← 埃利亚斯

亚里士多德《范畴篇》注释

§208.27-209.28

姿态向性质的归约与关系者的固有特征

埃利亚斯通过指出姿态的各具体种(坐位、倚卧、直立)被归入性质之中,从而解决了前述关于分有的疑难;随后探讨了关系者的两个虚假固有特征(无相反者、不容纳程度差异)及其为何以肯定形式提出的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.20#2

πρὸς ὅ φαμεν ὅτι ἀληθὲς τοῦτο, ἐὰν θέσιν λάβωμεν τὴν ποιότητα. ἀλλὰ θέσιν ληπτέον τὴν κατὰ τὸ δεξιὸν καὶ ἀριστερόν, πρόσω καὶ ὀπίσω, ἄνω καὶ κάτω· ταῦτα γὰρ οὐ δύναται μετέχειν ἀλλήλων· οὐδὲ 〈γὰρ〉 τὸ δεξιὸν τοῦ ἀριστεροῦ μετέχει ποτὲ οὐδὲ τὸ ἄνω τοῦ κάτω οὐδὲ τὸ πρόσω τοῦ ὀπίσω. ἰστέον ὅτι † πάσης θέσεώς τε καὶ ἀνακλίσεως καὶ στάσεως καὶ καθέδρας, τὰ εἴδη τῆς θέσεως καὶ οἱονεὶ χαρακτῆρες, ὑπὸ τὴν ποιότητα ἀνάγεται· πᾶς γὰρ χαρακτὴρ ποιότητος ὑπὸ τὴν ποιότητα ἀνάγεται· ἐὰν οὖν ταῦτα πρός τι εἶναι συγχωρηθείη, ποιότητες ὄντα καὶ καθ’ αὑτά, πᾶν συμβεβηκὸς τῶν πρός τι ποιήσομεν, οἷον ἡ λευκότης λελευκωμένου λευκότης καὶ ἡ μέλανσις μεμελασμένου μέλανσις, ὅπερ ἄτοπον. οὐ δύναται οὖν ἡ ἀνάκλισις ἀνακεκλιμένου λέγεσθαι ἀνάκλισις οὐδὲ ἡ στάσις ἑστῶτος στάσις οὐδὲ ἡ καθέδρα τοῦ καθημένου καθέδρα, ἐπειδὴ μετέχον ἐστίν, ὡς εἴρηται, καὶ μετεχόμενον· ἔστι γὰρ ἡ διάκρισις οὕτως· ἔστιν ἀνακεκλιμένον καὶ τελεῖ τοῦτο ὑπὸ τὴν οὐσίαν, καὶ ἀνάκλισις καὶ τελεῖ τοῦτο ὑπὸ τὴν ποιότητα, καὶ τὸ ἀνακεκλίσθαι καὶ τελεῖ ὑπὸ τὴν κεῖσθαι κατηγορίαν. καὶ ἐπὶ τῶν ἄλλων δὲ οὕτως ἀνάλογον δεῖ νοεῖσθαι. ταῦτα τὸ πρῶτον ἡμῖν παραδίδωσι κεφάλαιον. Δεύτερον δὲ κεφάλαιον, ἐν ᾧ δύο ἴδια ψευδῆ τῶν πρός τι παραδίδωσι, τὸ μὴ ἔχειν ἐναντίον καὶ τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον. ταῦτα δὲ οὐδὲ πᾶσι τοῖς πρός τι ὑπάρχουσιν οὐδὲ μόνοις. ἀλλ’ ἵνα γνῶμεν τίσιν ὑπάρχουσι καὶ τίσιν οὐχ ὑπάρχουσι, κανόνι τοιούτῳ χρησώμεθα· δεῖ εἰδέναι ὅτι τὰ πρός τι οἰκείαν ὕλην μὴ ἔχοντα ἐν ἐννέα κατηγορίαις θεωρεῖται· ἐὰν οὖν ἡ κατηγορία ἐκείνη ἐπιδέχηται ἐναντία καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον, καὶ τὰ ἐν αὐτῇ πρός τι ἐπιδέχονται ταῦτα, εἰ δὲ μὴ ἐπιδέχεται, οὐδὲ τὰ πρός τι ἐπιδέχονται· πατὴρ γὰρ καὶ υἱὸς τῶν πρός τι, καὶ οὐκ ἐπιδέχονται τὸ ἐναντίον οὐδὲ τὸ μᾶλλον καὶ ἧττον, ἐπειδὴ οὐδὲ ἡ οὐσία, ἐν ᾗ τὰ πρός τι ταῦτα, πατήρ φημι καὶ υἱός. οὐδὲ τὸ διπλάσιον καὶ ἥμισυ ἐπιδέχεται τὰ ἐναντία οὐδὲ τὸ μᾶλλον καὶ ἧττον, ἐπειδὴ οὐδὲ τὸ ποσόν, ἐν ᾧ ταῦτα 〈τὰ〉 πρός τι. ἐπιστήμη δὲ καὶ ἐπιστητὸν ἐπιδέχεται τὰ ἐναντία καὶ τὸ μᾶλλον καὶ ἧττον, ἐπειδὴ καὶ ἡ ποιότης, ἐν ᾗ ταῦτα θεωροῦνται, ἐπιδέχεται ταῦτα· τῇ γὰρ ἐπιστήμῃ ἐναντία ἡ ἄγνοια, καὶ ἔστι μᾶλλον ἐπιστήμη καὶ ἧττον ἐπιστήμη, ὡς καὶ μᾶλλον θερμὸν καὶ ἧττον θερμὸν καὶ τὰ παραπλήσια. ἀποροῦσι δὲ ὅτι εἰ οὐ πᾶσι τοῖς πρός τι ὑπάρχουσι ταῦτα, ἠδύνατο καὶ καταφατικῶς αὐτὰ προαγαγεῖν,1 ὥσπερ οὖν προήγαγε, καὶ ἀποφατικῶς, ἵνα εἴπῃ ὅτι ἴδιον τῶν πρός τι τὸ μὴ ἐπιδέχεσθαι τὰ ἐναντία καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον· διὰ τί καταφατικῶς αὐτὰ προήγαγε; καὶ λέγομεν ὅτι τὰ ἴδια ὁρισμοὺς μιμούμενά εἰσι τῷ ἀντιστρέφειν·2 ἐπεὶ δὲ οἱ ὁρισμοὶ τὰ τῆς φύσεως τῶν πραγμάτων σημαίνοντες θετικῶς καὶ καταφατικῶς λέγονται, διὰ τοῦτο καὶ τὰ ἴδια καταφατικῶς προήγαγε.

