← 埃利亚斯

亚里士多德《范畴篇》注释

§207.21-208.27

关系的三个用例与关于姿态的疑难

埃利亚斯将《范畴篇》6a37中的用例分为三类(源自数量论述者、依不同格折返者、依其属而成关系者),并基于分有关系与相对对立的不相容性讨论关于姿态的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.20#1

" Οἷον τὸ μεῖζον τοῦτο ὅπερ ἐστὶν ἑτέρου λέγεται· τινὸς γάρ." Ἡ παροῦσα θεωρία δύο ἡμῖν κεφάλαια παραδίδωσιν, ἐν μὲν τῷ πρώτῳ κεφαλαίῳ τρεῖς χώρους παραδειγμάτων διακεκριμένους ἀλλήλων διὰ τοῦ ἔστιν,1 ἐν δὲ τῷ δευτέρῳ δύο ἴδια τῶν πρός τι τὰ πρῶτα καὶ ψευδῆ. ψευδῆ δὲ εἴρηται, διότι οὐδὲ πᾶσι τοῖς πρός τι ὑπάρχουσιν οὐδὲ μόνοις. καὶ ὁ μὲν πρῶτος χῶρος σύγκειται ἐκ τῶν ἤδη εἰρημένων πρός τι ἐν τῷ περὶ ποσοῦ λόγῳ, ἐν οἷς τὸ μέγα καὶ τὸ μικρὸν καὶ πολὺ καὶ ὀλίγον καὶ διπλάσιον καὶ ἥμισυ. ὁ δὲ δεύτερος χῶρος πρόεισιν ἐκ τῶν κατ’ ἄλλην μὲν πτῶσιν προϊόντων κατ’ ἄλλην δὲ ὑποστρεφόντων, ἐν οἷς ἐπιστήμη καὶ ἕξις καὶ διάθεσις· ταῦτα γὰρ πρόεισι μὲν κατ’ ἄλλην πτῶσιν ὑποστρέφει δὲ κατ’ ἄλλην· οἷον ‘ἡ ἐπιστήμη ἐπιστητοῦ ἐπιστήμη’ πρόεισι μὲν οὕτω κατὰ γενικήν, ὑποστρέφει δὲ οὕτω κατὰ δοτικὴν ‘τὸ ἐπιστητὸν ἐπιστήμῃ ἐπιστητόν’, ‘ἡ ἕξις τοῦ ἑκτοῦ ἕξις — τὸ ἑκτὸν ἕξει ἑκτόν’, ‘ἡ διάθεσις τοῦ διακειμένου διάθεσις — τὸ διακείμενον διαθέσει διάκειται’. ὁ τρίτος χῶρος τῶν παραδειγμάτων πρόεισιν ἐκ τῶν μὴ δι’ ἑαυτὰ πρός τι ὄντων, ἀλλὰ διὰ τὸ γένος, ὡς ἡ γραμματική· αὕτη γὰρ οὐ δι’ ἑαυτὴν πρός τι, ἀλλὰ διὰ τὸ γένος· οὐ γὰρ λέγεται φωνῶν γραμματική, ἀλλ’ ἐπιστήμη. ὁμοίως καὶ ἡ ἀνάκλισις οὐ δι’ ἑαυτὴν πρός τι, ἀλλὰ διὰ τὸ γένος· οὐ γὰρ λέγεται ἡ ἀνάκλισις ἀνακεκλιμένου ἀνάκλισις, ἀλλ’ ἀνακεκλιμένου θέσις· ἢ γὰρ πάντα ὀρθιά εἰσι τὰ μέλη καὶ λέγεται στάσις, ἢ πάντα ὕπτια καὶ λέγεται ἀνάκλισις, ἢ τινὰ μὲν ὄρθια τινὰ δὲ ἀνακεκλιμένα καὶ λέγεται καθέδρα. οὐ δύναται δὲ οὔτε ἡ καθέδρα οὔτε ἡ ἀνάκλισις οὔτε ἡ στάσις οὐδὲ τὰ τοιαῦτα πρός τι εἶναι· ἐν γὰρ τούτοις μετέχον ἐστὶ καὶ μετεχόμενον· καὶ ὁ καθήμενος γὰρ τῆς καθέδρας μετέχει καὶ ὁ ἑστὼς τῆς στάσεως καὶ ὁ ἀνακεκλιμένος τῆς ἀνακλίσεως. [ὁ φίλος καὶ ὁ ἐχθρὸς τῶν πρός τι ὄντα δοκοῦσι μὴ εἶναι πρός τι. δοκοῦσι δὲ μὴ εἶναι τῶν πρός τι ταῦτα διὰ τὴν ταυτωνυμίαν καὶ τὸ μίαν εἶναι ἐν αὐτοῖς διάθεσιν· οὐδὲ γὰρ ἀντίκειται ἀλλήλοις ὅσον γε ἀπὸ τῆς λέξεως. δεῖ οὖν εἰ μέλλοιεν εἶναι πρός τι, ἀντικειμένως αὐτὰ ἐκφωνεῖν, οἷον ὁ φίλος φιλούμενον φιλεῖ καὶ ὁ ἐχθρὸς ἐχθραινόμενον ἐχθραίνει, καὶ εὑρίσκονται πρός τι.] τὰ δὲ πρός τι οὐ δύναται μετέχειν ἀλλήλων ὡς ἀντικείμενα·2 οὐδέποτε γὰρ ὁ υἱὸς τοῦ πατρὸς ὡς πατρὸς μετέχει, καὶ τὸ ἀνάπαλιν, οὐδὲ τὸ δεξιὸν τοῦ ἀριστεροῦ μετέχει, καὶ τὸ ἀνάπαλιν, οὐδὲ τὸ ὅλον τοῦ μέρους μετέχειν ὡς μέρους κατηγορεῖται3 (οὐδὲ γὰρ ὁ λόγος τοῦ ὅλου τοῦ μέρους κατηγορεῖται), οὐδὲ τὸ ἀνάπαλιν, οὐδὲ τὸ κεφαλωτὸν τῆς κεφαλῆς μετέχει, ἐπειδὴ οὐδὲ ὁ λόγος τοῦ κεφαλωτοῦ τῆς κεφαλῆς κατηγορεῖται, οὐδὲ ἡ ἐπιστήμη τοῦ ἐπιστητοῦ μετέχει. καθόλου οὖν τὰ πρός τι οὐ δύναται ἀλλήλων μετέχειν ὡς ἀντικείμενα ἀλλήλων, οὐδὲ τὰ μετέχοντα ἀλλήλων πρός τι δύναται εἶναι. καὶ ἀποροῦσιν ὅτι ὅσον ἐκ τῶν εἰρημένων οὐδὲ θέσις καὶ θετὸν πρός τι· μετέχει γὰρ τὸ θετὸν τῆς θέσεως.

