- 底本
- Elias, Eliae (Olim Davidis) In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 107-255. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:198.28-199.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯针对“天空与大地因相距最远而互为相反者”这一论据展开反驳,论证仅凭空间上的最远距离不足以构成相反性,还必须同时具备本性上的最大距离、同属同一属以及在同一基底中这几项条件。
" Μάλιστα δὲ τῷ ποσῷ ἡ ἐναντιότης δοκεῖ περὶ τὸν τόπον ὑπάρχειν." Ἐλέγξας ὁ Ἀριστοτέλης τοὺς λέγοντας ὅτι ἐναντίος ὁ ἄνω τόπος τῷ κάτω, καὶ κατὰ ἔνστασιν καὶ ἀντιπαράστασιν ἀνελὼν τὸ ἐπιχείρημα τὸ λέγον ‘τὰ πέρατα τῶν ἐναντίων κινήσεων ἐναντία εἰσί’, νῦν τὸ αὐτὸ καὶ δι’ ἑτέρου ἐπιχειρήματος κατασκευαζόμενον ἐλέγχει. τὸ δὲ ἐπιχείρημά ἐστι τοιοῦτον· ὁ οὐρανὸς τῆς γῆς πλεῖστον διέστηκεν· εἰ γὰρ καὶ μείζονα διάστασιν τῆς ἐκ τοῦ κέντρου ἔστι λαβεῖν, τὴν ὅλην διάμετρον, ἀλλ’ ὡς κύκλος κέντρου καὶ πέριξ μέσου1 πλεῖστον διέστηκε· τὰ δὲ πλεῖστον διεστῶτα ἐναντία· ὁ οὐρανὸς ἄρα τῇ γῇ ἐναντίος. ὅτι δὲ ἐναντίος, δῆλον· τὸ γὰρ συμβὰν τούτοις,2 λέγω δὴ ἡ πλείστη διάστασις, ὁρισμὸς γέγονε τῶν ἐναντίων. πρὸς ὃ φαμεν ὅτι οὐκ ἀρκεῖ ἡ πλείστη διάστασις πρὸς τὸ ποιῆσαι τὰ ἐναντία· εἰ γὰρ τῇ πλείστῃ διαστάσει τὰ ἐναντία κρίνεται καὶ ἐκ τούτου δείκνυται ὁ οὐρανὸς τῇ γῇ ἐναντίος, ἐπειδὴ μείζω τῆς ἐκ τοῦ κέντρου πρὸς τὸν κύκλον διαστάσεως ἔστι λαβεῖν, τὴν ὅλην τοῦ κύκλου διάμετρον, ἔσται τὰ πρὸς ἡμᾶς ἄνω καὶ κάτω μᾶλλον ἐναντία, τοῦτ’ ἔστι τὸ ὑπὲρ γῆν ἡμισφαίριον καὶ τὸ ὑπὸ γῆν, ὡς τὴν ὅλην διάμετρον διεστῶτα, ἤπερ τὰ πρὸς τὴν φύσιν, τοῦτ’ ἔστιν ὅλος ὁ οὐρανός, ἐφ’ ὃν ᾄττει τὰ κοῦφα, καὶ ἡ γῆ, ἐφ’ ἣν βρίθει τὰ βαρέα, μόνην τὴν ἐκ τοῦ κέντρου 〈διάστασιν〉 διεστῶτα· διπλασία γὰρ ἡ πᾶσα τοῦ κύκλου διάμετρος τῆς ἐκ τοῦ κέντρου πρὸς τὸν κύκλον διαστάσεως. ἀλλὰ καὶ τὸ πῦρ οὐκέτι τῷ ὕδατι ἐναντίον ἔσται, ἀλλὰ μᾶλλον τῇ γῇ πλεῖστον διεστώσῃ· πρῶτον μὲν γὰρ πῦρ, εἶτα ἀήρ, μετ’ αὐτὸν ὕδωρ καὶ τότε ἡ γῆ. οὐκέτι οὖν κατὰ τὰς ποιότητας ἐναντία ἀλλήλοις εἰσὶ πῦρ καὶ ὕδωρ διὰ τὸ τὸ μὲν πῦρ θερμὸν εἶναι καὶ ξηρὸν τὸ δὲ ὕδωρ ὑγρὸν καὶ ψυχρόν, ἀλλὰ πῦρ καὶ γῆ μᾶλλον ἐναντία διὰ τὸ πλεῖστον ἀλλήλων διεστάναι, εἴπερ ποιήσομεν τὰ πρὸς ἡμᾶς ἄνω καὶ κάτω μᾶλλον ἐναντία ὡς διπλασίονα