← 埃利亚斯

亚里士多德《范畴篇》注释

§200.31-202.9

关系的五个探究论题与范畴次序

埃利亚斯对《范畴篇》第7章“关系”开篇(6a36)进行注解。他提出了关于关系范畴需探讨的五个论题(标题、讲授方式、本性、种、次序),并出于讨论的连贯性倒序展开,详述了关于关系范畴次序的三种学说(安德罗尼柯、阿尔库塔斯、亚里士多德)以及亚里士多德在讲授中将其列为第三位的四个理由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.17

" Πρός τι δὲ τὰ τοιαῦτα λέγεται, ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται." Ἐπειδὴ τὰ πρός τι καὶ λέγεται καὶ διδάσκεται καὶ ἔστι καὶ γένος ἐστὶ καὶ συναριθμεῖται ταῖς δέκα κατηγορίαις ἰσάριθμα τούτοις κεφάλαια ζητήσωμεν· 〈ἐπειδὴ μὲν λέγεται, ζητήσωμεν〉 περὶ τῆς ἐπιγραφῆς αὐτῶν πῶς δεῖ ἐπιγράφειν, Περὶ τοῦ πρός τι ἑνικῶς ἢ Περὶ τῶν πρός τι πληθυντικῶς, ὡς ὁ Ἀριστοτέλης πανταχοῦ, κἀν ταῖς ὑπογραφαῖς λέγων πρός τι δὲ τὰ τοιαῦτα λέγεται κἀν τοῖς ἰδίοις ἴδιον δὲ τῶν πρός τι. ἐπειδὴ δὲ διδάσκεται, ζητήσωμεν ποίῳ τρόπῳ κέχρηται διδασκαλίας, ἆρα οἵῳ καὶ ἐπὶ τῶν ἄλλων κατηγοριῶν ἢ ἑτέρῳ. ἰστέον ὅτι ἀπεξενωμένῃ παρὰ τὴν εἰωθυῖαν αὐτῷ κέχρηται διδασκαλίᾳ. ἐπειδὴ δὲ ἔστι τὰ πρός τι, ζητήσωμεν περὶ τῆς φύσεως ἤτοι ὑπάρξεως αὐτῶν, πῶς εἰσιν, ἆρα φύσει ἢ ἡμεῖς αὐτὰ ποιοῦμεν· δόξα γάρ τις γέγονεν ἡ λέγουσα μὴ εἶναι τὰ πρός τι φύσει, ἀλλ’ ἐκ τῆς πρὸς ἡμᾶς γίνεσθαι αὐτὰ σχέσεως. ἐπεὶ τοίνυν γένος ἐστί, ζητήσωμεν τὰ εἴδη αὐτῶν ἤτοι ἀπαριθμησώμεθα· ὅπου γὰρ γένος, πάντως καὶ εἶδος. ἐπειδὴ δὲ συνηρίθμηται ταῖς ἄλλαις κατηγορίαις, τὴν τάξιν αὐτῶν τὴν πρὸς τὰς λοιπὰς κατηγορίας ζητήσωμεν. ὅθεν καὶ δεῖ ἄρξασθαι διὰ τὴν τοῦ λόγου συνέχειαν ἀπὸ τοῦ πέμπτου, ἵνα τὸ πέρας τῶν φθασάντων ἀρχὴ τῶν μελλόντων γένηται. τοῦ δὲ πέμπτου πρώτου γενομένου καὶ τὰ λοιπὰ ὑποποδιζόντων ἡμῶν τὴν αὐτὴν ἐχέτω τάξιν,1 τὸ τέταρτον δεύτερον, τὸ τρίτον τρίτον, τὸ δεύτερον τέταρτον, τὸ πρῶτον πέμπτον. Τρεῖς τοίνυν δόξαι γεγόνασι περὶ τῆς τάξεως αὐτῶν· Ἀνδρόνικος μὲν γὰρ ὁ Ῥόδιος τελευταίαν