- 底本
- Elias, Eliae (Olim Davidis) In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 107-255. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:188.19-189.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯对亚里士多德在《范畴篇》4b20中对数量的划分(两类分离者和五类连续者)进行注释,解释其如何论证数与话语是分离的数量,并通过音乐学和算术学理论解答了关于话语由长短音节度量的疑难。
" Τοῦ δὲ ποσοῦ τὸ μέν ἐστι διωρισμένον τὸ δὲ συνεχές." Διελὼν ὁ Ἀριστοτέλης τὸ ποσὸν εἰς συνεχὲς καὶ διωρισμένον καὶ τὸ διωρισμένον εἰς ἀριθμὸν καὶ λόγον καὶ τὸ συνεχὲς εἰς πέντε, εἰς γραμμὴν ἐπιφάνειαν σῶμα τόπον καὶ χρόνον, ὥστε εἶναι ἑπτὰ πάντα τὰ εἴδη τοῦ ποσοῦ, δύο μὲν τοῦ διωρισμένου καὶ πέντε τοῦ συνεχοῦς, ὅτι τὰ δύο τοῦ διωρισμένου καὶ τὰ πέντε τοῦ συνεχοῦς, πιστοῦται ἐκ τοῦ ὁρισμοῦ ἑκατέρου.1 καὶ ὀφείλων ἐπὶ τοῦ ἀριθμοῦ καὶ τοῦ λόγου δεῖξαι ὅτι καὶ ποσὰ καὶ διωρισμένα, ἐπὶ μὲν τοῦ ἀριθμοῦ ὁμολογουμένως λαβὼν ὅτι ποσὸν ἐκ τοῦ πάντας ἐν τῇ συνηθείᾳ θέλοντας γνῶναι τὸν ἀριθμὸν τῶν ἀνθρώπων ἢ ἵππων ἐρωτᾶν πόσοι εἰσὶν ὡς τοῦ ἀριθμοῦ ποσοῦ ὄντος, τὸ ἕτερον κατασκευάζει ὅτι διωρισμένον· εἰ γὰρ ἦν, φησίν, ὁ ἀριθμὸς συνεχής, ἔδει εἶναι κοινὴν μονάδα, οἷον ἐπὶ τῶν μερῶν τοῦ ἐννέα, λέγω δὲ τοῦ ἓξ καὶ τοῦ τρία, ἥτις μετὰ μὲν τοῦ ἓξ λαμβανομένη ἑπτὰ αὐτὸν ποιεῖ μετὰ δὲ τοῦ τρία τέσσαρα, καὶ εὑρίσκεται ὁ ἐννέα δέκα καὶ οὗτος ἕνδεκα, καὶ τοῦτο ἐπ’ ἄπειρον· οὐδὲ γὰρ ὡς ἐπὶ τοῦ σημείου κἀνταῦθα ἔχει τις εἰπεῖν·2 τὸ γὰρ σημεῖον ἀμερὲς ὂν μεριστῇ προστιθέμενον τῇ γραμμῇ οὐκ αὔξει αὐτὴν οὐδὲ ἀφαιρούμενον μειοῖ, καὶ ἡ γραμμὴ ἀπλατὴς οὖσα πλάτει προστιθεμένη πλάτος οὐ ποιεῖ, καὶ ἡ ἐπιφάνεια τῷ βάθος ἔχοντι προστιθεμένη ἀβαθὴς οὖσα βάθος οὐ ποιεῖ. καὶ ταῦτα μὲν ἐν τούτοις. πάλιν ὀφείλων ἐπὶ τοῦ λόγου δεῖξαι ὅτι καὶ ποσόν ἐστι καὶ διωρισμένον, ὡς ὁμολογούμενον λαμβάνει ὅτι ὁ λόγος διωρισμένος, εἴ γε πάντως μεταξὺ δύο συλλαβῶν ἐστι σιωπή, ὡς ἤδη εἴρηται, ὅτι δὲ ποσὸν ὁ λόγος δείκνυσι λέγων ὅτι ποσὸν ὁ λόγος, εἴ γε καταμετρεῖται μακρᾷ καὶ βραχείᾳ συλλαβῇ· εἴπερ δὲ τὸ μετρούμενον ποσόν, ὁ λόγος ἄρα ποσόν. διὸ ἀποροῦσιν ὅτι ἤρκει εἰπεῖν βραχείᾳ συλλαβῇ λόγος ὁ καταμετρούμενος 〈καταμετρεῖται〉· ἡ γὰρ βραχεῖα καὶ αὐτὴν καταμετρεῖ τὴν μακράν· * * ἔστι γὰρ μακρὰ παρὰ τοῖς μουσικοῖς τεσσάρων χρόνων, ἣν καὶ δίσημον καλοῦσιν ὡς διπλασίαν τῆς παρὰ τοῖς μετρικοῖς μακρᾶς, καὶ βραχεῖά ἐστι παρ’ αὐτοῖς τριῶν χρόνων ὡς τριπλασία οὖσα τῆς παρὰ τοῖς μετρικοῖς βραχείας· ἡ δὲ τοιαύτη βραχεῖα τὴν τοιαύτην μακρὰν οὐ καταμετρεῖ· οὐδὲ γὰρ ὁ τρία τὸν τέσσαρά ποτε μετρεῖ, ὡς μὴ ὢν αὐτοῦ μέρος· τὸ γὰρ μετρητικὸν μέρος τοῦ ἀριθμοῦ μέρος αὐτοῦ θέλει εἶναι, ἐπεὶ οὐ λέγεται μετρεῖν αὐτὸν κατὰ τοὺς ἀριθμητικούς· μέρος γὰρ αὐτοί φασιν αὐτοῦ οὐ τὸ τυχὸν αὐτοῦ, ἀλλ’ ὅπερ ἐστὶν ἥμισυ τρίτου,3 καὶ τὰ ὅμοια. διὸ καὶ ἑνικῶς λέγεται μέρος καὶ οὐ μέρη. αὐτὸ δὲ τοῦτο μέρος λέγεται, ἐπειδὴ ἐν πολλαπλασιασμῷ γεννᾷ ἀριθμὸν ἀπαρτίζοντα, ὡς μὴ λείπειν ἢ πλεονάζειν, οἷον τρὶς μία τρία, τρὶς δύο ἕξ· ἀπαρτίζειν γάρ ἐστι τὸ ἀναπληροῦν καὶ τελειοῦν, ὡς μὴ λείπειν ἢ πλεονάζειν· ἄρτιον γὰρ τὸ τέλειον καὶ ἀνελλιπὲς καὶ ἀπλεόναστον παρὰ τοῖς παλαιοῖς.