“例如较大者,其自身所是正如其所是,被说是属于另一事物;因为它是某物的[较大者]。” 本讲的理论考察向我们传授两个主要论点:在第一论点中,传授通过“是”而相互区分的用例的三个领域;在第二论点中,传授关系者的最初且虚假的两个固有特征。之所以说是虚假的,是因为它们既非属于一切关系者,也非仅属于关系者。第一领域由在关于数量的论述中已被提及的关系者组成,其中包括大、小、多、少、双倍和一半。第二领域产生自那些依照一种格前进却依照另一种格折返的事物,其中包括知识、状态和性向;因为这些事物依照一种格前进,却依照另一种格折返:例如“知识是可知者的知识”这样依照属格前进,而“可知者是通过知识而可知的”这样依照与格折返;“状态是所持之物的状态——所持之物是通过状态而被持有的”,“性向是被处置之物的性向——被处置之物是通过性向而被处置的”。用例的第三领域产生自那些并非由于其自身而是由于其属而成为关系者之物,例如文法学;因为文法学并非由于其自身而是由于其属才是关系者;因为它不被称为发音的文法学,而是被称为[发音的]知识。同样,倚卧并非由于其自身而是由于其属才是关系者;因为倚卧不被称为倚卧者的倚卧,而是被称为倚卧者的姿态;因为或者四肢全都挺直而被称为直立,或者全都仰面而被称为倚卧,或者部分挺直而部分倚卧而被称为坐位。但是,无论是坐位、倚卧、直立还是诸如此类的事物,都不可能是关系者;因为在这些事物中存在着分有者与被分有者;因为坐着的人分有坐位,站立的人分有直立,倚卧的人分有倚卧。[朋友与敌人虽是关系者,却似乎不是关系者。这些事物之所以似乎不是关系者,是由于同名性以及在它们之中存在单一的性向;因为至少就字面表达而言,它们甚至并不相互对立。因此,如果它们要是关系者的话,就必须对立地表述它们,例如朋友爱被爱者,敌人恨被恨者,这样它们就被发现是关系者了。]但是关系者作为对立面不能相互分有;因为儿子绝不作为父亲而分有父亲,反之亦然;右也不分有左,反之亦然;整体也不被述说为作为部分而分有部分(因为整体的定义并不述说于部分),反之亦然;具头者也不分有头,因为具头者的定义也不述说于头;知识也不分有可知者。因此,总的来说,关系者作为彼此的对立面不能相互分有,相互分有的事物也不可能是关系者。人们提出疑难说:仅就所谈到的而言,姿态与具姿态者也不是关系者;因为具姿态者分有姿态。

语法注3 条
  1. 2.20διακεκριμένους ἀλλήλων διὰ τοῦ ἔστιν

    介词短语“διὰ τοῦ ἔστιν”作修饰“διακεκριμένους”的状语,指用例的三个领域在亚里士多德的原文字面中是通过“是”(ἔστιν)这一系词句式的重现来相互区分的。

  2. 2.20τὰ δὲ πρός τι οὐ δύναται μετέχειν ἀλλήλων ὡς ἀντικείμενα

    “ὡς ἀντικείμενα”用作主语“τὰ πρός τι”的叙述性补语(资格或状态),表明逻辑理由:关系者正是在其“作为对立面”的资格下无法相互分有。

  3. 2.20οὐδὲ τὸ ὅλον τοῦ μέρους μετέχειν ὡς μέρους κατηγορεῖται

    被动动词“κατηγορεῖται”带有以“τὸ ὅλον”为主语、配补足不定词“μετέχειν”的主格不定词结构,其中“ὡς μέρους”修饰分有动词“μετέχειν”,指明“作为部分(在其本身的资格下)而分有”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:207.21-208.27