- 底本
- Elias, Eliae (Olim Davidis) In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 107-255. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:202.10-203.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《范畴篇》6a36的引文,埃利亚斯枚举了关系者的十个种并给出实例,探讨了知识与文法在属和种之间的关系述说疑难,进而将这些种归纳为出于自然、机遇、技艺与抉择四类。
" Πρός τι δὲ τὰ τοιαῦτα λέγεται." Δεύτερον ἦν κεφάλαιον ἀπαριθμήσασθαι τὰ εἴδη τῶν πρός τι.1 δέκα τοίνυν τὰ εἴδη τῶν πρός τι, ταυτότης, ἀνισότης, γένεσις, μέθεξις, ὕφεσις, πεῖσις, κρίσις, θέσις, ἀσυμμετρία, ἡ πρὸς τὸ γένος ἀναφορά· ἐπὶ τοῦ ποσοῦ γὰρ μόνου τὴν διαιρετικὴν ἐφύλαξε τάξιν ὁ Ἀριστοτέλης διελὼν εἰς συνεχὲς καὶ διωρισμένον, οὐ μὴν καὶ ἐπὶ τῶν ἄλλων κατηγοριῶν, ἀλλὰ μόνον ἀπαριθμεῖται τὰ εἴδη καὶ τὰ σημαινόμενα αὐτῶν. καὶ εἰκότως, ἐπειδὴ σκοπὸς ταῖς Κατηγορίαις οὐ τὴν φύσιν τῶν πραγμάτων καθὸ πράγματα διδάξαι, ἀλλὰ καθὸ τοιῶσδε ὀνομάζονται. διὸ οὐδὲ τὴν διαίρεσιν κατὰ τάξιν εἰς ἀντιδιαιρούμενα πεποίηκε, καὶ ἡ αἰτία εἴρηται. ἣν δὲ ἔχουσι τάξιν φυσικὴν αἱ κατηγορίαι ἐν τῇ προόδῳ, τοιαύτην ἔχουσι καὶ τὰ πρός τι· ἐν αὐταῖς γὰρ ἔχουσι τὸ εἶναι. μνησθεὶς δὲ ἑνὸς ἀφ’ ἑκάστης ἀντιθέσεως κελεύει καὶ τὸ λοιπὸν ἐννοεῖν ἡμᾶς, οἷον μνησθεὶς ταυτότητος ἑτερότητα ἐπιτρέπει νοεῖν σε, καὶ ἐπὶ ἀνισότητος ὡσαύτως καὶ τῶν λοιπῶν ἀντιθέσεων ἀναλόγως. ταὐτὸν καὶ θάτερον οὐσίαι, ταυτότης δὲ καὶ ἑτερότης πάθη οὐσιῶν· τὰ οὖν μετέχοντα τῆς ταυτότητος διὰ τὴν ὁμοιότητα καὶ τὸν αὐτὸν ὁρισμὸν ἐπιδέχονται, καὶ τὰ μετέχοντα τῆς ἑτερότητος ἀνομοίως τὸν ὁρισμὸν τῆς ἑτερότητος ἐπιδεχόμενα· καὶ ταῦτα οὖν κἂν ἑτερότητα ἔχωσι, πρὸς κοινώνυμον λεχθήσονται.2 καὶ ἐπὶ τῶν λοιπῶν ἀντιθέσεων ἀναλόγως νοητέον· καὶ τὰ ἀνόμοια γὰρ ἀνόμοια ὡς ἕνα ὁρισμὸν ἐπιδεχόμενα τὸν τῆς ἀνομοιότητος. κἂν παρέλιπεν ὁ Ἀριστοτέλης τὴν διαίρεσιν κατὰ τὴν τάξιν τῶν γενικωτάτων καὶ ὑπαλλήλων καὶ μέχρι τῶν ἀτόμων προαγωγὴν ἐπὶ τῶν κατηγοριῶν, ὁ τεχνίτης καὶ ταύτην θηρᾷ διὰ μεθόδου τεχνικῆς. ἔστι δὲ ταὐτότης μέν, ὅταν πρὸς κοινώνυμον γίνηται ἡ σύγκρισις, οἷον φίλος φίλου φίλος, ἐχθρὸς ἐχθροῦ ἐχθρός· οὐδὲ γὰρ ὁμώνυμα ταῦτα λεκτέον (ἔχουσι γὰρ πρᾶγμα κοινόν, τὴν φιλίαν), οὐδὲ συνώνυμα· οὐδὲ γὰρ αὐτά τινος νῦν κατηγορήσαμεν οὐδὲ ἄλλο τι αὐτῶν κατηγορήσομεν. ἀνισότης δέ, ὅταν τὸ μεῖζον ἐλάττονος