对此我们说,如果我们把姿态当作性质来把握,这是真实的。但应当把握的姿态是依照右与左、前与后、上与下的姿态;因为这些事物不能相互分有;因为右绝不分有左,上不分有下,前也不分有后。应当知道的是,在一切姿态、倚卧、直立和坐位中,姿态的种以及可以说是特征,都被归入性质之下;因为性质的一切特征都被归入性质之下;因此,如果承认这些事物是关系者——尽管它们作为性质且依其自身存在——我们将把一切偶性都当成关系者,例如白是变白之物的白,黑化是变黑之物的黑化,这是荒谬的。因此,倚卧不能被称为倚卧者的倚卧,直立也不能被称为站立者的直立,坐位也不能被称为坐着者的坐位,因为正如所说的那样,存在着分有者与被分有者;因为区分是这样的:存在着倚卧者,这属于实体之下;存在着倚卧,这属于性质之下;存在着处于倚卧状态,这属于姿态范畴之下。在其他事物上,也必须同样依此类推来理解。这些便是第一论点向我们传授的内容。 而第二论点,则是他在其中传授关系者的两个虚假的固有特征:没有相反者,以及不容纳程度的较大与较小。而这些特征既非属于一切关系者,也非仅属于关系者。但为了让我们知道它们属于哪些事物而不属于哪些事物,让我们采用这样一条准则:应当知道,关系者没有固有的质料,而是在九个范畴中被考察;因此,如果那个范畴容纳相反者以及程度的较大与较小,其中的关系者也容纳这些;但如果它不容纳,关系者也不容纳;因为父亲和儿子属于关系者,它们不容纳相反者,也不容纳程度的较大与较小,因为这些关系者——我是指父亲和儿子——所处于其中的实体,也并不[容纳它们]。双倍和一半也不容纳相反者,也不容纳程度的较大与较小,因为这些关系者所处于其中的数量也并不[容纳它们]。但是知识与可知者容纳相反者以及程度的较大与较小,因为考察这些事物所处于其中的性质也容纳这些;因为无知与知识相反,并且存在较多的知识与较少的知识,正如存在较热与较不热以及诸如此类的事物一样。但人们提出疑难说:如果这些特征不属于一切关系者,他本可以既肯定地提出它们——正如他实际所提出的那样——也可以否定地提出它们,以便说关系者的固有特征是不容纳相反者以及程度的较大与较小:为什么他肯定地提出了它们?我们说,固有特征通过换位而模仿定义;既然定义由于指示事物的本性而以肯定和断言的方式被表述,因此他也肯定地提出了固有特征。

语法注2 条
  1. 2.20ἠδύνατο καὶ καταφατικῶς αὐτὰ προαγαγεῖν

    未带小词 ἄν 的直陈式未完成过去时 ἠδύνατο 是一种惯用句式,用于表达过去未能实现的潜能或可能性(“他本可以提出”)。句中省略的主语根据上下文指亚里士多德。

  2. 2.20τῷ ἀντιστρέφειν

    带定冠词的与格不定式 τῷ ἀντιστρέφειν 作为分词 μιμούμενά 的方式或原因/评判角度与格(“通过换位”/“在换位这一点上[模仿]”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:208.27-209.28