- 底本
- Elias, Eliae (Olim Davidis) In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 107-255. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:199.31-200.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯补充了相反者的成立条件(相互转化)并指出柏拉图学说的推论,接着阐明“相等与不相等”作为数量本己属性的排他性,解决了关于单子和点的反驳,从而总结数量范畴并开启关系范畴。
ἀλλ’ οὐδὲ τοῦτο ἀρκεῖ· ἰδοὺ γὰρ ἡ λευκότης ἡ ἐν κύκνῳ καὶ ἡ μελανία ἡ ἐν κόρακι ἐν ἑνὶ ὑποκειμένῳ εἰσίν (ἐν γὰρ πεποιωμένῳ σώματι), καὶ οὔκ εἰσιν ἐναντία, ἐπειδὴ οὐ μεταβάλλονται εἰς ἄλληλα· δεῖ οὖν καὶ εἰς ἄλληλα μεταβάλλειν. οὐκ ἀρκεῖ οὖν ἐπὶ τῶν ἐναντίων ἡ τοπικὴ πλείστη διάστασις, ἀλλὰ χρεία καὶ τῇ φύσει πλεῖστον διεστάναι καὶ τὰ ἄλλα τὰ εἰρημένα· ἔχειν, ἵνα γένωνται ἐναντία· εἰ μὴ γὰρ ταῦτα πάντα συνδράμῃ, οὔκ εἰσιν ἐναντία. ἀλλὰ ταῦτα τείνει ἤτοι ἁρμόζει πρὸς Πλάτωνα τὰ λεχθέντα ἐπιχειρήματα1 ὑπὸ τῶν κατασκευαζόντων ὅτι ἐναντίος ὁ οὐρανὸς τῇ γῇ ὡς πλεῖστον διεστὼς τῷ τόπῳ· ἕπεται γὰρ τῷ Πλάτωνι τὰ ἐναντία ὁρίζοντι τῇ πλείστῃ τοῦ τόπου διαστάσει μὴ λέγειν τὸ ὕδωρ τῷ πυρὶ ἐναντίον κυρίως ἐναντίον ἀλλὰ τὴν γῆν τῷ πυρὶ ἐναντίαν ὡς πλεῖστον διεστῶσαν· τὰ γὰρ πλεῖστον ἀλλήλων διεστῶτα κατ’ αὐτὸν ἐναντία, τὰ δὲ τῇ θέσει μέσα καὶ τῇ φύσει μέσα λέγονται. καὶ ταῦτα μὲν περὶ τοῦ δευτέρου ἰδίου τοῦ ποσοῦ. Τὰ δὲ δύο ἴδια τοῦ ποσοῦ, τὸ μετρεῖσθαί φημι καὶ τὸ μηδὲν ἔχειν ἐναντίον, ἀπεκύησαν ἡμῖν ἄλλα δύο ἴδια, τὸ μὲν μηδὲν ἐναντίον ἔχειν τὸ μὴ τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχεσθαι, τὸ δὲ μετρεῖσθαι τὸ ἴσον καὶ ἄνισον·23 τὰ γὰρ τῷ αὐτῷ μετρούμενα εἰ μὲν ἰσάκις μετρεῖται, λέγεται ἴσα, εἰ δὲ ἀνισάκις, λέγεται ἄνισα. * * τοῦ ποσοῦ, τὸ ἴσον φημὶ καὶ ἄνισον· καὶ μόνῳ γὰρ τῷ ποσῷ ἁρμόζει καὶ παντὶ καὶ ἀεί, τῶν ἄλλων ἰδίων τοῦ ποσοῦ καὶ τῇ οὐσίᾳ ὑπαρχόντων· κυρίως γὰρ ἐπὶ ποσοῦ τὸ ἴσον καὶ ἄνισον λέγεται, ἐπὶ δὲ ποιοῦ τὸ ὅμοιον καὶ ἀνόμοιον· κατεχρήσατο γὰρ ὁ ποιητὴς ἐπὶ διαθέσεως εἰπὼν ἶσον θυμὸν ἔχοντες ὁμώνυμοι. ἐπὶ δὲ τῆς οὐσίας τὸ ταὐτὸν καὶ θάτερον ἁρμόζει λέγειν. ἀλλ’ 〈εἰ〉 ἐπὶ ποσοῦ, τινές φασι, κυρίως ἴδιον τὸ ἴσον καὶ ἄνισον ὡς παντὶ ποσῷ ἴδιον ὑπάρχον, πῶς λέγομεν μονάδας ἴσας καὶ σημεῖα ἴσα; ἀεὶ γὰρ ταῦτα ποσὰ ὄντα ἴσα εἰσίν, ἄνισα δὲ οὐδέποτε γίνονται. πρὸς ὅ φαμεν ὅτι διττὸν τὸ ἴσον, τὸ μὲν πεφυκὸς ἀνισοῦσθαι, οἷον ἐπὶ δύο εὐθειῶν ἐὰν ἡ μία εὐθεῖα λάβῃ προσθήκην, μείζων γίνεται τῆς ἑτέρας, τὸ δὲ μὴ πεφυκὸς ἀνισοῦσθαι, ὡς αἱ μονάδες· αὗται γὰρ ἴσαι εἰσὶ μόνως μὴ δυνάμεναι γενέσθαι ἄνισοι· προσθήκην γὰρ λαμβάνουσα ἡ ἑτέρα μονὰς μείζων οὐ γίνεται τῆς ἑτέρας. τὸ οὖν ἴσον τὸ μὴ πεφυκὸς ἀνισοῦσθαι ταῖς μονάσιν ἁρμόζει καὶ τοῖς σημείοις. ἢ ὅτι οὐδὲ ποσὰ ταῦτα κυρίως οὐδὲ τὸ ἴσον αὐτοῖς ἁρμόζει διὰ τοῦτο, ἀλλ’ εἰ ἄρα τὸ ταὐτόν.4 καὶ ὅτι ἀρχαὶ ποσοῦ τὸ μὲν διωρισμένου τὸ δὲ συνεχοῦς. ταῦτα καὶ περὶ ποσοῦ. Ἀρχὴ τῶν πρός τι.
