← 埃利亚斯

亚里士多德《范畴篇》注释

§209.29-210.30

关系者的换位与格位的对应关系

埃利亚斯讨论了《范畴篇》6b28关于“一切关系者都针对换位者而被言说”的注条,辨析了“换位”与“针对换位者而被言说”的区别,并驳斥了关于进出格位不同(属格与与格)的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.21#1

" Πάντα δὲ τὰ πρός τι πρὸς ἀντιστρέφοντα λέγεται." Δύο ἴδια παραδοὺς ἡμῖν ὁ Ἀριστοτέλης τῶν πρός τι, καὶ τρίτον ἡμῖν ἴδιον παραδίδωσιν· * * ἄλλο ἀντιστρέφειν καὶ ἄλλο πρὸς ἀντιστρέφοντα λέγεσθαι· ἀντιστρέφουσι γὰρ καὶ τὰ ἴδια· εἰ γὰρ γελαστικόν, ἄνθρωπος, καὶ εἰ ἄνθρωπος, γελαστικόν. πρὸς ἀντιστρέφοντα δὲ λέγεται ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται· ὁ γὰρ πατὴρ κατ’ αὐτὸ τὸ πατὴρ ἑτέρου λέγεται, τοῦ υἱοῦ, καὶ ὁ υἱὸς ὁμοίως· ὁ πατὴρ οὖν πρὸς ἀντιστρέφον λέγεται τὸ πατήρ.1 τὰ δὲ ἀντιστρέφοντα οὐ πρὸς ἀντιστρέφοντα λέγεται· οὐ γὰρ ὁ ἄνθρωπος καθὸ ἄνθρωπος τοῦ γελαστικοῦ λέγεται ἄνθρωπος, οὐδὲ τὸ γελαστικὸν καθὸ γελαστικὸν τοῦ ἀνθρώπου λέγεται γελαστικόν. ἢ καὶ ἄλλως· ὅτι ὁ ἄνθρωπος γελαστικὸν μὲν λέγεται ἢ καὶ γελαστικός, γελαστικοῦ δὲ ὁ ἄνθρωπος οὐ λέγεται οὐδὲ οἶδεν ἡ παλαιὰ συνήθεια τοιαύτην σύνταξιν· τὸ δὲ γελαστικὸν λέγεται ἄνθρωπος, λέγεται καὶ ἀνθρώπου γελαστικὸν ἴδιον. ἐπὶ δὲ τῶν κυρίως πρός τι τοιαύτη σύνταξις οὐχ εὑρίσκεται. δεῖ δὲ εἰδέναι ὅτι ἡ ἀντιστροφὴ φέρεται καὶ ἐπὶ συλλογισμῶν καὶ ἐπὶ προτάσεων καὶ ἐπὶ ὅρων, ἤτοι ἁπλῶν φωνῶν. ἀλλὰ τὴν μὲν ἐν συλλογισμοῖς καὶ προτάσεσιν αἱ περὶ τούτων πραγματεῖαι διδάξουσι, νῦν δὲ πρόκειται τὴν ἐν ἁπλαῖς φωναῖς ἀντιστροφὴν ζητῆσαι. ἡ δὲ ἀντιστροφὴ ὅπου δἂν ᾖ, ἰσότητα δηλοῖ, οἷον ἰσοστροφὴν οὖσαν δύο κυκλικῶν κινήσεων· ἡ γὰρ στροφὴ ἐπὶ πλέον ἢ περιστροφὴ ἤτοι ἀντιστροφὴ κυκλικὴν κίνησιν δηλοῖ· ἡ γὰρ ἀντιστροφὴ τῷ ἀντί ἴσον δηλοῖ, ὡς ἀντίθεος καὶ ὡς ἀντιάνειρα· οἷον ἐπὶ μὲν τῶν πρός τι γίνεται κυκλικὴ κίνησις οὕτως, ὅτι ἀπὸ τοῦ αὐτοῦ ἄρχεται καὶ εἰς αὐτὸ λήγει ‘ὁ πατὴρ υἱοῦ πατήρ — ὁ υἱὸς πατρὸς υἱός’· ποὺ μὲν γὰρ ἀπὸ πατρὸς ἄρχεται καὶ εἰς αὐτὸν λήγει, ποὺ δὲ ἀπὸ υἱοῦ ἄρχεται καὶ εἰς αὐτὸν λήγει. καὶ ἐπὶ τῶν ἰδίων συλλογιστικῶς οὕτω γίνεται ἡ ἀντιστροφή· εἰ γελαστικόν, ἄνθρωπος, εἰ ἄνθρωπος, γελαστικόν. Ἀποροῦσι δέ τινες ὅτι οὐδὲ τὰ ὁμολογούμενα πρός τι ἀντιστρέφει πάντως [ἀντὶ τοῦ οὐχὶ ἰσοστρέφει] διὰ τὸ κατ’ ἄλλην μὲν προϊέναι πτῶσιν κατ’ ἄλλην δὲ ὑποστρέφειν· ἰδοὺ γὰρ ἡ ἐπιστήμη τοῦ ἐπιστητοῦ ἐπιστήμη καὶ τὸ ἐπιστητὸν ἐπιστήμῃ ἐπιστητόν, καὶ προῆλθε μὲν κατὰ γενικὴν ὑπέστρεψε δὲ κατὰ δοτικήν. πρὸς ὅ φαμεν· οὐδὲν μέλει τῇ ἀντιστροφῇ τῆς ταυτότητος τῆς ὁδοῦ ἀλλὰ τῆς ταυτότητος τῶν ἄκρων, οἷα δἂν ᾖ τὰ μέσα,2 ὅτι οὐ τῷ πράγματι διαφέρει ἡ ὁδός, ἀλλὰ τῇ προφορᾷ, καὶ οὐδὲ πάσῃ τῇ προφορᾷ ἀλλὰ τῇ πτώσει μόνῃ.

