← 埃利亚斯

亚里士多德《范畴篇》注释

§194.3-195.25

依位置划分数量与时间的位置归属

埃利亚斯解释了亚里士多德将数量进一步细分为具有位置与不具有位置之物,阐明由于时间兼具连续与分离的中间特性而被移至后者,通过位置的三项标准(同时持存、可指示性、方位副词)检验各类别,驳斥依秩序划分数量的主张,并最终阐释了本义数量与偶性(表象)数量的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.12

" Ἔτι δὲ τὰ μὲν ἐκ θέσιν ἐχόντων πρὸς ἄλληλα τῶν ἐν αὐτοῖς μορίων συνέστηκε." Πρώην διελὼν ὁ Ἀριστοτέλης τὸ ποσὸν εἰς συνεχὲς καὶ διωρισμένον καὶ τὸ συνεχὲς εἰς πέντε, εἰς γραμμήν, ἐπιφάνειαν, σῶμα, τόπον καὶ χρόνον, καὶ τὸ διωρισμένον εἰς δύο, εἰς ἀριθμὸν καὶ λόγον, νῦν ἐπιδιαιρεῖ τὸ ποσὸν εἰς θετὸν καὶ ἄθετον, καὶ τὸ θετὸν εἰς γραμμήν, ἐπιφάνειαν, σῶμα, τόπον, οὐκέτι εἰς πέντε (ἀφεῖλε γὰρ τὸν χρόνον), τὸ δὲ ἄθετον εἰς τρία, εἰς ἀριθμὸν καὶ λόγον καὶ χρόνον. ἄξιον δὲ ἐπιζητῆσαι διὰ τί ἡ ἀφαίρεσις τοῦ χρόνου αἰτία γέγονε τῆς τοῦ ποσοῦ ἐπιδιαιρέσεως. καὶ λεκτέον ὅτι δύο ὄντων ἄκρων ἐναντίων ἀλλήλοις, συνεχοῦς καὶ διωρισμένου,1 καὶ ὡς οἱ παροιμιαζόμενοί φασιν ὅλῳ καὶ παντὶ λέγοντες διαφέρειν τὰ ἄγαν διεστῶτα, τοῦτ’ ἔστι τοῖς ἐναντίοις εἴδεσι τοῦ ποσοῦ τὸ μὲν ὅλον ἐπὶ τοῦ συνεχοῦς τάττοντες τὸ δὲ πᾶν ἐπὶ τοῦ διωρισμένου, καὶ τοῦ Πλάτωνος πάντα ἔμμεσα λέγοντος τὰ ἐναντία, ἵνα καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον ἐπιδέχοιντο, ἔδει εἶναι μέσον τι τοῦ συνεχοῦς καὶ τοῦ διωρισμένου· μέσον δὲ συνεχοῦς καὶ διωρισμένου ὁ χρόνος· ὡς μὲν γὰρ κίνησις συνεχὴς ὁ χρόνος (πᾶσα γὰρ κίνησις συνεχής), ὡς δὲ ἀριθμηθεῖσα κίνησις τῷ πάλιν καὶ πάλιν ἀριθμεῖσθαι διωρισμένος ὁ χρόνος. τρισὶ δέ τισι χαρακτηρίζει τὸ θετὸν ὁ Ἀριστοτέλης, τῷ ὅλον ἅμα ὑφεστάναι καὶ δείξει ὑποπίπτειν καὶ τῷ ἐπιδέχεσθαι τὰ ἓξ θετικὰ ἐπιρρήματα. δείξωμεν 〈οὖν〉 τὰ τρία ἐπὶ ἑκάστου εἴδους τῶν συνεχῶν· ἡ γραμμὴ ὅλη ἅμα ὑφέστηκε σπιθαμιαία οὖσα ἢ πλεῖον ἢ ἔλαττον, καὶ ἡ ἐπιφάνεια ὁμοίως καὶ τὸ σῶμα. ἀλλὰ καὶ δείξει ὑποπίπτει ἡ γραμμὴ ὡς δακτύλῳ δεικνυμένη, καὶ ἡ ἐπιφάνεια καὶ τὸ σῶμα. καὶ τὰ ἓξ θετικὰ ἐπιρρήματα ἐπιδέχεται ἡ γραμμή· εἰπεῖν γὰρ ἔχομεν ὅτι τῆς γραμμῆς τὸ μὲν πρόσω τὸ δὲ ὀπίσω καὶ τὸ μὲν δεξιὰ τὸ δὲ ἀριστερὰ καὶ τὸ μὲν ἄνω τὸ δὲ κάτω, καὶ ἐπὶ τῆς ἐπιφανείας ὁμοίως καὶ τοῦ σώματος τὰ αὐτὰ ἐροῦμεν. τὸ δὲ ἄθετον ὅλον ἅμα οὐχ ὑφέστηκεν οὐδὲ δείξει ὑποπίπτει οὐδὲ τὰ ἓξ θετικὰ ἐπιρρήματα ἐπιδέχεται· ἰδοὺ γὰρ ὁ χρόνος ὅλος ἅμα οὐχ ὑφέστηκε· δεῖ γὰρ φθαρῆναι τὸ σήμερον, ἵνα γένηται τὸ αὔριον. οὐδὲ ὁ λόγος ἅμα ὑφέστηκε· τὸ μὲν γὰρ αὐτοῦ εἴρηται καὶ οὐκ ἔστι τὸ δὲ μέλλει. καὶ ἐπὶ τοῦ ἀριθμοῦ τοῦ ἀριθμοῦντος, ἐπειδὴ οὗτος ἢ ἐν δόξῃ ἐστὶν ἢ ἐν προφορᾷ, τὸ μὲν αὐτοῦ εἴρηται καὶ οὐκ ἔστι τὸ δὲ γίνεται. ἀλλ’ οὐδὲ δείξει οὐδὲν τούτων ὑποπίπτει· ὃ γὰρ οὐδὲν ὑπομένει ἤτοι καταλιμπάνεται, πῶς τοῦτο δακτύλῳ ἔδει δειχθῆναι; οὐδὲ τὰ θετικὰ ἐπιρρήματα οὐδὲν τῶν τριῶν ἐπιδέχεται· πῶς γὰρ τοῦ μὴ ὄντος ὅλως τὸ μὲν ἄνω τὸ δὲ κάτω εἴποι τις ἄν, ἢ δεξιὰ ἢ ἀριστερά; ἀλλ’ εἰ ἄρα τάξιν τινὰ τὰ εἴδη τοῦ διωρισμένου ἐπιδέχονται·2 τοῦ μὲν γὰρ λόγου πρότερον τὸ προοίμιον τῆς διηγήσεως καὶ ἐπὶ τοῦ ἀριθμοῦ τὸ ἓν τῶν δύο πρότερον καὶ ἐπὶ τοῦ χρόνου τὸ σήμερον τοῦ αὔριον πρότερον. διὸ καὶ ἀποροῦσιν ὅτι διὰ τί μὴ διεῖλε τὸ ποσὸν εἰς τεταγμένον καὶ ἄτακτον. καὶ λέγομεν ὅτι ἡ τάξις δι’ ὅλων τῶν εἰδῶν τοῦ ποσοῦ διῆλθε, συνεχῶν τε καὶ διωρισμένων· ἐπὶ πάντων γὰρ ἁρμόζει λέγειν τὸ πρῶτον καὶ τὸ δεύτερον. εἰ οὖν τάξις ἐστὶν ἐν πᾶσι, πῶς τὸ ἔχον τάξιν εἰς τεταγμένον καὶ ἄτακτον εἶχε διαιρεῖσθαι; καὶ ταῦτα μὲν ἐν τούτοις. Ἐπιδιαιρεῖ δὲ τὸ ποσὸν καὶ ἄλλως λέγων ὅτι τοῦ ποσοῦ τὸ μέν ἐστι κυρίως ποσὸν τὸ δὲ φαινόμενον, καὶ κυρίως μὲν ποσὸν οὗ τὸ μέγα καὶ μικρὸν καὶ πολὺ καὶ ὀλίγον ἀμέσως κατηγορεῖται· τὸ γὰρ μέγα καὶ μικρὸν ἐπὶ πάντων λέγομεν τῶν συνεχῶν, μεγάλην γραμμὴν καὶ μικρὰν ἐπιφάνειαν καὶ σῶμα καὶ τόπον λέγοντες κυρίως, πολὺ δὲ καὶ ὀλίγον ἐπὶ ἀριθμοῦ καὶ λόγου καὶ χρόνου κυρίως λέγεται. ταῦτα μὲν κυρίως ποσά. 〈φαινόμενα δὲ ποσὰ〉 ὧν τὸ μέγα καὶ μικρὸν καὶ πολὺ καὶ ὀλίγον οὐκ ἀμέσως ἀλλὰ διὰ μέσου ἑνὸς τῶν ἑπτὰ εἰδῶν τοῦ ποσοῦ κατηγορεῖται, οἷον πολλὴν λέγομεν λευκότητα διὰ μέσου τῆς ἐπιφανείας· πολὺ γὰρ τὸ λευκὸν οὐ δι’ ἑαυτὸ ἀλλὰ διὰ τὴν ἐπιφάνειαν· εἰ γὰρ τὴν ἐπίτασιν τοῦ λευκοῦ ὡς λευκοῦ θέλομεν σημᾶναι, οὐ λέγομεν πολὺ λευκὸν ἀλλὰ λευκῶν λευκὸν ἢ λευκότατον. καὶ τὸν πόλεμον τὸν Τρωϊκὸν μέγαν λέγομεν οὐ δι’ ἑαυτὸν ἀλλὰ διὰ τὸν χρόνον· καὶ τὴν πρᾶξιν μικρὰν λέγομεν διὰ τὸν χρόνον, οὐ δι’ ἑαυτήν· ἢ γὰρ ἡμερησία ἢ μηνιαία ἢ ἐνιαυσιαία. ταῦτα ἔχει ἡ παροῦσα θεωρία.

