← 埃利亚斯

亚里士多德《范畴篇》注释

§205.16-206.18

关系者的教学法与题名辨析

埃利亚斯论述了关于关系者的第四项论题(由定义、固有特征、反意定义和疑难构成的教学法)与第五项论题(单数与复数题名之辨),并解答了为何这五项论题唯独在关系者范畴中被探究的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.19#1

" Πρός τι δὲ τὰ τοιαῦτα λέγεται." Τέταρτον ἦν κεφάλαιον τῶν προτεθέντων τὸ ζητῆσαι τίς ἡ διδασκαλία τῶν πρός τι. ἰστέον τοίνυν ὅτι τοιούτῳ κέχρηται τρόπῳ διδασκαλίας τῷ ῥηθησομένῳ· πρῶτον ὁρίζεται τὰ πρός τι, λέγων ὅτι πρός τί ἐστιν ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται.1 αὕτη δέ ἐστιν ἡ ψευδὴς ὑπογραφὴ καὶ Πλατωνική, ἥντινα ἐλέγξει ἐν τοῖς κατὰ μέρος αὐτός. δεύτερον καταλέγει τὰ ἴδια τῶν πρός τι, τὰ ψευδῆ καὶ ἀληθῆ. τέσσαρα δὲ τῶν πρός τι ἴδια, τὸ μηδὲν ἔχειν ἐναντίον καὶ τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον καὶ τὸ πρὸς ἀντιστρέφοντα λέγεσθαι καὶ τὸ ἅμα τῇ φύσει εἶναι. ποῖα δὲ ἀληθῆ καὶ ποῖα ψευδῆ, προϊὼν διδάξει. τρίτον λέγει ἀνθορισμὸν αὐτῷ δοκοῦντα ὅτι πρός τί ἐστιν οἷς τὸ εἶναι ἡ πρὸς ἕτερον σχέσις. τέταρτον ἀπορίαν τινὰ τίθησι μεταξὺ τοῦ ὁρισμοῦ καὶ ἀνθορισμοῦ, ἑπομένην μὲν τῷ ὁρισμῷ λυομένην δὲ ὑπὸ τοῦ ἀνθορισμοῦ· ᾧ γὰρ ἄτοπον ἕπεται, ἐκεῖνο ἄτοπον, ᾧ δὲ μηδὲν ἄτοπον ἀκολουθεῖ, τοὐναντίον δὲ καὶ τὰ ἄλλοις ἑπόμενα ἄτοπα δύναται διαλύειν, ἐκεῖνο ἀληθές. οὗτος ὁ τρόπος τῆς διδασκαλίας τῶν πρός τι. ἐν οἷς τὸ τέταρτον. Πέμπτον ἦν κεφάλαιον ζητῆσαι πῶς δεῖ ἐπιγράφειν, Περὶ τοῦ πρός τι ἑνικῶς ἢ Περὶ τῶν πρός τι πληθυντικῶς. καὶ δεῖ εἰδέναι ὅτι ἑκατέρως δυνατόν, καὶ ἑνικῶς ἐπιγράφειν, ἐὰν πρὸς τὴν σχέσιν ἐπιβλέψωμεν (μία γὰρ ἡ σχέσις), εἰ δὲ πρὸς τὰ τὴν σχέσιν ἔχοντα, πληθυντικῶς· ταῦτα γὰρ τοὐλάχιστον δύο· ἓν γὰρ πρᾶγμα πρός τι οὐ δύναται εἶναι. καὶ ἀληθὴς ἡ ἑνικὴ ἐπιγραφή, ἐπειδὴ καὶ ἡ σχέσις μία· ὡς γὰρ μιᾶς οὔσης τῆς σχέσεως δέκα τὰς κατηγορίας φαμέν, ὡς τοῦ πρός τι ἑνικῶς λαμβανομένου. σαφὴς δὲ ἡ πληθυντικὴ ἐπιγραφή, ὡς καὶ Ἀριστοτέλης ἐπιγράφει τὰ πρός τι πανταχοῦ κἀν ταῖς ὑπογραφαῖς κἀν τοῖς ἰδίοις λέγων. οὕτως καὶ ἐπὶ τῆς ποιότητος Περὶ ποιοῦ καὶ ποιότητος ἐπιγράψας, ἵνα σαφῆ ποιήσῃ τὴν ἐπιγραφήν (ποιὸν δέ ἐστι τὸ δεδεγμένον τὴν ποιότητα), * * ἵνα ἐκ τούτου ὡς σαφεστέρου εἰς ἔννοιαν ἔλθωμεν τῶν ἀσαφῶν· ἀσαφῆ γὰρ τὰ μετεχόμενα καθ’ αὑτά. ἐν οἷς καὶ τὸ 〈πέμπτον〉 κεφάλαιον. Ἀποροῦσι δὲ λέγοντες, εἰ ἐξὸν ἐπὶ πάσης κατηγορίας τὰ πέντε ταῦτα ζητῆσαι κεφάλαια2 (ἑκάστη γὰρ λέγεται καὶ διδάσκεται καὶ ἔστι καὶ γένος ἐστὶ καὶ συνηρίθμηται ταῖς ἄλλαις), πῶς ἐνταῦθα ταῦτα μόνον ζητεῖται. καὶ λέγομεν ὅτι εὐλόγως ἐνταῦθα καὶ μόνον λόγου ἔτυχον ταῦτα· οὐδεμία γὰρ ἄλλη κατηγορία καὶ ἑνικῶς λέγεται καὶ πληθυντικῶς, εἰ μὴ τὰ πρός τί· εὐλόγως οὖν τὴν ἐπιγραφὴν ζητοῦμεν. ἐν οὐδεμιᾷ ἄλλῃ κατηγορίᾳ [καὶ ἑνικῶς λέγεται καὶ πληθυντικῶς] καὶ ὁρίζεται καὶ ἀνθορίζεται ὁ Ἀριστοτέλης, εἰ μὴ ἐνταῦθα· διὸ εὐλόγως ζητοῦμεν τίς ὁ τρόπος ὁ διδασκαλικός.

