← 埃利亚斯

亚里士多德《范畴篇》注释

§197.6-198.27

处所中上下相反性的否定与处所的无相反者

埃利亚斯基于《范畴篇》6a12,论证了处所中的上方与下方无论相对于我们还是相对于自然都不是相反者,且处所就其自身而言亦没有任何相反者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.15

" Μάλιστα δὲ ἡ ἐναντιότης τοῦ ποσοῦ δοκεῖ περὶ τὸν τόπον ὑπάρχειν." Ἐλευθερώσας ὁ Ἀριστοτέλης τὸ ποσὸν ἐναντιότητος, τὸ μέγα καὶ μικρὸν καὶ πολὺ καὶ ὀλίγον, καὶ ποσὰ δοκοῦντα εἶναι καὶ ἐναντία, κατὰ ἀλήθειαν δείξας μηδὲ ποσὰ ὄντα μηδὲ ἐναντία διὰ τῆς ἐνστάσεως καὶ ἀντιπαραστάσεως, παραινεῖ διὰ τούτων τῷ θέλοντι ἐναντιότητα ἐν τῷ ποσῷ ἀποθέσθαι μὴ ἐπιχειρεῖν ἀπὸ τοῦ μεγάλου καὶ μικροῦ καὶ πολλοῦ καὶ ὀλίγου, ἀλλ’ ἀπὸ τοῦ τόπου· ὁ γὰρ τόπος ὁμολογουμένως ποσόν, καὶ ἐναντίον ὁ ἄνω τόπος τῷ κάτω τόπῳ. πρὸς ὅ φαμεν ὅτι1 οὐκ ἐναντίος ὁ ἄνω τόπος τῷ κάτω τόπῳ· τὸ γὰρ ἄνω καὶ κάτω διττόν, τὸ μὲν πρὸς τὴν φύσιν τὸ δὲ πρὸς ἡμᾶς· πρὸς ἡμᾶς μέν, ὅτι τὸ ἄνω καὶ κάτω τοῖς ποσὶν ὁρίζομεν καὶ τῇ κεφαλῇ, ἄνω μὲν λέγοντες τὸ ὑπὲρ κεφαλὴν ἡμισφαίριον κάτω δὲ τὸ ὑπὸ τοῖς ποσί. τὸ δὲ πρὸς τὴν φύσιν ἄνω καὶ κάτω· ἄνω μὲν ὅλος ὁ οὐρανὸς ἐφ’ ὃν ᾄττει τὰ κοῦφα, κάτω δὲ ἡ γῆ ἐφ’ ἣν ᾄττει τὰ βαρέα. οὔτε δὲ τὸ πρὸς ἡμᾶς ἄνω καὶ κάτω ἐναντία διὰ τρία ἐπιχειρήματα, ἃ καὶ ἐπὶ τῆς ἀντιπαραστάσεως ἐλέγομεν. ὧν πρῶτον τόδε· τὸ ἄνω καὶ κάτω ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται, τὰ δὲ ἐναντία ἅπερ ἐστὶν ἑτέρων εἶναι οὐ λέγεται, ὡς εἴρηται· τὸ ἄνω καὶ κάτω ἄρα οὐκ ἐναντία. δεύτερον ἐπιχείρημα· εἰ τὸ ἄνω καὶ κάτω ἐναντία, συνυπάρξουσι τὰ ἐναντία τοῦ αὐτοῦ ἄνω καὶ κάτω δυναμένου εἶναι. τρίτον· εἰ τὸ ἄνω καὶ κάτω ἐναντία, ἔσται τι ἑαυτῷ ἐναντίον δυνάμενον καὶ ἄνω καὶ κάτω εἶναι κατὰ τὸν αὐτὸν χρόνον πρὸς ἄλλο καὶ ἄλλο. οὕτω μὲν δείκνυμεν ὅτι τὸ πρὸς ἡμᾶς ἄνω καὶ κάτω ἐναντία οὐκ εἰσιν. ἀλλ’ οὐδὲ τὸ πρὸς τὴν φύσιν ἄνω καὶ κάτω ἐναντίον· μηδὲ γὰρ λεγέτω τις ὅτι τὰ πέρατα τῶν ἐναντίων κινήσεων ἐναντία καὶ πέρας μὲν τῆς ἐπὶ τὰ ἄνω κινήσεως ὁ ἄνω τόπος τῆς δὲ ἐπὶ τὰ κάτω ὁ κάτω τόπος. μή τις ταῦτα λεγέτω· πέρατα γὰρ τῶν ἐναντίων κινήσεων οὐχ οἱ τόποι, ἀλλ’ αἱ ἠρεμίαι. εἰ δὲ καὶ δῶμεν ὅτι πέρατα