- 底本
- Elias, Eliae (Olim Davidis) In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 107-255. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:206.18-207.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯总结了探究关系者诸论题的理由,随后进入对关系者第一个(虚假的)简要描述的阐释,论述了添加“其自身所是正如其所是”以及“或以任何其他方式”这些限制性短语的理由。
οὐδεμία ἄλλη κατηγορία παρυφίσταται ταῖς λοιπαῖς κατηγορίαις, εἰ μὴ τὰ πρός τι· εἰκότως οὖν ζητοῦμεν τὸν τρόπον τῆς ὑπάρξεως. οὐδεμία ἄλλη κατηγορία δέκα εἴδη ἔχει, εἰ μὴ τὰ πρός τι· εὐλόγως ἄρα ζητοῦμεν τὴν ἀπαρίθμησιν τῶν σημαινομένων. ἐν οὐδεμιᾷ ἄλλῃ κατηγορίᾳ διεφώνησεν ἑαυτῷ ὁ Ἀριστοτέλης, εἰ μὴ ἐν τοῖς πρός τι, ποτὲ μὲν τέταρτα αὐτὰ τάσσων, ὡς ἐν τῇ ἀπαριθμήσει, ποτὲ δὲ τρίτα, ὡς ἐν τῇ διδασκαλίᾳ· διὸ ζητοῦμεν τὴν τάξιν αὐτῶν. p, 6a36 36 Πρός τι δὲ τὰ τοιαῦτα λέγεται. Ἐπειδὴ τέσσαρά τινα συμπληροῖ τὴν διδασκαλίαν τῶν πρός τι, ἡ ψευδὴς αὐτῶν ὑπογραφὴ καὶ τὰ ἴδια καὶ ὁ ἀνθορισμὸς καὶ ἡ ἀπορία, ἡ παροῦσα θεωρία τὴν ψευδῆ ὑπογραφὴν τῶν πρός τι διδάσκει. ἔχει δὲ οὕτως· πρός τι δέ ἐστιν ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται, ἢ ὁπωσοῦν ἄλλως. σαφηνίσωμεν δὲ ταύτην. τὸ ὅσα αὐτὰ ἅπερ ἐστί καλῶς πρόσκειται· τὰ γὰρ πρός τι αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται, ὡς πατήρ· καὶ αὐτὸ γὰρ τὸ πατὴρ τοῦ υἱοῦ λέγεται, ὁμοίως καὶ ὁ υἱὸς κατ’ αὐτὸ τὸ υἱὸς τοῦ πατρὸς λέγεται. καὶ τὰ πρός τι μὲν πάντως ἑτέρων εἶναι λέγεται, οὐ πάντως δὲ τὰ ἑτέρων λεγόμενα πρός τι· ἰδοὺ γὰρ τὸ λευκὸν λέγεται μέλανι ἐναντίον καὶ πρός τι οὐκ ἔστιν, ἐπειδὴ προῆλθε μὲν κατ’ ἄλλο, τὸ λευκόν, ἀποκρίνεται δὲ κατ’ ἄλλο· κατὰ γὰρ τὸ ἐναντίον.1 ἄλλο δὲ τὸ λευκὸν καὶ ἄλλο τὸ ἐναντίον· τὸ μὲν γὰρ λευκὸν καθ’ αὑτό, τὸ δὲ ἐναντίον πρός τι. καὶ τὰ μὲν πρός τι ἀπὸ τοῦ αὐτοῦ ἀρχόμενα καὶ εἰς τὸ αὐτὸ λήγοντα κύκλον μιμεῖται, οἷον ὁ πατὴρ υἱοῦ πατήρ, τὰ δὲ πρὸς ἄλλο λεγόμενα ἀρχόμενα μὲν ἀπὸ ἄλλου ἀποκρινόμενα δὲ κατ’ ἄλλο, οἷον λευκὸν μέλανι ἐναντίον, εὐθεῖαν μιμεῖται ἄλλην ἀρχὴν ἔχουσαν καὶ ἄλλο πέρας. καὶ ταῦτα ἐν τούτοις. τὸ δὲ ὁπωσοῦν ἄλλως πρόσκειται διὰ τέσσαρας αἰτίας, αἵτινες διὰ τὸ ἑτέρων λέγονται·2 πρῶτον ἵνα μὴ τοῦ ἑτέρων γενικῆς πτώσεως ὄντος νομίσωμεν πάντα πρὸς γενικὴν ἀποδίδοσθαι· τινὰ γὰρ καὶ πρὸς δοτικήν, ὡς ἂν εἴπω ‘φίλος φίλῳ φίλος’, καὶ πρὸς αἰτιατικήν· ‘ὁ τύπτων τυπτόμενον τύπτει’. δεύτερον ἵνα μὴ τοῦ ἑτέρων πληθυντικοῦ ἀριθμοῦ ὄντος νομίσωμεν πάντα πρὸς πληθυντικὸν ἀριθμὸν ἀποδίδοσθαι· τινὰ γὰρ καὶ πρὸς ἑνικὸν λέγεται· ‘τὸ μέρος ὅλου μέρος’. τρίτον ἵνα μὴ τοῦ ἑτέρων μοναχῶς λεχθέντος νομίσωμεν πάντα μοναχῶς ἀποδίδοσθαι· τινὰ γὰρ καὶ διχῶς ἀποδίδοται, οἷον τὸ ὑπερέχον ὑπερεχόμενον ὑπερέχει καὶ τὸ ὑπερέχον ὑπεροχῇ ὑπερέχει. τέταρτον ἵνα μὴ τοῦ ἑτέρων ἁπλοῦ ὄντος καὶ μὴ δεηθέντος προθέσεως νομίσωμεν πάντα τὰ πρός τι μὴ δεῖσθαι προθέσεως· τινὰ γὰρ δέονται, οἷον τὸ δωρούμενον παρὰ τοῦ δωρουμένου δωρεῖται καὶ ὁ τυπτόμενος ὑπὸ τοῦ τύπτοντος τύπτεται. ἐν οἷς ἡ πρᾶξις.