διάστασιν ἀφεστηκότα3 τοῦ φύσει ἄνω καὶ κάτω, τὴν ὅλην διάμετρον. οὐκ ἀρκεῖ οὖν τὸ τοπικῶς διεστάναι πλεῖστον, ἀλλὰ καὶ τῇ φύσει δεῖ πλεῖστον διεστάναι. καὶ οὐδὲ τοῦτο ἀρκεῖ μόνον· ἰδοὺ γὰρ οὐσία καὶ συμβεβηκὸς καὶ ὂν καὶ μὴ ὂν τῇ φύσει πλεῖστον διεστήκασι καὶ οὔκ εἰσιν ἐναντία, τοὐναντίον δὲ καὶ σωστικὴ ἡ οὐσία τοῦ συμβεβηκότος ἐν αὐτῇ τὸ εἶναι ἔχοντος. ἀλλὰ χρὴ καὶ ὑπὸ τὸ αὐτὸ γένος ἀνάγεσθαι. καὶ οὐδὲ τοῦτο ἀρκεῖ μόνον· ἰδοὺ γὰρ λευκότης καὶ θερμότης ὑπὸ ἓν γένος ἀνάγονται καὶ οὔκ εἰσιν ἐναντία. ἀλλὰ δεῖ αὐτὰ καὶ ἐν ἑνὶ ὑποκειμένῳ εἶναι· θερμότης γὰρ καὶ λευκότης οὔκ εἰσιν ἐν ἑνὶ ὑποκειμένῳ· ἡ μὲν γὰρ θερμότης ἐν ἀποίῳ σώματι ἡ δὲ λευκότης ἐν πεποιωμένῳ σώματι ὡς δευτέρα ποιότης· πρῶτον γὰρ ἐν ἀποίῳ σώματι ἐπιγίνεται θερμότης ἢ ψυχρότης ἢ ξηρότης ἢ ὑγρότης, καὶ τότε λευκότης ἢ μελανία.
“然而对于数量而言,相反性似乎最显著地存在于处所中。” 亚里士多德在驳斥了那些主张上方的处所与下方的处所相反的人,并通过异议反驳和抗辩反驳瓦解了“相反运动的极限是相反的”这一论据之后,现在又驳斥通过另一论据建立起来的同一主张。该论据是这样的:天空与大地相距最远;因为即使能够取一个大于从中心出发的距离的距离,即整个直径,但作为圆对于中心、外围对于中间而言,它相距最远;而相距最远的事物是相反者;因此天空与大地相反。而它是相反的这一点是显而易见的;因为发生于它们的事情,我指的就是最远的距离,已经成了相反者的定义。对此我们回答说,最远的距离并不足以产生相反者;因为如果相反者是由最远的距离来判定的,并由此表明天空与大地相反,那么既然能够取一个大于从中心到圆的距离的距离,即圆的整个直径,相对于我们的上方与下方——也就是地上半球与地下半球——由于相隔整个直径,将比相对于自然的上方与下方——也就是轻物奔向的整个天空与重物沉向的大地——这些仅相隔从中心出发的距离者更具有相反性;因为圆的整个直径是从中心到圆的距离的两倍。不仅如此,火也将不再与水相反,而是更与相距最远的大地相反;因为首先是火,然后是气,在其后是水,那时才是大地。因此,火与水不再由于火是热而干、水是湿而冷而在性质上彼此相反,相反,火与大地由于彼此相距最远而更具有相反性,如果我们真要把相对于我们的上方与下方——由于相隔自然上方与下方两倍的距离,即整个直径——当作更具相反性的话。因此,仅仅在处所上相距最远是不够的,还必须在自然本性上也相距最远。而甚至仅有这一点也是不够的;因为看啊,实体与偶性,以及存在与非存在在自然本性上相距最远,却并不是相反者,相反,实体甚至保存着在其自身中拥有存在的偶性。而是还必须归属于同一个属之下。甚至仅有这也还不够;因为看啊,白与热归属于同一个属之下,却并不是相反者。而是它们还必须在同一个基底之中;因为热与白并不在同一个基底之中;因为热是在无性质的物体中,而白作为第二性质是在具有性质的物体中;因为首先在无性质的物体中产生热或冷、干或湿,然后才产生白或黑。
- 2.16ὡς κύκλος κέντρου καὶ πέριξ μέσου
属格 κέντρου 与 μέσου 是表示分离或比较的属格,依赖于省略的动词 διέστηκεν,即“正如圆与中心、外围与中间[相隔]一样”,表达外围边界与中心之间的几何对应关系。
- 2.16τὸ γὰρ συμβὰν τούτοις
名词化的中性单数分词 τὸ συμβάν 意为“发生于/附随于……的事物”,支配与格 τούτοις(指天空与大地),其具体内容由紧随其后的同位语短语 λέγω δὴ ἡ πλείστη διάστασις 作出解释。
- 2.16διπλασίονα διάστασιν ἀφεστηκότα
对格短语 διπλασίονα διάστασιν 作完成时分词 ἀφεστηκότα 的广延对格(或内宾对格),表示程度或距离,意为“相隔两倍的距离”。
