- 底本
- Elias, Eliae (Olim Davidis) In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 107-255. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:190.24-192.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯对亚里士多德《范畴篇》4b20–4b34进行注释,阐明分离量何以先于连续量、场所与时间何以同其他连续量分开列举,并辨析“逻各斯”的诸种含义,解释此处言语并非作为复合意义单位、而是作为由音节构成的分离量来讨论。
" Τοῦ δὲ ποσοῦ τὸ μέν ἐστι διωρισμένον τὸ δὲ συνεχές." Προτάττει τὸ διωρισμένον, οἷον ἀριθμὸν καὶ λόγον, τοῦ συνεχοῦς ποσοῦ· ἀυλότερος γὰρ ὁ ἀριθμὸς τοῦ μεγέθους ὡς δυνάμενος ἀσυγχύτως διάφορα σχήματα ἐπιδέξασθαι, ὅπερ ἀυλίας ἴδιον· ὁ γὰρ αὐτὸς ἀριθμὸς κύκλος ἅμα καὶ τετράγωνος δύναται εἶναι. ἔστι δὲ κύκλος μὲν ὁ ἀπὸ τοῦ αὐτοῦ ἀρχόμενος καὶ εἰς τὸ αὐτὸ λήγων1 νόμῳ κύκλου, ὡς ὁ τριακονταέξ (ἑξάκις γὰρ ἓξ τριακονταέξ· ἰδοὺ ἀπὸ τοῦ αὐτοῦ ἤρξατο καὶ εἰς τὸ αὐτὸ λήγει), καὶ ὁ εἰκοσιπέντε· πεντάκις 〈γὰρ〉 πέντε εἰκοσιπέντε. τετράγωνος δέ ἐστιν ὁ ἀπὸ ἀριθμοῦ ἑαυτὸν πολυπλασιάσαντος γενόμενος, ὡς ὁ ἐννέα· τρὶς γὰρ τρία ἐννέα. τὸ δὲ φθάσαν μέγεθος κυκλικῶς μετασχηματισθῆναι ἄλλο εἶδος οὐ δέχεται, εἰ μὴ πρότερον ἀφανισθῇ τὸ ἄλλο σχῆμα πρὸ αὐτοῦ.
“在数量中,一种是分离的,另一种是连续的。” 他把分离的数量,例如数和言语,置于连续的数量之前;因为数比量度更为非质料,能够毫不混淆地接受不同的形状,而这正是非质料性的固有属性;因为同一个数能够同时是圆的也是方的。所谓圆[数],就是按照圆的法则从同一者出发并终止于同一者的数,例如三十六(因为六乘六得三十六;看哪,它从同一者出发并终止于同一者),以及二十五;因为五乘五得二十五。而方[数]则是由一个数自乘而生成的数,例如九;因为三乘三得九。然而,一旦被转化为圆形形状的量度,除非在此之前的另一种形状先被消灭,否则不会接受另一种形式。
"Ἔτι δὲ παρὰ ταῦτα τόπος καὶ χρόνος." Διὰ τί ὥσπερ τὴν γραμμὴν καὶ τὴν ἐπιφάνειαν καὶ τὸ σῶμα κατὰ συνέχειαν ἠρίθμησεν, μὴ καὶ τὸν τόπον καὶ τὸν χρόνον ἐφεξῆς αὐτοῖς κατὰ συνέχειαν ἠρίθμησεν, ἀλλ’ ἀντιδιέστειλε; καὶ λέγομεν δύο αἰτίας· ἢ ὅτι ἐν ἑνὶ τὰ τρία θεωροῦνται· ἐν γὰρ τῷ σώματι ἡμῶν γραμμὴ καὶ ἐπιφάνεια, ὁ δὲ τόπος καὶ ὁ χρόνος περὶ ἡμᾶς καὶ ἔξωθεν. ἢ καὶ ἄλλως· ὅτι τὰ μὲν τρία ταῦτα γεωμετρίας εἰδέναι, τόπον δὲ καὶ χρόνον φυσιολογίας·2 ἡ γὰρ φυσιολογία περὶ κίνησιν καταγίνεται (ἔστι γὰρ ἡ φύσις ἀρχὴ κινήσεως καὶ μεταβολῆς ἢ ἠρεμίας), ἡ δὲ γεωμετρία περὶ τὸ ἀκίνητον καὶ συνεχὲς καταγίνεται ποσόν. ἔτι δὲ καὶ ἡ ἀστρονομία· ἡ γὰρ ἀστρονομία τόπον εὑροῦσα χρόνον ζητεῖ, οἷον ἐν λέοντι πότε ἐστὶν ὁ ἥλιος. ποτὲ δὲ χρόνον εὑρὼν ὁ φυσικὸς τόπον ζητεῖ, οἷον μετὰ δέκα ἡμέρας ποῦ ἔσται ἡ σελήνη.
