι τοῖς ὀνόμασι, διότι ἡ χρῆσις οὐκ ἔχει
动词“οὐκ ἐπιτρέπουσι”省去了主语,在语境中指代不特定多数的语言权威(文法学家或语言习俗)。由“διότι”引导的原因从句“ἡ χρῆσις οὐκ ἔχει”表示实际用法中并不具备或认可这些按类比造出的形式。
- 2.21ἐρέττεται ἅμα καὶ ἰθύνεται
在关系从句“ἃ διὰ τὸ μέγεθος ἐρέττεται ἅμα καὶ ἰθύνεται”中,关联词 ἅμα καί 对等地连接了两个被动态动词,表示同时发生的动作,即小船因体积过小而划桨的同时兼作转向。
- 2.21πῶς δὲ χρηστέον τῶν ὑγιῶς σημαινομένων τῷ ἐπιστήμονι ἀκολουθητέον
该句由两个非人称动形词重叠构成嵌套结构。间接疑问句“πῶς δὲ χρηστέον”带有部分属格“τῶν ὑγιῶς σημαινομένων”,整体作为主句动形词“ἀκολουθητέον”(支配与格“τῷ ἐπιστήμονι”)的补足成分,意为“至于如何使用那些被正确指示之物,则必须遵从知晓者”。