然而甚至这也还不够;因为看啊,天鹅中的白和乌鸦中的黑是在同一个基底之中的(因为它们是在具有性质的物体之中),但它们并不是相反者,因为它们并不彼此相互转化;因此它们还必须相互转化。因此,就相反者而言,处所上的最大距离是不够的,还必须在自然本性上也相距最远,并且具备前面所说的其他条件,以便成为相反者;因为如果这一切不同时具备,它们就不是相反者。但是,由那些主张天空与大地由于在处所上相距最远因而彼此相反的人所提出的这些论据,是针对——或者说适合于——柏拉图的;因为对于以处所的最大距离来定义相反者的柏拉图来说,必然得出不能严格地说水与火相反,而宁可说大地与火相反,因为大地与火相距最远;因为按照他的看法,彼此相距最远的事物是相反者,而在位置上居中的事物在自然本性上也被称为中间者。关于数量的第二个固有属性就谈这些。 而数量的两个固有属性——我指的是被度量以及没有任何相反者——为我们催生了另外两个固有属性:没有任何相反者催生了不容纳程度的较大与较小,而被度量催生了相等与不相等;因为由同一尺度度量的事物,如果被度量的次数相等,就被称为相等的,如果被度量的次数不相等,就被称为不相等的。数量[最本己的固有属性],我指的是相等与不相等;因为唯独适合于数量,适合于一切数量,且始终适合,而数量的其他固有属性也存在于实体之中;因为严格地说,相等与不相等是就数量而言的,而相似与不相似是就性质而言的;诗人就一种秉赋采用了转喻,说“有着平等的心性,同名者”。而关于实体,适合说“同一”与“相异”。但有人说:“如果就数量而言,相等与不相等作为本己地存在于一切数量中的属性是严格的固有属性,那么我们怎么会说单子是相等的、点是相等的呢?”因为这些虽然是数量,却始终是相等的,绝不会变成不相等的。对此我们回答说,相等有两种:一种是生来会变成不相等的,例如对于两条直线,如果一条直线获得增加,就变得比另一条更大;另一种是生来不会变成不相等的,如单子;因为它们仅仅是相等的,不可能变成不相等的;因为一个单子即使获得增加,也不会变得比另一个更大。因此,生来不会变成不相等的相等,适合于单子和点。或者可以说,这些甚至在严格意义上都不是数量,因此相等并不适合于它们,而如果真要适合的话,也是“同一”适合于它们;而且它们分别是数量的本原,一者是离散数量的本原,另一者是连续数量的本原。关于数量也就谈这些。 关系范畴的开端。
- 2.16ἀλλὰ ταῦτα τείνει ἤτοι ἁρμόζει πρὸς Πλάτωνα τὰ λεχθέντα ἐπιχειρήματα
此处出现语序倒装(hyperbaton)。句子的真正主语是后置的 τὰ λεχθέντα ἐπιγειρήματα(即 ἐπιχειρήματα),开头的 ταῦτα 是先行指代词。谓语动词 τείνει ἤτοι ἁρμόζει 支配介词短语 πρὸς Πλάτωνα。
- 2.16τὸ μὲν μηδὲν ἐναντίον ἔχειν τὸ μὴ τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχεσθαι, τὸ δὲ μετρεῖσθαι τὸ ἴσον καὶ ἄνισον
承接前面的谓语动词 ἀπεκύησαν(产生/孕育),前后形成对称的平行结构:前半句中 τὸ μὲν μηδὲν ἐναντίον ἔχειν 为主语,τὸ μὴ τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχεσθαι 为宾语;后半句中 τὸ δὲ μετρεῖσθαι 为主语,τὸ ἴσον καὶ ἄνισον 为宾语。
- 2.16* * τοῦ ποσοῦ, τὸ ἴσον φημὶ καὶ ἄνισον
底本中由星号标记的脱文(lacuna)。根据上下文,此处脱落了表述数量最本己特有属性(如 μάλιστα ἴδιον)的词句。属格 τοῦ ποσοῦ 依附于该脱落的名词,后接同位语短语 τὸ ἴσον φημὶ καὶ ἄνισον 以进一步说明其内容。
- 2.16ἢ ὅτι οὐδὲ ποσὰ ταῦτα κυρίως οὐδὲ τὸ ἴσον αὐτοῖς ἁρμόζει διὰ τοῦτο, ἀλλ’ εἰ ἄρα τὸ ταὐτόν
以 ἢ ὅτι 引出的引言结构,用于提出前述解答之外的替代方案,省略了主句谓语动词(如“或者应当说”)。在后半句 ἀλλ’ εἰ ἄρα τὸ ταὐτόν 中省略了动词 ἁρμόζει,意为“即便适合,适合它们的也是‘同一’”。