“一切关系者都针对换位者而被言说。” 亚里士多德在向我们传授了关系者的两个固有特征之后,又向我们传授了第三个固有特征:[……]换位是一回事,针对换位者而被言说是另一回事。因为固有特征也换位;因为如果是能笑的,就是人;如果是人,就是能笑的。但凡作为其自身正是之物而被称为属于他物者,都针对换位者而被言说。因为父亲正因其为父亲而被言说为属于他者,即属于儿子,儿子亦同样如此;因此,父亲就父亲这一名称而言针对换位者而被言说。然而换位者并不针对换位者而被言说;因为人就其为人而言并不被称为能笑者的人,能笑者就其为能笑者而言也不被称为人的能笑者。或者换一种说法:人被称为能笑之物,或者也被称为能笑之人,但人并不被称为属于能笑者的,古代的用法也未尝知道这样的句法;而能笑者被称为人,也被称为人所特有的能笑的固有特征。但在严格意义上的关系者中,找不到这样的句法。应当知道,换位不仅适用于三段论,也适用于命题和词项,即单纯的声音。然而三段论和命题中的换位,有关这些论题的专论将会教授,而现在摆在面前的则是探讨单纯声音中的换位。换位无论出现在何处,都指示相等,仿佛是两次圆周运动的等同回转;因为回转比旋转即换位指示更宽泛的圆周运动;换位通过“anti-”指示相等,如同“等同于神的”和“匹敌男子的”。例如在关系者中,圆周运动是这样产生的,即它始于同者而终于同者:“父亲是儿子的父亲——儿子是父亲的儿子”;因为某一处始于父亲而终于父亲,另一处则始于儿子而终于儿子。在固有特征上,换位以三段论的方式这样产生:“如果是能笑的,则是人;如果是人,则是能笑的。”但有些人提出疑难说,即便是公认的关系者也绝非完全换位[意即并不等同回转],因为它是按照一个格前进,而按照另一个格返回的;因为看哪,知识是可知者的知识,而可知者对于知识是可知的,它是按属格前进,而按与格返回的。对此我们说:换位根本不在意路径的同一性,而在意两端的同一性,无论中项如何;因为路径在事实上并没有差别,而是在发音上有所差别,并且甚至不是在全部发音上,而仅仅在格上有所差别。

语法注2 条
  1. 2.21ὁ πατὴρ οὖν πρὸς ἀντιστρέφον λέγεται τὸ πατήρ

    句末的 τὸ πατήρ 作为主语 ὁ πατὴρ 的同位语或名义上的补充,指示“父亲这一称谓本身”;πρὸς ἀντιστρέφον 则是依附于谓语动词 λέγεται 的介词短语(针对换位者)。

  2. 2.21οὐδὲν μέλει τῇ ἀντιστροφῇ τῆς ταυτότητος τῆς ὁδοῦ ἀλλὰ τῆς ταυτότητος τῶν ἄκρων, οἷα δἂν ᾖ τὰ μέσα

    这是无人称动词 μέλει 的标准句式,支配表示涉及者的与格 τῇ ἀντιστροφῇ(对换位而言),以及表示关注内容的属格 τῆς ταυτότητος...(关心的不是路径的同一性,而是两端的同一性)。其中插入的 οἷα δἂν ᾖ τὰ μέσα 是由关系代词+ἄν+虚拟语气构成的让步从句(无论中间项如何)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:209.29-210.30