← 埃利亚斯

亚里士多德《范畴篇》注释

§189.20-190.23

言明的不可测性与连续数量的共同界限

埃利亚斯通过一拍半音节与算术中“部分”的规定补充论证了言明为何需要长短音节,进而通过点、线、面、“现在”及处所的共同界限,论证了连续数量的五种种(线、面、体、时间、场所)何以具有连续性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.3#2

οὔτε δὲ παρ’ αὐτοῖς τοῖς μετρικοῖς ἀεὶ ἡ μακρὰ δύο χρόνων, ἀλλ’ οἴδασι μακρὰν καὶ ἑνὸς ἥμισυ χρόνου, ὡς τὴν αι δίφθογγον καὶ τὴν οι· μακρᾶς γὰρ οὔσης τῆς τελευταίας συλλαβῆς οὐδέποτε πρὸ δύο συλλαβῶν πίπτει τόνος, * * ὡς μὴ οὐσῶν τελείων μακρῶν· Ὅμηροι γὰρ καὶ Μήδειαι πρὸ δύο ἔχουσι τὸν τόνον, ἐπειδὴ αὗται αἱ δίφθογγοι κοιναί εἰσιν. προστιθεμένου δὲ τοῦ σ ἐπὶ τῆς δοτικῆς τῶν πληθυντικῶν, ἐπειδὴ καὶ τοῦτο ἥμισυ ἔχει χρόνου, ἀναπληροῦται ἡ δίφθογγος καὶ τελεία μακρὰ γίνεται καὶ καταβιβάζει τὸν τόνον, Ὁμήροις καὶ Μηδείαις. ἡμῶν τοίνυν λεγόντων τοιαύτην μακράν,1 τὴν ἑνὸς ἥμισυ χρόνου ἡ ἑνὸς χρόνου βραχεῖα οὐδέποτε καταμετρεῖ· οὐ γὰρ μέρος τὸ ἓν τοῦ ἑνὸς ἥμισυ· οὐδὲ γὰρ ἥμισυ αὐτοῦ ἐστιν, οὐ τρίτον, οὐ τέταρτον, οὐκ ἄλλο οὐδὲν τῶν ἐφεξῆς τοιοῦτον· πᾶν γὰρ μέρος ἀριθμοῦ μετρητικὸν τούτων τῶν εἰρημένων ἓν θέλει εἶναι. διὸ οὐδὲ ὁ τρία ποτὲ μετρεῖ τὸν τέσσαρα· οὐ γὰρ μέρος αὐτοῦ, οὐχ ἥμισυ, οὐ τρίτον, οὐδὲ ἓν τῶν τοιούτων· οὐδὲ γὰρ ἀπαρτίζει αὐτὸν ἀνελλιπῶς καὶ ἀπλεονάστως, οἷον τρὶς μία τρία λείπει (πάλιν γὰρ ὁ αὐτός ἐστι), τρὶς δύο ἓξ πλεονάζει. ταῦτα μὲν περὶ τοῦ διωρισμένου. Τὸ δὲ συνεχὲς διαιρεῖ εἰς τὰ πέντε. καὶ ὅτι ἕκαστον τούτων συνεχές, δείκνυσιν ἐκ τῶν ὑπογραφῶν· ἡ γραμμὴ συνεχής, ὅτι τὰ μέρη αὐτῆς πρὸς ἕνα κοινὸν ὅρον συνάπτουσι, * * τὴν γραμμήν.2 τὸ σῶμα συνεχές, ὅτι τὰ μόρια αὐτοῦ πρὸς ἕνα κοινὸν ὅρον συνάπτουσι, τὴν ἐπιφάνειαν. ὁ χρόνος συνεχής, ὅτι τὰ μόρια αὐτοῦ πρὸς ἕνα κοινὸν ὅρον συνάπτει, τὸ νῦν· τὸ γὰρ νῦν ἀμερὲς ὂν συνάπτει τὸ παρεληλυθὸς τῷ μέλλοντι· ὃ γάρ ἐστι σημεῖον ἐν γραμμῇ, τοῦτο μονὰς ἐν τῷ ἀριθμῷ καὶ ἐπὶ χρόνου τὸ νῦν· ἀμερῆ γὰρ τὰ τρία. διαφέρουσι δὲ τὸ σημεῖον καὶ τὸ νῦν τῆς μονάδος, ὅτι ἡ μὲν μονὰς προστιθεμένη τῷ ἀριθμῷ αὔξει αὐτὸν ἀφαιρουμένη δὲ μειοῖ, τὸ δὲ σημεῖον τοῖς μεγέθεσι προστιθέμενον οὐ ποιεῖ αὐτὰ μείζονα οὔτε ἀφαιρούμενον ἐλάττονα. ὡσαύτως δὲ καὶ τὸ νῦν οὔτε προστιθέμενον τῷ χρόνῳ αὔξει αὐτὸν οὔτε ἀφαιρούμενον μειοῖ. ὁμοίως καὶ ὁ τόπος συνεχής· εἰ γὰρ τὸ ἐν τόπῳ συνεχές, ἤγουν τὸ σῶμα, καὶ ὁ τόπος συνεχής· εἰ γὰρ μὴ ὁ τόπος συνεχὴς τοῦ ἐν τόπῳ συνεχοῦς ὄντος, ἔσται μέρος τοῦ ἐν τόπῳ μὴ ὂν ἐν τόπῳ. καὶ εἰ ὁ τόπος συνεχὴς καὶ τὸ ἐν τόπῳ μὴ συνεχές, ἔσται μέρος τοῦ τόπου μὴ ὂν τόπος· οἷον ἵνα τόπον μὲν λάβωμεν τὸ κεράμιον, ἐν τόπῳ δὲ τὸν ἐν αὐτῷ οἶνον ἢ ὕδωρ ἢ τοιοῦτόν τι· ἐὰν οὖν ὁ τόπος, τοῦτ’ ἔστι τὸ κεράμιον, μὴ ᾖ συνεχές, ἀλλ’ οἷον κοσκινοειδές, ἔσται μέρος τοῦ ἐν αὐτῷ οἴνου μὴ ὂν ἐν τόπῳ. ταῦτα ἔχει ἡ θεωρία.