“此外,有些是由其内部部分彼此具有位置者组成的。” 此前,亚里士多德将数量区分为连续的与分离的,又将连续的区分为五种(线、面、物体、场所和时间),将分离的区分为两种(数与言论),现在他把数量进一步细分为具有位置的与不具有位置的;将具有位置的区分为线、面、物体、场所,不再是五种(因为他去掉了时间),而将不具有位置的区分为三种,即数、言论和时间。值得探讨的是,为何去掉时间成了对数量进行细分的原因。应当指出,既然存在着彼此相反的两个极端,即连续的与分离的——正如那些运用谚语的人所说,他们称极度分立的事物“在全体与所有中”存在差异,也就是说,在数量的相反种中,把“全体”配置于连续之物,把“所有”配置于分离之物——并且柏拉图说一切相反者都有中间状态,以便它们也能接受较多与较少,因此连续的与分离的之间必定存在某种中间者;而连续的与分离的中间者正是时间。因为作为运动,时间是连续的(因为凡运动皆是连续的),但作为被数出的运动,通过一再被数,时间又是分离的。 亚里士多德用三点来表征具有位置之物:其全体同时持存、落入直观指示之下,以及接受六个方位副词。因此让我们就连续之物的每个种表明这三点:线不论是一拃长还是更多或更少,都是全体同时持存的,面与物体也是如此。不仅如此,线落入直观指示之下,正如可用手指指点那样,面与物体也是如此。并且线接受六个方位副词;因为我们能够说,线的一部分在前,另一部分在后,一部分在右,另一部分在左,一部分在上,另一部分在下;对于面和物体,我们同样也会说出这些话。 而不具有位置之物则并非全体同时持存,也不落入直观指示之下,也不接受六个方位副词。看哪,时间并非全体同时持存;因为必须今日消逝,以便明日生成。言论也不是同时持存的;因为言论的一部分已被说出而不再存在,另一部分尚在将来。而在用于计数的数的情形下,由于它要么存在于观念中,要么存在于发音中,它的一部分已被说出而不再存在,另一部分正在生成。而且这些都根本不落入直观指示之下;因为对于完全不存留、即不被留下之物,怎么能用手指指点出来呢?这三者也都不接受方位副词;因为对于根本不存在之物,谁又能说其一部分在上、另一部分在下,或者在右、在左呢? 然而,如果真要说的话,分离之物的诸种倒是接受某种秩序;因为在言论中,序言先于叙述,在数中,一先于二,在时间中,今日先于明日。因此他们也提出疑问:为什么他不把数量区分为有秩序的与无秩序的?我们回答说,秩序贯穿了数量的所有种,不论是连续的还是分离的;因为对所有事物而言,称其为“第一”和“第二”都是恰当的。因此,如果秩序存在于一切之中,具有秩序者又怎能被区分为有秩序的与无秩序的呢?这些问题就谈到这里。 他又以另一种方式细分数量,说数量的一部分是本义上的数量,另一部分是表象上的数量;本义上的数量是指“大”与“小”、“多”与“少”被直接述谓于其上的;因为我们在一切连续之物上谈论“大”与“小”,在本义上说大的线、小的面、物体和场所,而“多”与“少”则在本义上用于数、言论和时间。这些是本义上的数量。而表象上的数量是指“大”与“小”、“多”与“少”不是直接、而是通过数量的七个种之一作为中介而被述谓于其上的;例如,我们通过面的中介谈论“多量的白”;因为白并非由于自身而是由于面被称为“多”;因为如果我们想要表示白作为白自身的强化,我们不说“多量的白”,而说“白中之白”或“最白”。我们称特洛伊战争为“大”,不是由于其自身,而是由于时间;我们称某个行动为“小”,也是由于时间,而不是由于其自身;因为它要么是一日的,要么是一月的,要么是一年的。当下的考察便包含这些内容。

