- 底本
- Elias, Eliae (Olim Davidis) In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 107-255. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:203.34-205.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯提出了关于关系者之存在的四种立场(普罗泰戈拉认为一切存在皆为关系的观点、基于自然不关心情态而认为无一物为关系的观点、两者的折中观点,以及亚里士多德的限定观点),并对各自主张的论据进行了反驳与梳理。
ἐν οἷς καὶ τὸ δεύτερον κεφάλαιον.1 Τρίτον ἦν κεφάλαιον τὸ ζητῆσαι περὶ τῆς ὑπάρξεως αὐτῶν, ἆρα φύσει εἰσὶν ἢ ἡμεῖς ποιοῦμεν αὐτά· διάφοροι γὰρ δόξαι γεγόνασιν· οἱ μὲν γὰρ πάντα τὰ ὄντα πρός τι εἰρήκασιν, οἱ δὲ ἀμφότερα καὶ πάντα τὰ ὄντα πρός τι καὶ οὐδὲν τῶν ὄντων πρός τι, οἱ δὲ τινὰ μὲν πρός τι τινὰ δὲ οὐ πρός τι· Πρωταγόρας μὲν ὁ σοφιστὴς πάντα τὰ ὄντα πρός τι εἶπε λόγῳ τοιούτῳ χρώμενος· ἕκαστον, φησί, πρὸς ἄλλο παραβαλλόμενον τὴν οἰκείαν ἀπολαμβάνει φύσιν· ὁ γὰρ τράχηλος τῆς περιστερᾶς ὁ μέλας τῷ ἐν σκιᾷ ὁρῶντι μέλας φαίνεται τῷ δὲ ἐν φωτὶ ὁρῶντι ἡλιοειδὴς καὶ φοινικοῦς ὁρᾶται. καὶ τὸ πῦρ οὐ πᾶσι θερμόν· τῷ γὰρ ξύλῳ θερμὸν τῇ δὲ σαλαμάνδρᾳ οὐ θερμὸν οὐδὲ τῷ ἀμιάντῳ. τὸ μέλι οὐ πᾶσι γλυκύ· τοῖς γὰρ ἰκτεριῶσιν οὐ γλυκύ. πρὸς ὅ φαμεν ὅτι πρῶτον εἰσὶ τὰ πράγματα, καὶ οὕτω πρὸς ἕτερον παραβάλλονται· τὰ γὰρ χρώματα νυκτὸς μέν εἰσι χρώματα, ὁρατὰ δὲ οὐκ εἰσίν. ἐκέχρητο δὲ καὶ δευτέρῳ λόγῳ λέγων οὕτως· αἱ φυσικαὶ τῶν πραγμάτων εἰκόνες, λέγω δὴ τὰ κατοπτρικὰ εἴδωλα, ὁρῶντι μὲν εἰσί, μὴ ὁρῶντι δὲ οὐκ εἰσίν. ἀλλ’ ὁ αὐτὸς λόγος καὶ πρὸς ταῦτα· πρῶτον γὰρ εἰσὶ τὰ πράγματα, καὶ τότε γίνονται ὁρατά. τούτοις πεισθεὶς ὁ Πρωταγόρας ἐκέχρητο ταῖς μεγαληγορίαις ταῖς τρισὶ ταύταις, φάσκων οὕτως· ‘πάντων χρημάτων μέτρον ὁ ἄνθρωπος’, ‘ὡς φαίνεται τὰ πράγματα, οὕτω καὶ ἔστι’, ‘τὸ δοκοῦν ἑκάστῳ ἀληθές’. οὐ περὶ τοῦ αὐτοῦ δὲ εἴρηται πάντα, ἀλλὰ τὸ μὲν περὶ τοῦ γινώσκοντος ὅτι μέτρον πάντων χρημάτων ὁ ἄνθρωπος, τὸ δὲ περὶ 〈τοῦ〉 γινωσκομένου τὸ λέγον ὅτι οἷα φαίνεται τὰ πράγματα, τοιαῦτα καὶ ἔστι, τὸ δὲ περὶ τῆς γνώσεως αὐτῆς τὸ λέγον ὅτι τὸ δοκοῦν ἑκάστῳ ἀληθές. πρὸς ὅ φαμεν ὅτι οὐ μέτρον πάντων χρημάτων ὁ ἄνθρωπος· κατὰ μίαν γὰρ αἴσθησιν, ὡς μεμαθήκαμεν ἐν τοῖς προλαβοῦσι, προὔχει τῶν ἄλλων ζῴων ὁ ἄνθρωπος, λέγω