即使在音律学家自己那里,长音节也并非总是两拍,而且他们也承认有一拍半的长音节,例如双元音 αι 和 οι;因为当最后一个音节是长音节时,重音绝不会落在前两个音节上,[而在此处能够前落,]是因为它们并非完全的长音节;实际上,“荷马们”(Homēroi)和“美狄亚们”(Mēdeiai)的重音都在前两个音节上,因为这些双元音是通用的。然而在复数与格中加上 σ 时,由于这也有半拍,该双元音便被补足而成为完全的长音节,并使重音下移,如“荷马们”(Homērois)和“美狄亚们”(Mēdeiais)。因此,当我们主张这样的长音节时,一拍的短音节绝不能度量这一拍半的长音节;因为一并不是一又二分之一的一部分;因为一既不是它的二分之一,也不是它的三分之一,也不是它的四分之一,更不是依次排列的任何这类部分;因为数的任何度量部分都必须是上述这些当中的一种。因此三也绝不能度量四;因为三不是四的一部分,既不是二分之一,也不是三分之一,不是这类中的任何一个;因为它并不能无欠缺且无过剩地使它恰配,例如一的三倍是三,有所欠缺(因为它又是同一个数),而二的三倍是六,有所过剩。关于分离者的讨论就到这里。而对于连续者,他将其划分为五种。并且他通过描述性规定表明它们中的每一个都是连续的:线是连续的,因为它的各部分在一个共同界限[即点上连接;面是连续的,因为它的各部分在一个共同界限即]线上连接。物体是连续的,因为它的各部分在一个共同界限即面上连接。时间是连续的,因为它的各部分在一个共同界限即“现在”上连接;因为“现在”是无部分的,它将过去与未来连接起来;因为线中的点是怎样,数中的单元和时间中的“现在”也是怎样;因为这三者都是无部分的。但点和“现在”与单元不同,因为单元加到数上会使它增加,减去则使它减少,而点加到诸量度上并不使它们变大,减去也不使它们变小。同样,“现在”加到时间上既不增加它,减去也不减少它。同样,场所也是连续的;因为如果在场所中的东西即物体是连续的,场所也是连续的;因为如果在场所中的东西是连续的而场所不是连续的,那么在场所中的东西就会有某一部分不在场所中。而且如果场所是连续的而在场所中的东西不是连续的,那么场所的一部分就不是场所;例如,假定我们把陶罐当作场所,而把其中的酒或水或类似之物当作在场所中的东西;如果场所即陶罐不是连续的,而是像筛子一样的,那么其中的酒就会有某一部分不在场所中。理论考察的内容就是这些。

语法注2 条
  1. 2.3ἡμῶν τοίνυν λεγόντων τοιαύτην μακράν

    属格独立结构(ἡμῶν λεγόντων)用于引入假设(“若我们主张这样一种长音节”),紧接着主句中宾语(τὴν ἑνὸς ἥμισυ χρόνου)被倒装提前至主语(ἡ ἑνὸς χρόνου βραχεῖα)之前(前置主题化),以直接承接上文所讨论的一拍半的长音节。

  2. 2.3συνάπτουσι, * * τὴν γραμμήν

    此处文本存在脱落(lacuna):在说明线“在某一个共同界限上连接”之后,径直出现了宾格“τὴν γραμμήν”(线)。从句法与论证逻辑看,此处原本应提到线以点(τὸ σημεῖον)为界,随后论述面(ἡ ἐπιφάνεια)的各部分在“线”(τὴν γραμμήν)上连接;后文关于物体以面为界的并列结构证实了这一缺失。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:189.20-190.23