“除这些之外,还有场所和时间。” 为什么正如他依连续性列举了线、面和物体那样,他没有把场所和时间紧随其后地依连续性列举,而是将它们区分开来?我们提出两个原因:或者是因为这三者是在一个东西之中被考察的;因为在我们的物体中有线和面,而场所和时间则在我们周围且来自外部。或者也是出于另一种理由:认识这三者属于几何学,而认识场所和时间则属于自然学;因为自然学致力于运动(因为自然是运动与变化或静止的本原),而几何学则致力于不动的和连续的数量。此外还有天文学;因为天文学找到了场所就探求时间,例如太阳何时在狮子宫。而有时自然哲学家找到了时间就探求场所,例如十天后月亮将在何处。
"Λέγω δὲ αὐτὸν τὸν μετὰ φωνῆς λόγον." Ὁ λόγος διάφορα σημαίνει· λέγεται γὰρ λόγος καὶ ὁ ἐνδιάθετος, καθὸ καὶ τοὺς ἀγγέλους φαμὲν λογικούς, καὶ ὁ προφορικός, περὶ οὗ ὁ λόγος ὁ προκείμενος. λέγεται καὶ ὁ ἀποτάδην λόγος, οἷον ὁ ῥητορικὸς καὶ ὁ ἰατρικός. λέγεται λόγος καὶ ἡ σχέσις τῶν μεγεθῶν, ὡς ὅταν λέγωμεν ὅτι ὃν λόγον ἔχει τόδε τὸ μέγεθος * *, τοιόνδε πρὸς ἄλλο μέγεθος. λέγεται λόγος καὶ ἡ αἰτία, καθὸ καὶ ὁ Πλάτων φησὶ ‘τέχνην δὲ ἐγὼ οὐ καλῶ, ὃ ἂν ᾖ ἄλογον πρᾶγμα’. διὰ τοῦτο οὖν εἶπε λόγον τὸν μετὰ φωνῆς, τοῦτ’ ἔστι τὸν ἐκφωνούμενον, πρὸς ἀντιδιαστολὴν τῶν ἄλλων σημαινομένων, ἵνα δείξῃ ὅτι οὗτος ὁ λόγος ὁ μετὰ φωνῆς ὑπὸ διωρισμένον ποσὸν ἀνάγεται, οὐ μὴν καὶ τὰ ἄλλα σημαινόμενα τοῦ λόγου, τοῦτ’ ἔστιν ὁ ἐνδιάθετος καὶ ἡ σχέσις καὶ ἡ αἰτία. ἀποροῦσι δέ τινες λέγοντες πῶς ὁ Ἀριστοτέλης φησὶ τὸν λόγον τὸν μετὰ φωνῆς τοῦ ποσοῦ εἶναι· ὁ γὰρ λόγος διανοίας ἐστὶ σημαντικός, καὶ διὰ τοῦτο σύνθετός ἐστιν ὡς συγκείμενος ἐξ ὀνομάτων καὶ ῥημάτων· νῦν δὲ οὐ περὶ συνθέτων φωνῶν ἐστιν ὁ λόγος τῷ Ἀριστοτέλει, ἀλλὰ περὶ τῶν ἁπλῶν φωνῶν· αὐτὸς γὰρ ὁ Ἀριστοτέλης λέγει ὅτι τῶν κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων τὸ μὲν οὐσίαν σημαίνει τὸ δὲ ποσὸν καὶ τὰ ἑξῆς· πῶς οὖν τὸν λόγον φησὶ τοῦ ποσοῦ εἶναι σύνθετον ὄντα καὶ κατὰ συμπλοκὴν ὀνομάτων καὶ ῥημάτων; καὶ λέγομεν ὅτι ἐνταῦθα μέμνηται τοῦ λόγου οὐχ ὡς συνθέτου, ἀλλ’ ὡς διωρισμένου ἁπλῶς καὶ συγκειμένου ἐκ συλλαβῶν, ὡς καὶ αὐτὸς ὁ Ἀριστοτέλης