“在数量中,一部分是分离的,另一部分是连续的。” 亚里士多德将数量划分为连续者和分离者,将分离者划分为数和话语,将连续者划分为五种,即线、面、物体、场所和时间,从而使数量的所有种共有七种,分离者有两种,连续者有五种;接着,他从各自的定义来证实这两种属于分离者,五种属于连续者。而且,既然他有责任就数和话语表明它们既是数量又是分离的,那么在数的情形中,他基于日常习惯中所有人想知道人或马的数目时都以数为数量而询问“有多少”这一事实,公认地设定数是数量,进而确立了另一点,即数是分离的;因为他说,如果数是连续的,就必须有一个共同的单元,例如在九的各部分即六和三的情形中,当它与六一起被把握时使之成为七,与三一起被把握时使之成为四,于是九便被发现是十,而这个又被发现是十一,并且这会无限进行下去;因为人们在此不能说如同在点的情形中那样;因为点是无部分的,加到可分的线上既不增加它,减去也不减少它,而线是没有宽度的,加到有宽度的东西上并不产生宽度,面是没有深度的,加到有深度的东西上并不产生深度。关于这些就谈到这里。同样,既然他有责任就话语表明它既是数量又是分离的,他便将话语是分离的作为公认之理加以采纳(正如已经说过的,如果在两个音节之间确实必定存在沉寂的话),但他表明话语是数量,是通过说如果话语确实被长音节和短音节所度量,它就是数量;而如果被度量者是数量,那么话语就是数量。为此有人提出疑难:原本只需说被度量的话语被短音节[度量]就足够了;因为短音节也度量长音节本身。[然而并非如此;]因为在音乐家那里,有一种四拍的长音节,由于它是音律学家所说的长音节的两倍,他们也称之为双拍;而在他们那里有一种三拍的短音节,由于它是音律学家所说的短音节的三倍;而这样的短音节并不能度量这样的长音节;因为三也绝不能度量四,由于三并不是四的一部分;因为根据算术家们的看法,数的度量部分必须是它的一部分,否则便不被称为度量它;因为他们说,并不是它的任意[分数]都是它的一部分,而必须是二分之一、三分之一等等。因此在单数上称之为“部分”而非“诸部分”。而这本身之所以被称为“部分”,是因为它在乘法中生成一个恰配的数,以至于既不不足也不多余,例如一的三倍是三,二的三倍是六;因为恰配就是充实与完成,以至于既不不足也不多余;因为在古人那里,恰配的就是完全的、无欠缺的和无过剩的。
- 2.3ὅτι τὰ δύο τοῦ διωρισμένου καὶ τὰ πέντε τοῦ συνεχοῦς, πιστοῦται ἐκ τοῦ ὁρισμοῦ ἑκατέρου
这是紧接句首分词短语 Διελὼν ὁ Ἀριστοτέλης... 之后的主句骨架。动词 πιστοῦται 以 ὅτι 从句(“两类属于分离者,五类属于连续者”)作宾语,介词短语 ἐκ τοῦ ὁρισμοῦ ἑκατέρου 表示论证的依据。属格 τοῦ διωρισμένου 与 τοῦ συνεχοῦς 作表语性/领属属格(“属于……”)。
- 2.3οὐδὲ γὰρ ὡς ἐπὶ τοῦ σημείου κἀνταῦθα ἔχει τις εἰπεῖν
ἔχει + 不定词(εἰπεῖν)是表示潜能/可能(“能够说”)的习用句式。κἀνταῦθα(καὶ ἐνταῦθα 的缩合)意为“在这里[数的情形中]亦然”,与前置词短语 ὡς ἐπὶ τοῦ σημείου(“如同在点的情形中那样”)相对比。
- 2.3ὅπερ ἐστὶν ἥμισυ τρίτου
抄本异文 ἥμισυ τρίτου 指代“二分之一、三分之一”等整除部分(属于 ἥμισυ [ἢ] τρίτον 的省略或变格表达)。根据算术学语境,此处列举的是数的确切度量部分(即整除部分,相对非整除的任意分数 τὸ τυχόν 而言)。