τῶν ἐναντίων κινήσεων οἱ τόποι ὁ ἄνω καὶ ὁ κάτω, οὐκ ἀντικρυς αὐτοὶ οἱ τόποι, ἀλλὰ τὸ ἄνω καὶ κάτω γενέσθαι. ἄλλο δὲ τὸ ἄνω παρὰ τὸ ἄνω γενέσθαι· τὸ γὰρ ἄνω τόπος καὶ ὑπὸ τὸ ποσὸν ἀνάγεται, τὸ δὲ ἄνω γενέσθαι ἐν τόπῳ ἐστὶ γενέσθαι καὶ ὑπὸ τὴν ποῦ κατηγορίαν ἀνάγεται. τὰ αὐτὰ καὶ ἐπὶ τοῦ κάτω λεκτέον, ἄλλο τὸ κάτω γενέσθαι καὶ ἄλλο τὸ κάτω· τὸ μὲν γὰρ ἐν τόπῳ τοπικόν, τὸ ἐν τόπῳ γενέσθαι τῷ κάτω, καὶ ὑπὸ τὴν ποῦ κατηγορίαν τελεῖ, τὸ δὲ κάτω τόπος καὶ ὑπὸ τὸ ποσὸν ἀνάγεται. δείξομεν δὲ ὅτι οὐδὲ τῷ τόπῳ ὡς τόπῳ ἐστί τι ἐναντίον, διὸ οὐδὲ ὁ ἄνω τόπος τῷ κάτω ὡς τόπῳ ἐναντίον· ὥσπερ γὰρ καὶ πόλεις ἐχθρὰς λέγομεν ἀλλήλαις οὐ διὰ τὰ κτίσματα καὶ τοὺς τόπους, ἀλλὰ διὰ τοὺς ἐνοικοῦντας πολεμίους ὄντας, οὕτως οὐδὲ ὁ ἄνω τόπος τῷ κάτω ἐναντίος ὡς τόπῳ, ἀλλ’ εἰ ἄρα διὰ τὰ ἐν αὐτοῖς σώματα ἐναντία ὄντα λέγονται καὶ αὐτοὶ ἐναντίοι. τοῦτο πρῶτον. δεύτερον δὲ ὅτι ἄνω τόπος ἐστὶν ἡ κοίλη ἐπιφάνεια τῆς σεληνιακῆς σφαίρας κάτω δὲ τόπος ἡ γῆ, ἅπερ οὐκ ἐναντία· τὰ γὰρ ἐναντία μεταβάλλειν θέλουσιν εἰς ἄλληλα, πότε δὲ ἡ κοίλη ἐπιφάνεια τῆς σεληνιακῆς σφαίρας μεταβάλλει εἰς τὴν γῆν ἢ τοὐναντίον; τρίτον ὅτι τὰ ἐναντία περὶ ἓν ὑποκείμενον μάχονται· ποῖον δὲ ὑποκείμενον κοινὸν ἔχει ἡ γῆ καὶ ἡ κοίλη ἐπιφάνεια τῆς σεληνιακῆς σφαίρας; οὕτω δειξάντων ἡμῶν ὅτι οὐκ ἐναντίος ὁ ἄνω τόπος τῷ κάτω ὡς τόπῳ, δειχθήσεται ὅτι οὐδὲ τὸ ἄνω γενέσθαι τῷ κάτω γενέσθαι ἐναντίον· οὐδὲ γὰρ ἐναντίον τὸ ἄνω γενέσθαι τὸ πῦρ τῷ κάτω γενέσθαι·2 τὸ μὲν γὰρ ἄνω τὸ πῦρ γενέσθαι κατὰ φύσιν, τὸ δὲ κάτω τὸ πῦρ γενέσθαι παρὰ φύσιν. οὐκ ἐναντία δὲ ταῦτα· 〈δεῖ γὰρ τὰ ἐναντία〉 ἢ ἄμφω κατὰ φύσιν εἶναι ἢ ἄμφω παρὰ φύσιν, ἵνα ἰσοσθενῆ ὦσι καὶ μάχωνται ἀλλήλοις. ταῦτα δὲ ἔοικε καὶ ὁ Ἀριστοτέλης διὰ τῆς λέξεως αἰνίττεσθαι λέγων οὕτως· μάλιστα δὲ ἡ ἐναντιότης τοῦ ποσοῦ δοκεῖ περὶ τὸν τόπον γενέσθαι καὶ ὑπάρχειν· διὰ 〈γὰρ〉 τοῦ εἰπεῖν ὅτι περὶ τὸν τόπον ᾐνίξατο ὅτι οὐχ οἱ τόποι αὐτοὶ μάχονται ἀλλὰ τὰ ἐν τοῖς τόποις, διὰ δὲ τοῦ εἰπεῖν ὅτι δοκεῖ ἐδήλωσεν ὅτι δοκοῦσιν οἱ τόποι μάχεσθαι, κατὰ ἀλήθειαν μὴ μαχόμενοι.

