← 埃利亚斯

亚里士多德《范畴篇》注释

§187.17-188.18

分离数量与连续数量的划分及其妥当性

埃利亚斯论证了将分离数量划分为数和话语以及将连续数量划分为五种的妥当性,依据单元的不可分性与音节间的沉寂阐明其分离性,并解答了关于略去运动以及区分场所与面的疑问。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2#2

Πέμπτον δεῖ ζητῆσαι εἰ ὑγιῶς ἔχει ἡ διαίρεσις τοῦ διωρισμένου· διαιρεῖται γὰρ τὸ διωρισμένον εἰς ἀριθμὸν καὶ λόγον· ἑκάτερον δὲ τούτων διωρισμένον, ὁ μὲν ἀριθμὸς ἐξ ἀνάγκης· εἰ γὰρ ἦν συνεχές, ἔδει εἶναι κοινὴν μονάδα τὴν ποτὲ μὲν μετὰ τοῦδε ποτὲ δὲ μετὰ τοῦδε λαμβανομένην, ὡς ἐπὶ τῶν μερῶν τοῦ ἐννέα, τοῦ τρία καὶ τοῦ ἕξ, ἔδει εἶναι μονάδα μέσην τὴν συνάπτουσαν, ἥτις μετὰ μὲν τοῦ ἓξ λαμβανομένη ἑπτὰ αὐτὸν ποιεῖ μετὰ δὲ τοῦ τρία τέσσαρα αὐτὸν ποιεῖ, καὶ εὑρίσκεται ὁ ἐννέα δέκα καὶ οὗτος ἕνδεκα,1 ὅπερ ἄτοπον· οὐδὲ γὰρ ὡς ἐπὶ τοῦ σημείου κἀνταῦθα ἡ αὐτὴ ἀναλογία σῴζεται· τὸ γὰρ σημεῖον οὔτε προστεθὲν αὔξει οὔτε ἀφαιρούμενον μειοῖ τὸ ποσόν, ἤγουν τὸν ἀριθμόν. καὶ ὁ λόγος δὲ διωρισμένος ἐστίν, εἴ γε πάντως μεταξὺ δύο συλλαβῶν ἐστι σιωπή· ἐν γὰρ τῷ φίλος τῆς φι συλλαβῆς ἡ ἐκφώνησις ἄλλη ἐστὶ παρὰ τὴν λος ἐκφώνησιν τῆς συλλαβῆς. ἡ οὖν παῦλα τῆς ἐκφωνήσεως τῆς πρώτης συλλαβῆς σιωπὴ αὐτῆς ἐστι, καὶ τότε ἄρχεται ἐκφωνεῖσθαι ἡ δευτέρα συλλαβή. καὶ ταύτην νοητέον σιωπὴν μέσην δύο συλλαβῶν ἀνομοίως ἐκφερομένων διὰ τὴν τῶν συμφώνων ἀνομοιότητα· καὶ μεταξὺ γὰρ δύο ἐναντίων κινήσεών ἐστιν ἠρεμία, ὡς ἐν τῷ σφυγμῷ δείκνυται. εἰ δὲ καὶ μή ἐστι μέσον σύμφωνον μεταξύ, ὡς ἐν τῷ ‘ἀπὸ ὄρους’, ἀλλ’ ἵνα γένωνται δύο συλλαβαὶ καὶ δύο ἐκφωνήσεις, σιωπὴν ἀνάγκη γενέσθαι μέσον αὐτῶν2 τὴν διαιροῦσαν αὐτάς· οὐκ ἂν γὰρ ἐζήτουν οἱ γραμματικοὶ ἐπὶ τῶν μέσων φωνῶν, ποῖά εἰσιν ἀρκτικὰ καὶ ποῖα ληκτικά. Ἕκτον ἦν κεφάλαιον, εἰ ὑγιῶς ἔχει ἡ διαίρεσις τοῦ συνεχοῦς· διαιρεῖται γὰρ εἰς πέντε, εἰς γραμμὴν ἐπιφάνειαν σῶμα τόπον χρόνον. φασὶ δέ τινες ὅτι ἀτελής ἐστιν ἡ διαίρεσις αὐτοῦ καὶ πλεονάζουσα κατὰ ἄλλο καὶ ἄλλο· τῆς γὰρ κινήσεως οὐκ ἐμνήσθη ποσοῦ οὔσης καὶ τῆς ἐπιφανείας δὶς ἐμνήσθη,3 καὶ ὀνόματι καὶ διὰ τοῦ τόπου. πρὸς ὅ φαμεν ὅτι τὴν κίνησιν ὡς ἀτελῆ παρῆκεν (ἀεὶ γὰρ εἴς τι ὁρμᾷ ἡ κίνησις, αἱ δὲ κατηγορίαι ἐν τῷ γεγονέναι ἔχουσι τὸ εἶναι καὶ τέλειαί εἰσι), καὶ ὅτι τῶν ὁμωνύμων ἡ κίνησις· ἔστι γὰρ ἐν οὐσίᾳ καὶ ἐν ποσῷ καὶ ἐν ποιῷ (ἐν οὐσίᾳ μὲν ὡς γένεσις καὶ φθορά, ἐν ποσῷ δὲ ὡς αὔξησις καὶ φθίσις, ἐν ποιῷ ὡς ἀλλοίωσις ἡ κατὰ τὸ θερμὸν καὶ ψυχρὸν καὶ τὰς λοιπὰς ποιότητας), ἔστι δὲ καὶ κατὰ τόπον κίνησις. ἐπειδὴ οὖν ὁμώνυμος ἡ κίνησις καὶ ἐπὶ διαφόρους ἀνάγεται κατηγορίας, εἰκότως ταύτης οὐκ ἐμνήσθη νῦν οὐδὲ εἶπεν αὐτὴν τοῦ ποσοῦ εἶναι. ὕστερον δὲ μετὰ τὴν παράδοσιν τῶν κατηγοριῶν περὶ αὐτῆς διαλαμβάνει. ἀντιδιέστειλε δὲ καὶ τὸν τόπον τῇ ἐπιφανείᾳ, ὡς μήπω δείξας ὅτι ὁ τόπος ἐπιφάνειά ἐστιν, ὅπερ δείκνυσιν ἐν τῇ Φυσικῇ· ὁ γὰρ Πλάτων καὶ οἱ ἀπ’ αὐτοῦ τὸν τόπον σῶμα ἔλεγον εἶναι τριχῇ διαστατόν.