语法注2 条
  1. 2.12δύο ὄντων ἄκρων ἐναντίων ἀλλήλοις, συνεχοῦς καὶ διωρισμένου, καὶ ὡς οἱ παροιμιαζόμενοί φασιν ὅλῳ καὶ παντὶ λέγοντες διαφέρειν τὰ ἄγαν διεστῶτα, τοῦτ’ ἔστι τοῖς ἐναντίοις εἴδεσι τοῦ ποσοῦ τὸ μὲν ὅλον ἐπὶ τοῦ συνεχοῦς τάττοντες τὸ δὲ πᾶν ἐπὶ τοῦ διωρισμένου, καὶ τοῦ Πλάτωνος πάντα ἔμμεσα λέγοντος τὰ ἐναντία, ἵνα καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον ἐπιδέχοιντο, ἔδει εἶναι μέσον τι τοῦ συνεχοῦς καὶ τοῦ διωρισμένου

    这是一个复杂的嵌套结构:由属格绝对结构(δύο ὄντων ἄκρων... καὶ τοῦ Πλάτωνος λέγοντος...)构成,其中插入了解释谚语的短语(ὡς οἱ παροιμιαζόμενοί φασιν... τάττοντες)。主句的核心是 ἔδει εἶναι μέσον τι(“必定存在某种中间者”),前面的一连串属格短语均为该主句动词提供因果前提与理由。

  2. 2.12ἀλλ’ εἰ ἄρα τάξιν τινὰ τὰ εἴδη τοῦ διωρισμένου ἐπιδέχονται

    惯用连词短语 ἀλλʼ εἰ ἄρα 引入了让步或辩难色彩(“然而,如果真要说的话”),表明即使分离之物不接受方位,至少可以承认它们接受某种秩序(τάξις),由此自然引出下文关于为何不依秩序划分数量的疑难。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:194.3-195.25