δὴ τὴν ἁφήν (διὸ καὶ ἄτριχον τὸ θέναρ ἐδημιούργησεν ἡ φύσις, ἵνα μὴ ἐν ταῖς μαντείαις ἐμποδίζηται, λέγω δὴ τοῖς σφυγμοῖς)· κατὰ γὰρ τὰς ἄλλας αἰσθήσεις νικᾶται ὑπὸ τῶν ἄλλων ζῴων, κατὰ μὲν τὴν ὄψιν ὑπὸ τοῦ ἀετοῦ, κατὰ δὲ τὴν ἀκοὴν ὑπὸ τῶν χηνῶν, κατὰ δὲ τὴν γεῦσιν ὑπὸ γαλῆς. ἀλλ’ οὐδὲ ὡς ὁρᾶται τὰ πράγματα, οὕτω καὶ ἔστιν· ἰδοὺ γὰρ ὁ ἥλιος ποδιαῖος φαίνεται ὁ ἑκατοντάκις ἑβδομηκονταπλασίων τῆς γῆς ὤν, καὶ ἡ κώπη κεκλασμένη ὁρᾶται ἐν τῷ ὕδατι μὴ οὖσα κεκλασμένη. ἀλλ’ οὐδὲ τὸ δοκοῦν ἑκάστῳ ἀληθές ἐστι· τί γὰρ ποιήσομεν τοὺς παραφρονοῦντας,2 οἵτινες ὀστρακίνους ἑαυτοὺς νομίζουσι καὶ δοκοῦσιν ἀποφεύγειν, μὴ ὁ οὐρανὸς αὐτοῖς ἐπιπέσῃ τοῦ Ἄτλαντος αὐτὸν διὰ τὸν κάματον ἀποσεισαμένου;3 ἤδη δὲ καὶ Πλάτωνι εὐθύνας δέδωκεν αὕτη ἡ δόξα· φησὶ γὰρ πρὸς αὐτοὺς ὁ Πλάτων· ‘ἡμεῖς, Πρωταγόρα, λέγοντές σε ψεύδεσθαι,4 ἀληθεύομεν ἢ ψευδόμεθα; εἰ μὲν γὰρ ἀληθεύομεν ἡμεῖς, ψεύδῃ καὶ ἔστι τὸ ψεῦδος, εἰ δὲ ψευδόμεθα, καὶ οὕτως ἔστι τὸ ψεῦδος’. διὸ καὶ ἐπάγει ὅτι Πρωταγόρας κἂν ἀληθεύῃ, ψεύδεται, κἂν ψεύδηται, ψεύδεται, πάντως ἄρα ψεύδεται. Ἄλλοι δέ φασιν ὅτι οὐδὲν τῶν ὄντων πρός τι· ἡ γὰρ φύσις πάντα καθ’ αὑτὰ ἐποίησε, τάξεως τῶν πρός τι μὴ φροντίσασα, ὥσπερ καὶ ὁ τέκτων ἐντίθησι τὰς δοκοὺς τῇ ὀροφῇ μὴ φροντίσας ποία δεξιὰ ἢ ποία ἀριστερά, ἀλλ’ ἡμεῖς ὕστερον τὴν μὲν δεξιάν φαμεν τὴν δὲ ἀριστεράν. πρὸς ὃ φαμεν ὅτι καὶ τάξεως ἐφρόντισεν ἡ φύσις· τὰ γὰρ ὑγρὰ στοιχεῖα ἐν μέσῳ τῶν ξηρῶν ἔταξεν, ἵνα συνέχηται καὶ συσχηματίζηται αὐτοῖς, καὶ τὸ ἧπαρ ἀεὶ ἐν τοῖς δεξιοῖς, καὶ τὰ οὐράνια περιέχει τὰ ὑποσέληνα, ἐπεὶ εἰ μηδὲν ἦν τῶν ὄντων πρός τι, ἀνῄρητο ἂν καὶ ἡ πρόνοια· ἡ γὰρ πρόνοια τοῦ προνοουμένου ἐστὶ πρόνοια καὶ ἡ γνῶσις γνωστοῦ ἐστι γνῶσις. ἄλλοι δὲ πάντα τὰ ὄντα πρός τι εἶπον, ἐπειδὴ τὰ πρός τι οἰκείαν ὕλην οὐκ ἔχει, ἀλλ’ ἐν ταῖς ἐννέα κατηγορίαις θεωρεῖται, καὶ οὐδὲν τῶν ὄντων πρός τι, ἐπειδὴ οὐδὲν μόνως πρός τι, ἀλλ’ ἢ πρός τι καὶ οὐσία ἢ πρός τι καὶ ποσὸν ἢ πρός τι καὶ ποιόν. Ἀριστοτέλης δὲ τῶν ὄντων τὰ μὲν πρός τι τὰ δὲ οὐ πρός τι· οὐσία γὰρ καὶ ποιὸν καὶ ποσὸν καθ’ αὑτό, τὰ δὲ ἐκ τῆς τούτων συμπλοκῆς ἀναφαίνονται.