μεῖζον ᾖ καὶ τὸ διπλάσιον ἡμίσεος διπλάσιον, γένεσις δὲ 〈ὡς〉 πατὴρ υἱοῦ πατήρ, μέθεξις δέ, ὡς τὸ μετέχον μετεχομένου μετέχει καὶ τὸ μετεχόμενον ὑπὸ τοῦ μετέχοντος μετέχεται, ὕφεσις δὲ ὡς δεσπότης δούλου δεσπότης, πεῖσις δέ, ὅταν ὁ τύπτων τυπτόμενον τύπτῃ καὶ ὁ τυπτόμενος ὑπὸ τοῦ τύπτοντος τύπτηται, κρίσις δέ, ὅτι ἐπιστήμη ἐπιστήμονος ἐπιστήμη (τὸ γὰρ κρίνειν ἐπιστήμης), θέσις δέ, ὅτι τὸ ἀριστερὸν δεξιοῦ ἀριστερὸν καὶ τὸ δεξιὸν ἀριστεροῦ δεξιόν, ἀσυμμετρία δέ, ὅταν εἴπωμεν ὅτι ὃ ἀδύνατον ὑφ’ ἡμῶν ὁρᾶσθαι, τοῦτο καὶ ἡμεῖς ἀδυνατοῦμεν ὁρᾶν, ὡς τὸ ἐν βυθῷ ὄστρακον καὶ τὸν ἀέρα ἀχρωμάτιστον ὄντα· ταῦτα γὰρ ἀδυνάτως ἔχει ὑφ’ ἡμῶν ὁραθῆναι, καὶ ἡμεῖς ἀδυνατοῦμεν αὐτὰ ὁρᾶν. διὰ δὲ τὴν πρὸς τὸ γένος ἀναφοράν, ὅταν τὴν γραμματικὴν εἴπωμεν τῶν ὀκτὼ μερῶν τοῦ λόγου ἐπιστήμην· οὐδεὶς γὰρ λέγει ‘γραμματική ἐστι τῶν ὀκτὼ μερῶν τοῦ λόγου’ ἀλλὰ ‘γραμματική ἐστιν ἐπιστήμη τῶν ὀκτὼ μερῶν τοῦ λόγου’· ἡ γὰρ ἐπιστήμη τῶν πρός τι, ἡ δὲ γραμματικὴ οὐ τῶν πρός τι ἀλλὰ ποιότης καὶ καθ’ αὑτήν. καὶ οἶδεν ὁ Ἀριστοτέλης τὸ τοιοῦτον σημαινόμενον τῶν πρός τι ἐπιτελεῖν τῆς ποιότητος τὸ διὰ τὴν τοῦ γένους ἀναφοράν·3 οὕτω γὰρ καὶ ἡ ἀνάκλισις οὐ δι’ ἑαυτὴν τῶν πρός τι, ἀλλ’ ὡς θέσις· πᾶσα γὰρ θέσις τῶν πρός τι. καὶ ἡ γραμματικὴ οὖν οὐ δι’ ἑαυτὴν τῶν πρός τι, ἀλλὰ διὰ τὸ γένος, φημὶ τὴν ἐπιστήμην. διὸ καὶ ἀποροῦσιν, εἰ τὰ τῶν ἐπάνω κατηγορούμενα καὶ τῶν ὑποκάτω κατηγορεῖται ἐξ ἀνάγκης (ὡς τὸ ζῷον ἐπειδὴ ἀνθρώπου κατηγορεῖται, ἐξ ἀνάγκης καὶ Σωκράτους), διὰ τί τὰ πρός τι κατηγορούμενα τῆς ἐπιστήμης μὴ καὶ τῆς γραμματικῆς κατηγορεῖται. καὶ λέγομεν ὅτι ἡ ἐπιστήμη τῆς γραμματικῆς ὡς ποιότης κατηγορηθήσεται, ἡ δὲ ποιότης καθ’ αὑτὴν καὶ οὐ πρός τι· πᾶσα γὰρ τέχνη καὶ ἐπιστήμη καθ’ αὑτὴν μὲν ποιότης ὡς ἕξις ἐν ψυχῇ ἤτοι διάθεσις, πρὸς ἄλλο δὲ ἡ ἐπιστήμη καὶ ἡ τέχνη τῶν πρός τι· ἐπιστητοῦ γὰρ καὶ τεχνητοῦ. διὸ καὶ ἡ γραμματικὴ ποιότης καθ’ αὑτὴν καὶ οὐ 〈τεχνητοῦ〉 τέχνη. Δυνατὸν δὲ ταῦτα καὶ ἀντιτεταγμένως διελεῖν καὶ τεχνικῶς, ὅτι τῶν πρός τι τὰ μὲν φύσει, ὡς πατὴρ καὶ υἱός, τὰ δὲ τύχῃ, ὡς δοῦλος καὶ δεσπότης, τὰ δὲ τέχνῃ, ὡς ἐπιστήμη ἐπιστητοῦ ἐπιστήμη, τὰ δὲ προαιρέσει, ὡς φίλος φίλου φίλος. δυνατὸν δὲ ὑπὸ ταῦτα τὰ τέσσαρα ἀναγαγεῖν τὰ δέκα τὰ λεχθέντα πρῶτον.