ἀπονέμει τοῖς πρός τι τάξιν, λέγων αἰτίαν τοιαύτην· τὰ πρός τι ὕλην οἰκείαν οὐκ ἔχει (παραφυάδι γὰρ ἔοικεν οἰκείαν φύσιν μὴ ἐχούσῃ ἀλλὰ παραπλεκομένῃ τοῖς ἔχουσιν οἰκείαν ῥίζαν), αἱ δὲ ἐννέα κατηγορίαι οἰκείαν ὕλην ἔχουσιν· εἰκότως οὖν τελευταίαν ὤφειλον ἔχειν τάξιν. Ἀρχύτας δὲ ὁ Ταραντῖνος τετάρτην ἀπονέμει αὐτοῖς τάξιν, ἐπειδὴ οὐσία καὶ ποιὸν καὶ ποσὸν καθ’ αὑτά εἰσι, τὰ δὲ πρός τι σχετικά εἰσι, προηγεῖται δὲ τὰ καθ’ αὑτὰ τῶν ἐν σχέσει· πρῶτον γὰρ γίνεται τις ἄνθρωπος καὶ τότε πατήρ, πρῶτον γίνεται ἀριθμὸς καὶ τότε διπλάσιος ὡς ἀριθμός. Ἀριστοτέλης δὲ ἐν τῇ ἀπαριθμήσει τετάρτην αὐτοῖς καὶ αὐτὸς ἀπονέμει τάξιν δι’ ἣν αἰτίαν εἶπεν Ἀρχύτας, ἐν δὲ τῇ διδασκαλίᾳ τρίτην αὐτοῖς ἀπονέμει τάξιν διὰ τέσσαρας αἰτίας. ὧν ἡ πρώτη τοιαύτη ἐστίν· ἐπειδὴ κατέληξεν ὁ περὶ ποσοῦ λόγος εἰς τὸ ἴσον καὶ ἄνισον, ταῦτα δὲ πρός τι. δευτέρα, ὅτι ἐδεήθημεν τοῦ ὁρισμοῦ τῶν πρός τι ἐν τῷ περὶ ποσοῦ λόγῳ, ἡνίκα ἐδείκνυμεν τὸ μέγα καὶ μικρὸν καὶ πολὺ καὶ ὀλίγον μὴ ὄντα ποσὰ ἀλλὰ τῶν πρός τι. τρίτη αἰτία, ἵνα μὴ ὃ πεπόνθαμεν ἐν τῷ περὶ ποσοῦ λόγῳ καὶ εἰς τὰς ἐν αὐτῷ σχέσεις, τὸ μέγα φημὶ καὶ τὸ μικρὸν καὶ πολὺ καὶ ὀλίγον, καὶ ὑπὸ τὸ ποσὸν ἀνήγομεν αὐτὰ δι’ ἄγνοιαν τῶν πρός τι, τὸ αὐτὸ πάθωμεν καὶ ἐπὶ τῆς ποιότητος2 καὶ τὸ ὅμοιον καὶ ἀνόμοιον νοήσωμεν ποιότητος εἶναι, μὴ ὄντα κατ’ ἀλήθειαν ἀλλὰ τῶν πρός τι· τὸ γὰρ ὅμοιον ὁμοίῳ ὅμοιον καὶ τὸ ἀνόμοιον ἀνομοίῳ ἀνόμοιον λέγεται. τετάρτη αἰτία, ὅτι καὶ αὐτὰς τὰς ποιότητας δόξα τις ἔλεγε μὴ εἶναι καθ’ αὐτὰς ἀλλὰ τῶν πρός τι, ἡ λέγουσα νόμῳ γλυκὺ νόμῳ πικρὸν καὶ θερμόν· τὸ γὰρ πῦρ οὐ καθ’ αὑτὸ θερμόν (τῇ γὰρ σαλαμάνδρᾳ οὐ θερμόν), οὐδὲ τὸ μέλι γλυκύ· τῷ γὰρ ἰκτεριῶντι πικρόν. εἰ οὖν καὶ αὗται αἱ ποιότητες τῶν πρός τι, πῶς οὐ δικαίως τρίτην σχοῖεν τὰ πρός τι τάξιν; ἐν οἷς ἡ θεωρία.

