- 底本
- Elias, Eliae (Olim Davidis) In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 107-255. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:192.7-194.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯解释了亚里士多德为何以条件句举出数的例子,并通过与共同界限(线、面和“现在”)的接合阐明了几何对象(平面、物体)以及时间和场所的连续性。
" Οἷον ὁ πέντε εἰ ἔστι τῶν δέκα μόριον, πρὸς οὐδένα κοινὸν ἔχει ὅρον." Εὐλόγως ὑποθετικῶς τὸν λόγον προήγαγεν ὁ πέντε εἰ ἔστι τῶν δέκα μόριον, διότι ὁ πέντε οὐ μόνον τοῦ δέκα δύναται μέρος εἶναι, ἀλλὰ καὶ τοῦ δεκαπέντε καὶ τοῦ εἴκοσι καὶ ἄλλων πολλῶν, καὶ ὅτι οὐκ ἔστιν ὡρισμένον μέρος ὁ πέντε· δυνατὸν γὰρ τοῦ δέκα μέρη λαβεῖν τὸν ἑπτὰ καὶ τρία καὶ τὸν ἓξ καὶ τέσσαρα.
“例如,五如果是十的一部分,并不与任何共同的界限相接合。” 他合乎情理地以假定方式提出了论点:“五如果是十的一部分”,这是因为五不仅能够是十的一部分,而且也能够是十五、二十以及许多其他数的一部分,并且因为五并不是确定的部分;因为取七和三、或者六和四作为十的部分也是可能的。
"Τὰ γὰρ τοῦ ἐπιπέδου μόρια πρός τινα κοινὸν ὅρον συνάπτει, τὴν γραμμήν." Παρὰ μὲν τοῖς παλαιοῖς ταὐτὸν εἶναι δοκεῖ ἐπιφάνεια καὶ ἐπίπεδον· ἐπὶ τοῦ αὐτοῦ γὰρ καὶ τὸ τῆς ἐπιφανείας καὶ τὸ τοῦ ἐπιπέδου λαμβάνουσιν ὄνομα. παρὰ δὲ τοῖς νεωτέροις διακέκριται ἐπιφάνεια ἐπιπέδου· τὸ μὲν γὰρ ἐπίπεδον ἐπὶ μόνης τῆς ὁμαλῆς ἐπιφανείας λαμβάνουσι τῆς ἐξ ἴσου ταῖς ἑαυτῆς εὐθείαις κειμένης,1 τὴν δὲ ἐπιφάνειαν καὶ ἧς τὰ μέσα τοῖς ἄκροις ἐπιπροσθεῖ καὶ † τῆς ἐλαχίστης τῶν παθῶν τὰ αὐτὰ πέρατα ἐχουσῶν, κοίλων τυχὸν ἢ κυρτῶν. κοινοτέρα οὖν παρὰ τοῖς νέοις ἡ ἐπιφάνεια, φερομένη καὶ κατὰ τῆς ὁμαλῆς ἐπιφανείας, ἥτις ἐστὶν ἐπίπεδον, καὶ κατὰ τῆς κοίλης καὶ κυρτῆς.