“所谓关系者就是指这样的事物。” 第二个论题是枚举关系者的种。那么,关系者的种有十个:同一性、不等性、生成、分有、低减、受作用、判断、姿态、不成比例、对属的关系。因为唯独在数量上,亚里士多德遵循了划分的次序,将其划分为连续的和分离的,但在其他范畴中绝非如此,而只是枚举它们的种及其所指。这是合情合理的,因为《范畴篇》的目的不是就事物作为事物而言讲授它们的本性,而是就它们被如此这般命名而言讲授它们。因此,他也没有按照次序对它们进行并列对立的划分,其原因已经说明过了。范畴在展开中所具有的自然次序,关系者同样具有;因为关系者是在范畴之中拥有其存在的。并且,通过提及每一对立中的一方,他吩咐我们也构想出剩余的一方;例如,提及同一性,他允许你想及差异性,在不等性上也是如此,在其余对立上也依此类推。同一与相异是实体,而同一性与差异性是实体的情态。因此,分有同一性的事物由于相似性而接受相同的定义,而分有差异性的事物则非相似地接受差异性的定义;因此,这些事物即便具有差异性,也是相对于拥有共同名称者而言被述说的。对于其余的对立也当依此类推来理解;因为不相似者也是作为接受一个定义(即不相似性的定义)而不相似的。即使亚里士多德在范畴上省略了按照最高属和从属属的次序划分直至个体的推演,技艺精湛者也会通过专门的方法捕捉到这一点。 当比较是相对于拥有共同名称者而进行时,就是同一性,例如朋友是朋友的朋友,仇敌是仇敌的仇敌;因为这些既不应被称为同名异义的(因为它们拥有共同的事物,即友谊),也不应被称为同名同义的(因为我们方才既没有把它们述说于某物,也不会把其他任何事物述说于它们)。当较大者是较小者的较大者、双倍是半数的双倍时,就是不等性;生成是如父亲是儿子的父亲;分有是如分有者分有被分有者,被分有者为分有者所分有;低减是如主人是奴隶的主人;受作用是当击打者击打被击打者,被击打者为击打者所击打时;判断是因为知识是知者的知识(因为判断属于知识);姿态是因为左是右的左,右是左的右;不成比例是当我们说对于我们而言不可能被看见的事物,我们也无法看见它,例如海底的贝壳和没有颜色的空气;因为这些事物对我们而言不可能被看见,我们也无法看见它们。由于对属的关系,是当我们说文法是“关于八个词类的知识”时;因为没有人说“文法是属于八个词类的”,而是说“文法是关于八个词类的知识”;因为知识属于关系者,而文法不属于关系者,而是性质且就自身而言。亚里士多德也知道关系者的这种所指,即通过对属的关系而补充了性质;因为仰卧同样不是因其自身而属于关系者,而是作为姿态(因为凡姿态都属于关系者)。因此,文法也不是因其自身而属于关系者,而是由于属,我指的是知识。因此人们也提出疑难:如果述说于上位者之物也必然述说于下位者(正如动物既然述说于人,也必然述说于苏格拉底),为何关系者既然述说于知识,却不同样述说于文法?我们回答说,知识作为性质被述说于文法,而性质是就自身而言的,并不相关;因为一切技艺与知识就自身而言作为灵魂中的固态或性向是性质,但相对于他物而言,知识与技艺则属于关系者;因为它们是可知物和由技艺制造之物的知识与技艺。因此文法就自身而言也是性质,而不是由技艺制造之物的技艺。 也可以将这些在相互对立中专门地加以划分:在关系者中,有些是出于自然,如父亲与儿子;有些是出于机遇,如奴隶与主人;有些是出于技艺,如知识是可知物的知识;有些是出于抉择,如朋友是朋友的朋友。并且,完全可能将首先所说的十个种归入这四个划分之下。
- 2.18Δεύτερον ἦν κεφάλαιον ἀπαριθμήσασθαι τὰ εἴδη τῶν πρός τι.
主语是不定词短语 ἀπαριθμήσασθαι τὰ εἴδη τῶν πρός τι,Δεύτερον κεφάλαιον 为表语名词短语。未完成过去时 ἦν 回指前文确定的考察论题安排。
- 2.18πρὸς κοινώνυμον λεχθήσονται
κοινώνυμον(拥有共同名称者)指具有相互对应名称的事物(如“朋友是朋友的朋友”中双方使用相同的称呼)。πρός 表示关系所指向的参照对象。
- 2.18καὶ οἶδεν ὁ Ἀριστοτέλης τὸ τοιοῦτον σημαινόμενον τῶν πρός τι ἐπιτελεῖν τῆς ποιότητος τὸ διὰ τὴν τοῦ γένους ἀναφοράν
动词 οἶδεν 支配带宾格的不定词结构。不定词 ἐπιτελεῖν 的逻辑主语是 τὸ τοιοῦτον σημαινόμενον τῶν πρός τι,句末的 τὸ διὰ τὴν τοῦ γένους ἀναφοράν 与其同格。τῆς ποιότητος 作为属格宾语受 ἐπιτελεῖν 支配。