“然而,数量的相反性似乎最显著地存在于处所中。” 亚里士多德在使数量摆脱相反性,并通过异议反驳和抗辩反驳表明大与小、多与少——虽然看似既是数量又是相反者——按真实情形既非数量亦非相反者之后,通过这些话劝告那想要在数量中确立相反性的人,不要从大与小、多与少出发来论证,而应从处所出发;因为处所公认是数量,且上方的处所与下方的处所相反。对此我们回答说,上方的处所与下方的处所并不相反;因为上方与下方是双重的,一种是相对于自然,另一种是相对于我们。相对于我们的是:我们用足和头来规定上方与下方,把头顶之上的半球称为上方,把足下的半球称为下方。而相对于自然的上方与下方则是:轻物奔向的整个天空是上方,重物奔向的大地是下方。但相对于我们的上方与下方由于三个论据并不是相反者,这些论据我们也在抗辩反驳中谈及过。其中第一个是这样的:上方与下方正是就其自身而言被说是属于他物的,但相反者并非正是就其自身而言被说是属于他物的,正如已经说过的;因此上方与下方不是相反者。第二个论据:如果上方与下方是相反者,相反者就将共存,因为同一事物既可以是上方也可以是下方。第三:如果上方与下方是相反者,就会有某种东西对自己相反,因为它在同一时间相对于不同事物既可以是上方又可以是下方。通过这种方式,我们表明相对于我们的上方与下方并不是相反者。 但相对于自然的上方与下方也不是相反的。因为绝不要有人说相反运动的极限是相反的,向上运动的极限是上方的处所,向下运动的极限是下方的处所。绝不要有人这样说;因为相反运动的极限不是处所,而是静止。即使我们承认上方的处所和下方的处所是相反运动的极限,也绝不是直接指这些处所自身,而是指“成为在上方”和“成为在下方”。而上方与“成为在上方”是两回事;因为上方是处所,被归入数量之下,而“成为在上方”是在处所中产生,被归入“何处”这个范畴之下。同样的话对下方也必须说,“成为在下方”是一回事,而下方是另一回事;因为在处所中、即在下方的处所中产生,是处所性的并归属于“何处”范畴,而下方是处所,被归入数量之下。 我们将表明,对作为处所的处所而言没有任何相反者,因此上方的处所对于下方的处所作为处所也不是相反的。因为正如我们说城邦彼此敌对并不是由于建筑和处所,而是由于居住其中的居民是仇敌一样,上方的处所对于下方的处所作为处所也不是相反的,而是如果真有的话,由于它们之中的物体是相反的,它们自身才被称为相反的。这是第一点。第二,上方的处所是月球天球的凹面,而下方的处所是大地,它们并不是相反者;因为相反者意图彼此转化,但月球天球的凹面何时转化成了大地,或反之亦然?第三,相反者围绕着一个基底争斗;但大地与月球天球的凹面有什么共同的基底呢?当我们以此方式表明上方的处所对于下方的处所作为处所并不相反时,就会表明“成为在上方”对于“成为在下方”也不是相反的;因为火成为在上方对于其成为在下方并不是相反的;因为火成为在上方是顺应自然的,而火成为在下方是违背自然的。这些并不是相反者;因为相反者必须要么都顺应自然,要么都违背自然,以便它们具有均等的力量并彼此争斗。亚里士多德似乎也通过文字如此表述来暗中暗示这些事情:“然而,数量的相反性似乎最显著地产生并存在于处所周围”;因为通过说“在处所周围”,他暗示了不是处所自身在争斗,而是处所之中的事物在争斗;通过说“似乎”,他表明处所似乎在争斗,但按真实情形并不争斗。

语法注2 条
  1. 2.15πρὸς ὅ φαμεν ὅτι

    介词 πρός 与中性单数宾格关系代词 ὅ 的结合,指代前述整个命题(“上方的处所与下方的处所相反”),用作引出反驳的连词性表达。

  2. 2.15τὸ ἄνω γενέσθαι τὸ πῦρ τῷ κάτω γενέσθαι

    带冠词不定式结构。宾格 τὸ πῦρ 作不定式 γενέσθαι 的逻辑主语,整体构成表示“火成为在上方”的主语句。与格短语 τῷ κάτω γενέσθαι 依附于形容词 ἐναντίον 作其补足语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:197.6-198.27