“这些事物被称为关系者。” 在提出的各项论题中,第四项是探究关于关系者的教学法是怎样的。因此应当知道,他采用了如下将要叙述的这种教学方式:首先他给关系者下定义,说凡是其自身所是正如其所是并被说是属于其他事物的事物,都是关系者。但这乃是虚假的、柏拉图式的简要描述,他本人将在具体论述中予以反驳。其次他列举了关系者的固有特征,包括虚假的与真实的。关系者的固有特征有四个:没有任何对立面,不容纳程度的或多或少,相对于可转换之物而言,以及在自然上次序同时。至于哪些是真实的,哪些是虚假的,他将在下文逐步讲授。第三,他陈述了他所认同的反意定义,即关系者乃是其存在就是朝向另一者的关系的事物。第四,他在定义和反意定义之间提出了一个疑难,这一疑难跟随于定义,但被反意定义所消解;因为凡是有荒谬结论跟随其后的,本身就是荒谬的,而凡是没有任何荒谬结论跟随,反而能够化解跟随于其他观点的荒谬结论的,本身就是真实的。这就是关于关系者的教学方式。至此第四项论题[结束了]。第五个论题是探究应当如何题名,是用单数的“论关系者”,还是用复数的“论诸关系者”。并且应当知道,两种方式都是可能的:既可以依单数题名——如果我们着眼于这种关系(因为关系只有一种);如果着眼于具有这种关系的事物,则可以依复数题名;因为这些事物至少有两个,单一一件事物不可能成为关系者。单数的题名是真实的,因为关系也是单一的;因为正如关系是单一的,我们才说范畴有十个,此时关系者是被作为单数来理解的。而复数的题名则是明晰的,正如亚里士多德到处都题作“诸关系者”,在简要描述中和在固有特征中都如此称述。这正如在性质这一范畴上,为了使题名明确,他题作“论具有性质者与性质”(具有性质者乃是接受了性质的事物),[……]以便我们由此作为更明晰之物,进入对不明晰之物的概念认识;因为就其自身而言被分有之物是不明晰的。至此第五个论题也[结束了]。但是人们提出疑问说:既然对每一个范畴都可以探讨这五个论题(因为每一范畴都被述说、被教授、存在、是类,且与其他范畴共同列数),为什么只在这里探讨这些论题呢?对此我们回答说,这些论题合理地在这里并且只在这里得到了讨论;因为除了关系者之外,没有任何其他范畴既以单数又以复数被述说;因此我们探究其题名是合乎情理的。在其他任何范畴中,亚里士多德都没有既下定义又下反意定义,唯独在此处如此;因此我们探究其教学方式是合乎情理的。

语法注2 条
  1. 2.19ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται

    引自亚里士多德《范畴篇》6a36–37的定义。在作主句谓语成分的关系代词分句 ὅσα ... λέγεται 内部,αὐτὰ ἅπερ ἐστίν 作同位或表语性限定(“其自身正如其所是”),属格 ἑτέρων 则作为受 λέγεται 支配的不定式 εἶναι 的表语补足语(“被说是属于其他事物的”)。

  2. 2.19εἰ ἐξὸν ἐπὶ πάσης κατηγορίας τὰ πέντε ταῦτα ζητῆσαι κεφάλαια

    由连词 εἰ 引出无人称动词 ἔξεστι 的宾格绝对分词(ἐξόν)构成的条件句(“如果能够……”)。不定式短语 τὰ πέντε ταῦτα ζητῆσαι κεφάλαια 作此无人称分词的真正主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:205.16-206.18