第五,必须探讨分离者的划分是否健全;因为分离者被划分为数和话语。而这两者各自都是分离的:数必然是如此;因为如果它是连续的,就必须有一个共同的单元,时而与这个[部分]一起被把握,时而与那个[部分]一起被把握,就像在九的各部分即三与六的情形中,必须有一个连接的中间单元,当它与六一起被把握时使之成为七,而与三一起被把握时使之成为四,于是九便被发现是十,而这同一个九又被发现是十一,这是荒谬的;因为在这里并不像在点的情形中那样保留相同的对应关系;因为点既不在被加上时增加数量——即数——也不在被减去时减少它。而且话语也是分离的,如果在两个音节之间确实必定存在沉寂的话;因为在“philos”中,音节“phi”的发声不同于音节“los”的发声。因此,第一音节发声的中止便是其沉寂,接着第二音节才开始被发声。应当理解,由于辅音的不同而以相异方式发出的两个音节之间存在这一沉寂;因为在两种相反的运动之间也存在静止,正如在脉搏中所表明的那样。即便中间并不存在中间辅音,如在“apo orous”中,但为了产生两个音节和两次发声,在其间产生划分它们的沉寂也是必然的;否则文法学家们就不会在探讨中间读音时探究哪些是词首音、哪些是词尾音了。 第六个论题是连续者的划分是否健全;因为连续者被划分为五种:线、面、物体、场所、时间。但有人说,它的划分在不同方面既是不完全的又是多余的;因为他未曾提及运动(尽管它是数量),并且两次提及了面,既通过名称又通过场所。对此我们说,他略去运动是因为它是未完成的(因为运动总是趋向某物,而范畴是在已经生成的状态中拥有存在并且是完全的),并且因为运动属于同名异义者;因为它存在于实体中、数量中和性质中(在实体中作为生成与消灭,在数量中作为增加与减少,在性质中作为依照冷热及其余性质的变质),而且还存在依照场所的运动。因此,既然运动是同名异义的并被归结于不同的范畴,他现在没有提及它,也没有说它属于数量,这是合理的。而后来在传授了诸范畴之后,他才探讨了它。他将场所与面区分开来,也是因为他尚未证明场所就是面,而这一点是在《自然学》中被证明的;因为柏拉图及其追随者曾说场所是在三维上延展的物体。

语法注3 条
  1. 2.2καὶ εὑρίσκεται ὁ ἐννέα δέκα καὶ οὗτος ἕνδεκα

    指示代词 οὗτος 指代前述的主语 ὁ ἐννέα(这同一个九)。此句列举了假设存在中间单元的两种荒谬后果:若仅与其中一个部分相加则总数为10(6+3+1),若分别与两个部分同时计入并相加则为11((6+1)+(3+1)),从而导致同一个数“九”既变成十又变成十一。

  2. 2.2εἰ δὲ καὶ μή ἐστι μέσον σύμφωνον μεταξύ, ὡς ἐν τῷ ‘ἀπὸ ὄρους’, ἀλλ’ ἵνα γένωνται δύο συλλαβαὶ καὶ δύο ἐκφωνήσεις, σιωπὴν ἀνάγκη γενέσθαι μέσον αὐτῶν

    针对让步从句 εἰ δὲ καὶ μή...(即使没有……),主句开头的 ἀλλά 作为主句连接词(apodotic ἀλλά)发挥作用,承接让步条件而表示“即便如此,仍然/但是”,以强调主句论断的必然性。主句的核心骨架是非人称结构支配的带不定式宾格构式:ἀνάγκη [ἐστὶ] σιωπὴν γενέσθαι(必然产生沉寂)。

  3. 2.2τῆς γὰρ κινήσεως οὐκ ἐμνήσθη ποσοῦ οὔσης καὶ τῆς ἐπιφανείας δὶς ἐμνήσθη

    动词 ἐμνήσθη(提及)支配属格宾语(τῆς κινήσεως, τῆς ἐπιφανείας)。分词 ποσοῦ οὔσης 是与 τῆς κινήσεως 一致的属格分词,在此处作让步状语(“尽管运动是数量”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:187.17-188.18