δηλοῖ λέγων ὅτι τὸ καταμετρεῖσθαι μακρᾷ καὶ βραχείᾳ συλλαβῇ τὸν μετὰ φωνῆς λόγον δείκνυσιν αὐτὸν τοῦ διωρισμένου ποσοῦ. καὶ δῆλον ὅτι λόγον ἐνταῦθά φησι καὶ τὸ ἓν ὄνομα καὶ τὸ ἓν ῥῆμα καὶ ἁπλῶς τὴν μίαν λέξιν καὶ τὴν ἄσημον φωνήν, εἴπερ καὶ ταῦτα καταμετρεῖται μακρᾷ καὶ βραχείᾳ συλλαβῇ. ἐν δὲ τῷ Περὶ ἑρμηνείας διαλαμβάνει τὸ σύνθετον καὶ σημαντικόν· ὁριζόμενος γάρ φησι ‘λόγος 〈ἐστὶ〉 φωνὴ σημαντική, ἧς τῶν μερῶν τι σημαντικόν ἐστι κεχωρισμένον’.3
“但我指的是伴随声音的言语本身。” “言语”(逻各斯)具有不同的含义:因为内在的逻各斯也被称为逻各斯,根据这一点我们也说天使是理性的,发出的逻各斯也是如此,当前讨论的正是这后一种。连贯的逻各斯也被如此称呼,例如修辞学的和医学的言论。量度的比例也被称为逻各斯,正如当我们说这个量度对另一个量度具有这样的比例时。原因也被称为逻各斯,根据这一点柏拉图也说:“没有逻各斯的事情我并不称之为技艺。”因此,他说了“伴随声音的言语”,即被发声出来的言语,以与其他的含义相对照,以便表明这种伴随声音的言语被归入分离的数量之下,而并非逻各斯的其他含义,即内在的逻各斯、比例和原因。但有些人提出疑难,说亚里士多德怎么说伴随声音的言语属于数量呢;因为言语是思想的表示,并且由于由名词和动词组成而因而是复合的;但现在对亚里士多德而言,讨论并不是关于复合的声音,而是关于单纯的声音;因为亚里士多德自己说,在不带任何结合而说的诸事物中,有的表示实体,有的表示数量,等等;那么,既然言语是复合的且是通过名词与动词的结合而成的,他怎么说它是属于数量的呢?我们回答说,他在这里提及言语并不是作为复合的,而是单纯地作为分离的且由音节组成的,正如亚里士多德自己通过说伴随声音的言语由长短音节度量表明它属于分离的数量那样。并且显然,他在这里也将单一的名词和单一的动词,以及单纯的单个词和无意义的声音称为“言语”,如果这些确实也由长短音节来度量的话。而在《解释篇》中,他处理的是复合且具有表示性的言语;因为在下定义时他说:“言语是一种具有表示性的声音,其各个部分中有某个部分在分离时是具有表示性的。”
- 2.4ἀπὸ τοῦ αὐτοῦ ἀρχόμενος καὶ εἰς τὸ αὐτὸ λήγων
定义“圆数”(κύκλος)的分词短语。在古希腊算术术语中,这指的是自乘后末位数字与底数相同的数(如6×6=36,5×5=25)。其结构表明乘积从该数字出发并以相同的数字收尾。
- 2.5τὰ μὲν τρία ταῦτα γεωμετρίας εἰδέναι, τόπον δὲ καὶ χρόνον φυσιολογίας
由表示归属/管辖的谓语属格(γεωμετρίας, φυσιολογίας)与不定式 εἰδέναι(认识)构成的结构。宾格短语 τὰ μὲν τρία ταῦτα 和 τόπον δὲ καὶ χρόνον 充当不定式 εἰδέναι 的直接宾语,整体意为“认识这三者属于几何学,而[认识]场所与时间则属于自然学”。
- 2.6ἧς τῶν μερῶν τι σημαντικόν ἐστι κεχωρισμένον
双重属格结构:先行词为 φωνή 的关系代词属格 ἧς,与部分属格 τῶν μερῶν 重叠修饰。关系从句的主语是不定代词 τι(某个部分),谓语是 σημαντικόν ἐστι,分词 κεχωρισμένον(中性单数主格)与主语 τι 一致,作谓语性分词表示“当被分离时”。