“所谓关系者,是指凡是它们本身所是的正是被说为属于其他事物的那些事物。” 由于关系者既被谈论,又被讲授,既存在,又是属,并且与十个范畴一起被计数,因此让我们探讨与这些数目相等的论题:[既然被谈论,让我们探讨]关于它们的标题,应当如何题名,是用单数作“论关系”,还是如亚里士多德在各处所做的那样用复数作“论关系者”,他在概括描述中也说“所谓关系者就是指这样的事物”,在固有属性中也说“关系者的固有属性”。由于它们被讲授,让我们探讨他使用了怎样的讲授方式,是与在其他范畴中相同的方式,还是另一种方式;应当知道,他使用了一种与他通常习惯相疏离的讲授方式。由于关系者存在,让我们探讨关于它们的本性即实在性,它们是如何存在的,究竟是出于自然,还是由我们制造出来的;因为曾有一种观点主张关系者并非出于自然而存在,而是从与我们的关系中产生的。那么,既然它们是属,让我们探讨它们的种,即枚举它们;因为凡是有属的地方,必定也有种。又由于它们与其他范畴一起被计数,让我们探讨它们相对于其余范畴的次序。由此,为了论述的连贯性,必须从第五个论题开始,以便使前文的终点成为后文的起点。随着第五个论题成为第一个,且当我们倒序退回时,其余各项当保持相同的次序:第四个成为第二个,第三个成为第三个,第二个成为第四个,第一个成为第五个。关于它们的次序,曾出现过三种观点:罗得岛的安德罗尼柯将最后的次序赋予关系者,说明了如下的理由:关系者没有自己特有的质料(因为它们类似于寄生分枝,没有特有的本性,而是缠绕在那些拥有特有根基的事物上),而其他九个范畴则拥有特有的质料;因此,它们理应占有最后的次序。塔兰托的阿尔库塔斯则将第四个次序赋予它们,因为实体、性质和数量是就自身而言的,而关系者是相对的,就自身而言者先于处于关系中的事物;因为一个人首先成为人,然后才成为父亲;首先产生出数目,然后作为数目才成为双倍。亚里士多德本人在枚举中也由于阿尔库塔斯所说的理由而将第四个次序赋予它们,但在讲授中,由于四个理由而将第三个次序赋予它们。其中第一个理由如下:因为关于数量的讨论终结于相等与不相等,而这些属于关系者。第二个理由是,我们在关于数量的讨论中需要关系者的定义,当时我们指出大和小、多和少不是数量,而是属于关系者。第三个理由是,免得我们在关于数量的讨论中对其中的关系——我指的是大和小、多和少——所遭遇的事情(我们由于对关系者的无知而把它们归入数量之下),我们在性质上也同样遭遇,从而认为相似与不相似属于性质,而实际上它们并非如此,而是属于关系者;因为相似者是对相似者而言被称为相似,不相似者是对不相似者而言被称为不相似。第四个理由是,因为有一种观点甚至主张性质本身也不是就自身而言的,而是属于关系者,这种观点主张“约定为甜,约定为苦和热”;因为火并非就自身而言是热的(因为对蝾螈而言并不热),蜜也不是甜的(因为对黄疸病患者而言是苦的)。因此,如果这些性质也属于关系者,关系者获得第三个次序岂不是完全理所应当的吗?理论探讨就在这些内容之中。

语法注2 条
  1. 2.17τοῦ δὲ πέμπτου πρώτου γενομένου καὶ τὰ λοιπὰ ὑποποδιζόντων ἡμῶν τὴν αὐτὴν ἐχέτω τάξιν

    τοῦ πέμπτου πρώτου γενομένου 是独立属格结构(“随着第五个论题成为第一个”),并通过 καὶ 与另一个独立属格 καὶ τὰ λοιπὰ ὑποποδιζόντων ἡμῶν(“当我们倒序回溯其余各项时”)相并列。主句谓语为第三人称单数现在时命令法 ἐχέτω(“应当保持同样的次序”)。

  2. 2.17ἵνα μὴ ὃ πεπόνθαμεν ἐν τῷ περὶ ποσοῦ λόγῳ καὶ εἰς τὰς ἐν αὐτῷ σχέσεις ... τὸ αὐτὸ πάθωμεν καὶ ἐπὶ τῆς ποιότητος

    该句核心骨架为 ἵνα μὴ ὃ πεπόνθαμεν ... τὸ αὐτὸ πάθωμεν(“免得我们在……所遭遇的事情,我们同样也遭遇……”)。关系从句 ὃ πεπόνθαμεν 先行对应主句中受 ἵνα μή 支配的虚拟式动词 πάθωμεν 的宾语 τὸ αὐτό。中间插入的 τὸ μέγα φημὶ ... 是对数量内部关系的同位解释说明。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:200.31-202.9