← 埃利亚斯

亚里士多德《范畴篇》注释

§195.26-197.5

数量无相反者与大小多少的关系性

埃利亚斯解释了亚里士多德对被计数的数具有“位置”的委婉否定,随后转向数量的固有属性——“无相反者”,并通过异议反驳与抗辩反驳论证“大/小”与“多/少”是关系者而非数量或相反者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.13

" Καὶ οὕτως τάξιν μὲν ἄν τινα, θέσιν δὲ οὐ πάνυ λάβοις." Ἐπειδὴ ᾔσθετο ὁ Ἀριστοτέλης ὅτι ἐπὶ τοῦ φυσικοῦ ἀριθμοῦ τοῦ ἀριθμουμένου, οἷον ἵππων δέκα ἢ ἀνθρώπων ἢ ξύλων ἢ λίθων, ὅτι ἔστι θέσιν λαβεῖν1 καὶ δεῖξαι ποῦ κεῖται, διὰ τοῦτο ἐκόλασεν αὐτὸ εἰπὼν ὅτι θέσιν ἐπὶ τούτου οὐ πάνυ λάβοις ἄν.

“这样你或许能把握某种秩序,但不大能把握位置。” 由于亚里士多德意识到,在被计数的自然数的情形下,例如十匹马、人、木头或石头,是可以把握位置并指出其位于何处的,因此他通过说在此事物上不大能把握位置,而修正了自己的说法。