“因为平面的各部分接合于某个共同的界限,即线。” 在古人看来,面和平面似乎是同一的;因为对于同一事物,他们既使用面的名称,也使用平面的名称。但在近人看来,面与平面被区分开来;因为他们仅将“平面”用于其自身直线平等放置的平坦面上,而将“面”也用于其中间遮蔽其两端、或具有相同界限的凹面或凸面上。因此,在近人看来,“面”是更为普遍的,既适用于作为平面的平坦面,也适用于凹面和凸面。
"Ὡσαύτως δὲ καὶ ἐπὶ τοῦ σώματος ἔχοις ἄν λαβεῖν κοινὸν ὅρον, γραμμὴν 〈ἢ〉 ἐπιφάνειαν, πρὸς ὃν τὰ τοῦ σώματος μόρια συνάπτει." Τὰ δὲ μέρη τοῦ σώματος συνάπτει πρὸς κοινὸν ὅρον, τὴν ἐπιφάνειαν, διὰ ταύτην δὲ καὶ πρὸς γραμμήν. τῆς ἐπιφανείας κατὰ βάθος2 διαιρούσης τὰ σώματα, αὐτῆς δὲ παντελῶς ἀδιαστάτου οὔσης κατὰ βάθος, ἐξ ἀνάγκης καὶ τὰ μέρη τοῦ σώματος ἀδιαστάτως καὶ κατὰ βάθος συνάπτουσι πρὸς ἄλληλα κατὰ τὴν ἐπιφάνειαν, κἀνταῦθα πάλιν δυνάμει τῆς διαιρέσεως ἤτοι τῆς ἐπιφανείας λαμβανομένης, ἵν’ ᾖ τὸ σῶμα συνεχές. διὰ δὲ τὴν ἐπιφάνειαν καὶ πρὸς γραμμὴν συνάπτουσι τὰ τοῦ σώματος μόρια· ἐπειδὴ γὰρ κατὰ τοὺς γεωμέτρας ῥυεῖσα 〈ἡ〉 γραμμὴ ποιεῖ τὴν ἐπιφάνειαν, δεῖ τὸν διαιροῦντα τὸ σῶμα κατὰ τὴν ἐπιφάνειαν ἄρξασθαι ἀπὸ τῆς γραμμῆς καὶ ταύτην οἱονεὶ ἐπισύροντα ποιεῖν ἐπιφάνειαν καὶ δι’ αὐτῆς τέμνειν τὸ σῶμα. ἐπειδὴ οὖν καθ’ ὅλην ἑαυτὴν ἡ ἐπιφάνεια τέμνει τὸ σῶμα, ἀνάγκη καὶ κατὰ τὸ πέρας αὐτῆς, λέγω δὴ τὴν γραμμήν, συνάπτειν τὰ τοῦ σώματος ἄκρα.
“同样在物体的情形下,你也可以取得一个共同的界限,线或者面,物体的各部分在其上相接合。” 而物体的各部分接合于一个共同的界限,即面,并且通过面也接合于线。由于面在深度上划分物体,而它自身在深度上完全没有任何广延,必然地物体的各部分在面上也是无广延地在深度上彼此接合,而在这里分割,即面,再次是潜在地被取的,以便物体是连续的。并且通过面,物体的各部分也接合于线;因为按照几何学家们的说法,流动的线生成面,划分物体于面的人必须从线开始,并且仿佛将其拖曳出来生成面,并通过它来切分物体。因此,既然面在其自身整体上切分物体,物体的两端在其界限上,即在线上相接合也是必然的。
"Ἔστι δὲ καὶ ὁ χρόνος καὶ ὁ τόπος τῶν τοιούτων." Νῦν δείκνυσιν ὅτι συνεχῆ ποσὰ ὁ τόπος καὶ ὁ χρόνος· καὶ τούτων γὰρ τὰ μέρη πρός τινα κοινὸν ὅρον συνάπτουσι· τοῦ μὲν χρόνου τὰ μέρη τὸ νῦν ἀδιάστατον ὑπάρχον παντελῶς συνάπτει δι’ ἑαυτοῦ, τὸν παρεληλυθότα καὶ τὸν μέλλοντα, τοῦ δὲ τόπου τὰ μέρη συνάπτει ἡ γραμμή, διότι ἐπιφάνειά τις εἶναι δοκεῖ ὁ τόπος, τῆς δὲ ἐπιφανείας τὰ μόρια κατὰ τὴν γραμμὴν συνάπτει.