除了关系者之外,没有任何其他范畴附带地成立于其余范畴之中;因此我们探究其存在方式是合情合理的。除了关系者之外,没有任何其他范畴拥有十个种;因此我们探究其所指的列举是合乎情理的。除了在关系者中之外,亚里士多德在其他任何范畴中都没有自相矛盾过——他有时把它们排在第四位(如在列举中),有时又排在第三位(如在教学中);因此我们探究它们的次序。 “这些事物被称为关系者。” 既然有四项内容构成了关于关系者的教学——它们的虚假简要描述、固有特征、反意定义以及疑难,那么本讲的理论考察所讲授的便是关系者的虚假简要描述。其内容如下:凡是其自身所是正如其所是并被说是属于其他事物,或以任何其他方式[关联于另一事物]的所有事物,都是关系者。让我们阐明这一点。“凡是其自身所是正如其所是”这一表述是恰当地添附上去的;因为关系者就像父亲一样,正是以其自身所是而被说是属于其他事物的。因为“父亲”这一本身就被说是儿子的[父亲],同样儿子就“儿子”这一本身而言也被说是父亲的[儿子]。虽然关系者必然被说是属于其他事物的,但被说是属于其他事物的事物却并不必然是关系者;看哪,白被说是黑的对立面,但它并不是关系者,因为它依于一者(即白)而产生,却依于另一者(即对立面)而应答。而白与对立面是两回事;因为白是就其自身而言的,而对立面则是关系者。关系者从同一者出发并终结于同一者,因而模仿了圆圈,例如“父亲是儿子的父亲”;而相对于另一者被述说的事物从一者出发却依于另一者而应答,例如“白是黑的对立面”,因而模仿了具有不同起点和不同终点的直线。关于这些就谈到这里。“或以任何其他方式”这一表述是由于四个原因而添附的,这些原因乃是因为“其他事物的”一词而被陈述的:第一,免得由于“其他事物的”是属格,我们便以为一切事物都对应于属格;因为有些事物也对应于与格,如我说“朋友对朋友是朋友”,以及对应于宾格:“击打者击打被打者”。第二,免得由于“其他事物的”是复数,我们便以为一切事物都对应于复数;因为有些事物也相对于单数被述说:“部分是整体的部分”。第三,免得由于“其他事物的”是以单一方式言说的,我们便以为一切事物都以单一方式对应;因为有些事物也以双重方式对应,例如超出者超出被超出者[宾格],且超出者以超出量而超出[与格]。第四,免得由于“其他事物的”是单纯的且不需要介词,我们便以为一切关系者都不需要介词;因为有些事物确实需要介词,例如被赠送之物是由赠送者所赠送的,被打者是被击打者所击打的。至此这一讲[结束了]。
- 2.19προῆλθε μὲν κατ’ ἄλλο, τὸ λευκόν, ἀποκρίνεται δὲ κατ’ ἄλλο· κατὰ γὰρ τὸ ἐναντίον
介词短语 κατ’ ἄλλο … κατ’ ἄλλο 构成了“依于一者……依于另一者”的对照并列结构,τὸ λευκόν 作为前者的同位语,κατὰ γὰρ τὸ ἐναντίον 则用于解释说明后者。动词 προῆλθε 表示白作为主语依其自身实质本性作为出发点而产生,ἀποκρίνεται 则指在关系对应中对应或应答对方项的关联功能。
- 2.19αἵτινες διὰ τὸ ἑτέρων λέγονται
关系代词 αἵτινες 的先行词是紧邻其前的 τέσσαρας αἰτίας。带有中性单数定冠词的 τὸ ἑτέρων 将定义中出现的属格词 ἑτέρων(“其他事物的”)作为引用加以实质化名词化,作介词 διά 的宾语。整句的骨架为:“这[四个]原因是由于[定义中的]‘其他事物的’这一表述而陈述的”。