§2.14

"Ἔτι τῷ ποσῷ οὐδέν ἐστιν ἐναντίον." Μετὰ τὰς τρεῖς διαιρέσεις τοῦ ποσοῦ, τὴν εἰς συνεχὲς καὶ διωρισμένον καὶ εἰς θετὸν καὶ ἄθετον καὶ κυρίως ποσὸν καὶ φαινόμενον ποσόν, μετάγει τὸν λόγον ἐπὶ τὰ ἴδια τοῦ ποσοῦ. καὶ ἤδη μὲν ἀνωτέρω ἓν ἴδιον ἡμῖν παρεδίδου τοῦ ποσοῦ, τὸ μετρεῖσθαι, ὅτε ἔλεγεν ὅτι ὁ λόγος καταμετρεῖται μακρᾷ καὶ βραχείᾳ συλλαβῇ καὶ διὰ τούτου ποσὸν ἐδείκνυτο ὁ λόγος ὡς παντὸς ποσοῦ μετρουμένου. ὅτι δὲ τοῦτο ἓν ἴδιον ἡμῖν παρέδωκε, δηλοῖ διὰ τοῦ ἔτι, λέγων ἔτι δὲ τῷ ποσῷ οὐδέν ἐστιν ἐναντίον, ὡς ἂν κατὰ τὸ σιωπώμενον ἑνὸς ἡμῖν ἰδίου τοῦ ποσοῦ παραδεδομένου.2 ἀλλ’ ἔχομεν, φασί τινες, καὶ τὸ δεύτερον ἴδιον παραδεδομένον ἀνωτέρω ἐν τῷ περὶ τῆς οὐσίας λόγῳ, ὅτε ἔλεγεν ὅτι ἴδιον τῆς οὐσίας τὸ μηδὲν ἔχειν ἐναντίον, τοῦτο δὲ πάσῃ μὲν τῇ οὐσίᾳ ὑπάρχει, οὐ μόνῃ δέ· ὑπάρχει γὰρ καὶ τῷ ποσῷ. καὶ λέγομεν ὅτι ἀμφέβαλλεν ἐκεῖ 〈εἰ〉 οὐδέν ἐστι τῷ ποσῷ ἐναντίον, λέγων ‘εἰ μή τις φαίη τὸ μέγα τῷ μικρῷ καὶ τὸ πολὺ τῷ ὀλίγῳ ἐναντίον’· ταῦτα γὰρ οὐκ ἐναντία. ὅτι δὲ οὐκ ἐναντία οὐδὲ ποσὰ ἀλλὰ τῶν πρός τι, δείκνυσι καὶ κατ’ ἔνστασιν καὶ κατὰ ἀντιπαράστασιν. καὶ κατὰ μὲν ἔνστασιν ὅτι οὐ ποσὰ ἀλλὰ τῶν πρός τι, κατὰ δὲ ἀντιπαράστασιν ὅτι οὐκ ἐναντία ἀλλὰ τῶν πρός τι, ὡς εἶναι κοινὸν καταγώγιον ἐνστάσεως καὶ ἀντιπαραστάσεως τὰ πρός τι·3 εἰ γὰρ δείξομεν ὅτι πρός τι, οὐ ποσά (ἀντιδιῄρηται γὰρ τὸ ποσὸν τοῖς πρός τι), καὶ εἰ δείξομεν πάλιν ὅτι πρός τι, οὐκ ἐναντία· τετραχῶς γὰρ τῶν ἀντικειμένων λαμβανομένων ἀντιδιῄρηται τὰ ἐναντία τοῖς πρός τι. Δεῖ εἰδέναι ὅτι δύο ἐπιχειρήμασι κέχρηται ἡ ἔνστασις, πρῶτον μὲν λέγουσα ὅτι μέγα καὶ μικρόν, πολὺ καὶ ὀλίγον πρὸς ἄλλο λέγονται, τὸ ποσὸν καθ’ αὑτό· τὸ ἄρα μέγα καὶ μικρὸν οὐ ποσά. δεύτερον δὲ ἐπιχείρημα, ὅτι τὸ μέγα καὶ τὸ μικρὸν καὶ πολὺ καὶ ὀλίγον ἀόριστα· μέχρι γὰρ πόσου μέγα καὶ μέχρι πόσου μικρόν, ἄδηλον εἰπεῖν· τὸ δὲ ποσὸν ὡρισμένον ποσὸν δηλοῖ· ὅταν γὰρ βουλώμεθα τὸν ἀριθμὸν μαθεῖν τῶν ζητουμένων, λέγομεν ὅτι πόσα εἰσί· τὸ ἄρα μικρὸν καὶ μέγα, τὸ πολὺ καὶ ὀλίγον οὔκ εἰσι ποσά. ταῦτα μὲν ἡ ἔνστασις. ἡ δὲ ἀντιπαράστασις τέτρασι κέχρηται ἐπιχειρήμασι, πρῶτον λέγουσα· τὸ μέγα καὶ μικρὸν καὶ πολὺ καὶ ὀλίγον αὐτὰ ἅπερ εἰσὶν ἑτέρων εἶναι λέγονται, τὰ δὲ ἐναντία οὐ πρὸς ἕτερον λέγονται, οἷον τὸ μέλαν οὐ λέγεται πρὸς λευκὸν μέλαν, ἀλλὰ λευκῷ ἐναντίον, καὶ ἐπὶ τοῦ λευκοῦ ὁμοίως· τὸ ἄρα μέγα καὶ μικρὸν οὐκ ἐναντία. δεύτερον ἐπιχείρημα· εἰ τὸ μέγα καὶ μικρὸν ἐναντία, συνυπάρξουσι τὰ ἐναντία τοῦ αὐτοῦ δυναμένου καὶ μικρὸν εἶναι καὶ μέγα πρὸς ἄλλο καὶ ἄλλο. τρίτον ἐπιχείρημα· εἰ τὸ μέγα καὶ μικρὸν καὶ πολὺ καὶ ὀλίγον ἐναντία, ἔσται τι ἑαυτῷ ἐναντίον τοῦ αὐτοῦ δυναμένου καὶ μεγάλου εἶναι καὶ μικροῦ κατὰ τὸν αὐτὸν χρόνον πρὸς ἄλλο καὶ ἄλλο. τέταρτον ἐπιχείρημα, ὃ οὐ λέγει ἡ λέξις ἀλλ’ ἡμεῖς· εἰ τὸ μέγα καὶ μικρὸν καὶ πολὺ καὶ ὀλίγον ἐναντία, οὐκέτι τὰ ἐναντία φθαρτικά εἰσιν ἀλλήλων, ἀλλὰ σωστικά· πολλὰ γὰρ μικρὰ ἓν μέγα ποιοῦσι καὶ πολλὰ ὀλίγα πολύ· τὰ δὲ ἐναντία ἀεὶ φθαρτικά εἰσι.