“时间和场所也属于这类事物。” 现在他表明场所和时间是连续的数量;因为这些事物的各部分也接合于某个共同的界限:完全没有任何广延的“现在”通过自身将时间的部分,即过去和未来,接合起来;而线将场所的部分接合起来,因为场所似乎是某种面,而面的各部分在线上相接合。
"Τόπον γάρ τινα τὰ τοῦ σώματος μόρια κατέχει, ἃ πρός τινα κοινὸν ὅρον συνάπτει· οὐκοῦν καὶ τὰ τοῦ τόπου μόρια, 〈ἃ〉 κατέχει ἕκαστον τῶν τοῦ σώματος μορίων, καὶ πρὸς τὸν αὐτὸν ὅρον συνάπτει, πρὸς ὃν καὶ τὰ τοῦ σώματος μόρια." Κατασκευάζει ὅτι καὶ τὰ τοῦ τόπου μόρια ὡς συνεχοῦς ὄντος πρός τινα κοινὸν ὅρον συνάπτει ἀπὸ τῶν ἐν τόπῳ. τοῦ δὲ ἐν τόπῳ τὰ μέρη εἰ πρός τινα κοινὸν ὅρον συνάπτει, ἀνάγκη καὶ τὸν τόπον ἔχειν τὰ μόρια πρός τινα κοινὸν ὅρον συνάπτοντα· εἰ γὰρ τὸ μὲν ἐν τόπῳ συνεχὲς εἴη, ὁ δὲ τόπος μὴ εἴη συνεχής, ἀλλὰ διεσπασμένος, συμβήσεται μέρος τοῦ ἐν τόπῳ,3 ὃ οὐκ ἔστιν ἐν τόπῳ. εἰ οὖν ἕκαστον, φησί, τῶν τοῦ σώματος μορίων τινὰ τόπον κατέχει καὶ ταῦτα τὰ μόρια πρός τινα κοινὸν ὅρον συνάπτει, ἀνάγκη καὶ τὰ μόρια τοῦ τόπου πρός τινα κοινὸν ὅρον συνάπτειν. ὥστε συνεχὴς ἂν εἴη καὶ ὁ τόπος· πρὸς γὰρ ἕνα κοινὸν ὅρον αὐτοῦ τὰ μόρια συνάπτει· τῶν 〈γὰρ〉 συνεχῶν κοινὸς ὁρισμός ἐστι τὸ πρός τινα κοινὸν ὅρον αὐτῶν τὰ μόρια συνάπτειν· ἐφήρμοσε δὲ καὶ τῷ τόπῳ οὗτος ὁ ὁρισμός· ὁ ἄρα τόπος συνεχής ἐστιν.
“因为物体的各部分占据着某个场所,这些部分接合于某个共同的界限;因此,物体的每个部分所占据的场所的各部分,也接合于物体各部分所接合的同一界限。” 他从在场所之中的事物出发证明,场所作为连续之物,其各部分也接合于某个共同的界限。因为如果在场所之中的事物的各部分接合于某个共同的界限,场所也必然具有接合于某个共同界限的各部分;因为如果在场所之中的事物是连续的,而场所不是连续的而是断裂的,就会出现这样的结果:属于在场所之中的事物的一部分却不在场所之中。因此他说,如果物体的每个部分占据某个场所,并且这些部分接合于某个共同的界限,那么场所的各部分也必然接合于某个共同的界限。从而场所也将是连续的;因为它的各部分接合于一个共同的界限;因为连续事物的共同定义就是它们的各部分接合于它们的某个共同界限;而这一定义也适用于场所;所以场所是连续的。
- 2.8τῆς ἐξ ἴσου ταῖς ἑαυτῆς εὐθείαις κειμένης
此表述反映了欧几里得《几何原本》卷一界说七(平面的定义)。阴性属格单数分词 κειμένης 修饰前面的 ὁμαλῆς ἐπιφανείας,而短语 ἐξ ἴσου ταῖς ἑαυτῆς εὐθείαις(“与其自身的直线平等地放置”)作为状语性限定短语,规定了该平面的平坦性质。
- 2.9τῆς ἐπιφανείας κατὰ βάθος διαιρούσης τὰ σώματα, αὐτῆς δὲ παντελῶς ἀδιαστάτου οὔσης κατὰ βάθος
两个属格绝对结构(τῆς ἐπιφανείας ... διαιρούσης 与 αὐτῆς ... οὔσης)通过 δέ 形成对照并列,充当修饰后文主句(ἐξ ἀνάγκης καὶ τὰ μέρη τοῦ σώματος ... συνάπτουσι)的原因从句。深度上的划分与面自身在深度上缺乏广延这两个前提,共同构成了主句得出“在深度上无广延地相接”这一结论的句法骨架。
- 2.11συμβήσεται μέρος τοῦ ἐν τόπῳ, ὃ οὐκ ἔστιν ἐν τόπῳ
名词短语 μέρος τοῦ ἐν τόπῳ(“在场所中之物的一部分”)作为非人称动词 συμβήσεται(“将导致……”)的语法主语,并由关系从句 ὃ οὐκ ἔστιν ἐν τόπῳ 修饰。此句省略了存在谓词,表达了归谬法的结果:“将导致产生属于在场所中之物的一部分、却不在场所之中这一情况”。