至此第二项论题也[结束了]。第三个论题是探究它们的存在,即它们究竟是出于自然还是我们造就了它们;因为产生了各种不同的见解。有些人说一切存在者都是关系者,另一些人则兼持两种观点,即一切存在者都是关系者且存在者中没有什么是关系者,还有一些人说有些是关系者而有些不是关系者。智者普罗泰戈拉使用了如下的论证说一切存在者都是关系者:他说,每一事物与另一事物相比较时,才获得其自身的本性;因为鸽子黑色的颈部,对于在阴影中观看的人来说显得是黑色的,而对于在光亮中观看的人来说,看起来则是如太阳般且呈红紫色。火也并非对一切事物都是热的;因为对于木头它是热的,但对于火蜥蜴它不是热的,对于石棉也不是热的。蜂蜜并非对所有人都是甜的;因为对于患黄疸的人它不是甜的。对此我们说,首先事物存在,然后才如此这般与另一事物相比较;因为颜色在夜间固然是颜色,但并不是可见的。他也曾使用过第二个论证,这样说道:事物的自然影像,即镜中的映像,对于观看的人来说是存在的,对于不看的人来说则是不存在的。但是同样的论证也适用于这些;因为首先事物存在,那时它们才变为可见的。普罗泰戈拉信服了这些论据,使用了这三句豪言壮语,如此宣称:“人是万物的尺度”,“事物怎样显现,就怎样存在”,“对每个人而言显得如此的就是真实的”。然而这一切并非关于同一件事物而言的;关于认识者的是“人是万物的尺度”,关于被认识者的是那句说“事物显得怎样,就怎样存在”,而关于认识本身的是那句说“对每个人而言显得如此的就是真实的”。对此我们说,人并不是万物的尺度;因为正如我们在前文所学到的,人在一种感觉上胜过其他动物,我指的就是触觉(因此自然将手掌造成无毛的,以免在占候,我指的是在切脉中受到阻碍);因为在其他感觉上他被其他动物所超越,在视觉上被鹰超越,在听觉上被鹅超越,在味觉上被鼬超越。而且事物也绝非如看起来那样存在;看哪,太阳在事实上是一百七十倍于地球的,却显得只有一尺大;桨在水中看起来是弯折的,虽然它并未弯折。而且对每个人而言显得如此的也绝非就是真实的;因为我们该拿那些发疯的人怎么办呢?他们认为自己是陶土做的,并且似乎在逃跑,担心阿特拉斯因劳累而甩落天空,天空会掉落到他们身上。并且这一见解早已向柏拉图交账;因为柏拉图对他们说:“普罗泰戈拉,当我们说你撒谎时,我们说的是真话还是谎话?因为如果我们说的是真话,你就撒了谎且谎话存在;如果我们说了谎,这样一来谎话同样存在”。因此他也推导出:普罗泰戈拉无论说真话,都是在撒谎,无论说谎,也是在撒谎,所以无论如何他都在撒谎。另一些人则说存在者中没有什么是关系者;因为自然把一切事物都造成了就自身而言的,并不关心关系者的秩序,就像木匠将大梁安在屋顶上,并不关心哪一根是右哪一根是左,而是我们后来把一根称为右,另一根称为左。对此我们说,自然也曾关心过秩序;因为自然将潮湿的元素安排在干燥元素的中间,以便它与它们一同被保持并形成共同的形状,而且肝脏总是在右边,天体之物包容着月下之物;因为如果存在者中没有什么是关系者,天意也会被取消;因为天意是受关照之物的天意,知识是可知之物的知识。另一些人说一切存在者都是关系者,是因为关系者没有自己特有的质料,而是在九个范畴中被观察到的;又说存在者中没有什么是关系者,是因为没有任何事物仅仅是关系者,而要么是关系者兼实体,要么是关系者兼数量,要么是关系者兼性质。亚里士多德则认为存在者中有些是关系者,有些不是关系者;因为实体、性质和数量是就自身而言的,而关系者则是从这些范畴的交织中显现出来的。
- 2.18ἐν οἷς καὶ τὸ δεύτερον κεφάλαιον
省略了主要谓语动词(如 ἐστί 或 ἐτελεύτησεν)的收结程式表达。理解时需补全含义:“至此第二项论题也[结束了]”。
- 2.18τί γὰρ ποιήσομεν τοὺς παραφρονοῦντας
ποιέω 接续宾格(τοὺς παραφρονοῦντας)构成的惯用句式,与 τί 组成双宾格,意为“我们该拿发疯的人怎么办 / 怎样对待发疯的人?”。
- 2.18μὴ ὁ οὐρανὸς αὐτοῖς ἐπιπέσῃ τοῦ Ἄτλαντος αὐτὸν διὰ τὸν κάματον ἀποσεισαμένου
由表示担忧或畏惧的连词 μή 引导的从属从句,接虚拟式(ἐπιπέσῃ),依附于动词 ἀποφεύγειν(“逃避以免天空掉落……”)。后半部分的 τοῦ Ἄτλαντος... 为属格独立结构,说明天空掉落的原因或情境。
- 2.18λέγοντές σε ψεύδεσθαι
分词 λέγοντες 与主句动词 ἀληθεύομεν ἢ ψευδόμεθα 的主语(ἡμεῖς)一致,表条件或伴随状况(“当我们说 / 如果我们说你撒谎时”)。它统辖一个带不定式的宾格结构(σε ψεύδεσθαι)。