“此外,数量没有任何相反者。” 在对数量进行三种划分之后——即划分为连续的与分离的,划分为具有位置的与不具有位置的,以及划分为本义上的数量与表象上的数量——他把论述引向数量的固有属性。此前在上面,他已经向我们传授了数量的一个固有属性,即“被度量”,当时他说言论由长短音节所度量,且通过这一点言论被表明是数量,因为凡数量皆被度量。他把这作为一个固有属性传授给我们,是通过“此外”表明的,他说“此外,数量没有任何相反者”,这正如暗中已经向我们传授了数量的一个固有属性一样。但有人说,我们在上面关于实体的讨论中也已获得了传授给我们的第二个固有属性,当时他说实体的固有属性是没有任何相反者,而这属于一切实体,但并非仅属于实体;因为这也属于数量。我们回答说,他在那里怀疑在数量中是否没有任何相反者,他说“除非有人说大与小、多与少是相反的”;因为这些并不是相反者。而它们既非相反者亦非数量、而是属于关系者,这一点他通过异议反驳和抗辩反驳这两者加以表明。在异议反驳中,他表明它们不是数量而是属于关系者;在抗辩反驳中,他表明它们不是相反者而是属于关系者;以至于关系者成了异议反驳与抗辩反驳的共同归宿。因为如果我们表明它们是关系者,它们就不是数量(因为数量与关系者是对立划分的);如果我们再次表明它们是关系者,它们就不是相反者;因为当对立者按四种方式来取时,相反者与关系者是对立划分的。 应当知道,异议反驳使用了两个论据:第一,指出大与小、多与少是相对于他物而言的,而数量是就其自身而言的;因此大与小不是数量。第二,大与小以及多与少是不确定的;因为大到何种程度、小到何种程度是难以明说的;但数量表示确定的数量;因为每当我们想要得知所探求事物的数目时,我们都会说“有多少”;因此小与大、多与少不是数量。以上是异议反驳。 抗辩反驳则使用了四个论据。第一,指出大与小、多与少正是就其自身之所是而言被说是属于他物的,但相反者并不相对于他物而言,例如黑不被说是相对于白而为黑,而是被说成白的相反者,对白也是如此;因此大与小不是相反者。第二,如果大与小是相反者,相反者就将共存,因为同一事物相对于不同事物既可以是小又可以是大的。第三,如果大与小、多与少是相反者,就会有某种东西对自己相反,因为同一事物在同一时间相对于不同事物既可以是大的又可以是小的。第四,这不是原文所说而是我们提出的:如果大与小、多与少是相反者,相反者就不再是彼此毁灭的,而是彼此保存的了;因为许多小的构成一个大的,许多少构成多;但相反者总是彼此毁灭的。

语法注3 条
  1. 2.13Ἐπειδὴ ᾔσθετο ὁ Ἀριστοτέλης ὅτι ἐπὶ τοῦ φυσικοῦ ἀριθμοῦ τοῦ ἀριθμουμένου, οἷον ἵππων δέκα ἢ ἀνθρώπων ἢ ξύλων ἢ λίθων, ὅτι ἔστι θέσιν λαβεῖν

    从属连词 ὅτι 在插入的举例成分(οἷον ἵππων δέκα...)前后重复出现(复述性 ὅτι)。在句法上,它引导从属于 ᾔσθετο 的单一名词性从句(“意识到……”),第二个 ὅτι 是在长插入语之后的句式重申。

  2. 2.14ὡς ἂν κατὰ τὸ σιωπώμενον ἑνὸς ἡμῖν ἰδίου τοῦ ποσοῦ παραδεδομένου

    连词 ὡς ἄν 后接属格独立结构(ἑνὸς... ἰδίου... παραδεδομένου),表示推测性或假设性的状况(“正如……已经被传授了一样”)。

  3. 2.14ὡς εἶναι κοινὸν καταγώγιον ἐνστάσεως καὶ ἀντιπαραστάσεως τὰ πρός τι

    由 ὡς 加不定词(εἶναι)构成的结果从句。该不定词的主语是中性复数宾格 τὰ πρός τι(“关系者”),κοινὸν καταγώγιον 则充当表语名词(“共同归宿”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:195.26-197.5