- 底本
- Elias, Eliae (Olim Davidis) In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 107-255. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:186.19-187.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《范畴篇》4b20,埃利亚斯论证了倾向(轻与重)不是数量的种而是物体的一种状态,进而阐明连续与分离的定义,并探讨它们的部分与界限(点)应当在潜能还是在现实中去把握。
" Τοῦ δὲ ποσοῦ τὸ μέν ἐστι συνεχὲς τὸ δὲ διωρισμένον." Τρίτον ἦν τῶν προτεθέντων τὸ ζητῆσαι εἰ τούτων μόνων γένος ἐστὶν ἢ καὶ ῥοπῆς, ὡς Πλάτων εἶπε. καὶ λέγομεν ὅτι οὐ δύναται ἡ ῥοπὴ τρίτον εἶδος εἶναι τοῦ ποσοῦ, ἐπειδὴ ἡ ῥοπὴ πάθος ἐστὶ τοῦ συνεχοῦς ποσοῦ· πᾶν γὰρ σῶμα ἢ κοῦφον ἢ βαρύ· ὥσπερ γὰρ ἡ θερμότης οὐσιώδης ποιότης ἐστὶν ἐν πυρὶ καὶ ἀρτιότης καὶ περιττότης * * ποιότητές εἰσιν οὐσιώδεις ἐν σώματι διὰ τὸ πᾶν σῶμα ἢ κοῦφον εἶναι ἢ βαρύ. καὶ ἄλλως δὲ τοῦτο δεικτέον ὅτι οὐκ εἰσὶν εἴδη τοῦ ποσοῦ ἡ κουφότης καὶ ἡ βαρύτης, ἀλλὰ πάθος, ἐπειδὴ τὸ διωρισμένον εὐθὺς ἐν τοῖς θείοις καὶ ἀΰλοις καὶ νοητοῖς θεωρεῖται, ἐν οἷς οὐκ ἔστι ῥοπή. πρῶτον οὖν τὸ διωρισμένον εἶδος τοῦ ποσοῦ, δεύτερον δὲ τὸ ἀντικείμενον τῷ διωρισμένῳ, ὅ ἐστι συνεχές, τοῦτ’ ἐστι γραμμή, ἐπιφάνεια, σῶμα. οὐδὲν δὲ τοιοῦτον κοῦφόν ἐστιν ἢ βαρύ, οὐ γραμμή, οὐκ ἐπιφάνεια, οὐ τὸ μαθηματικὸν σῶμα, οὐ τὸ ἄποιον σῶμα, ἀλλὰ τὸ πεποιωμένον μόνον. πάθη οὖν καὶ οὐ ποσὰ ἁπλῶς αἱ ῥοπαί. Τέταρτον ἦν τὸ ζητῆσαι τί συνεχὲς καὶ τί διωρισμένον, καὶ εἰ ὑγιῶς ἔχουσιν αἱ τούτων ὑπογραφαί, ἑξῆς εἰπεῖν δέον.1 συνεχὲς τοίνυν ἔστιν εἰπεῖν οὗ τὰ μόρια πρὸς ἕνα κοινὸν ὅρον συνάπτει, τοῦτ’ ἔστι τὸ σημεῖον· ἐὰν γὰρ διέλῃς τὴν γραμμὴν εἰς ὁσαοῦν τμήματα, τὰ μόρια αὐτῆς κατὰ τὸ σημεῖον συνάπτει ἀλλήλοις. δεῖ δὲ τὰ μόρια τοῦ συνεχοῦς δυνάμει λαβεῖν καὶ οὐκ ἐνεργείᾳ, ἐπεὶ ἐὰν ἐνεργείᾳ λάβωμεν αὐτά, ποιοῦμεν τὸ συνεχὲς διωρισμένον, καὶ φθαρτικὸς ἔσται ὁ ὁρισμὸς τοῦ μεριστοῦ,2 ποιήσομεν δὲ καὶ τὰ οὐράνια, συνεχῆ ὄντα καὶ ἀπαθῆ, φθαρτικὰ καὶ μεριστά. οὐ μόνον δὲ τὰ μόρια τοῦ συνεχοῦς δυνάμει δεῖ λαβεῖν, ἀλλὰ καὶ τὰς στιγμάς, ἤτοι τὰ σημεῖα, δυνάμει δεῖ λαβεῖν, οὐκ ἐνεργείᾳ· εἰ γὰρ ἐνεργείᾳ λάβωμεν αὐτά, ποιήσομεν πάλιν τὸ συνεχὲς διωρισμένον· πέρατα γὰρ τῶν γραμμῶν τὰ σημεῖα, οὐκοῦν καὶ τῶν μερῶν τῶν γραμμῶν· γραμμαὶ γὰρ καὶ ταῦτα. καὶ ταῦτα μὲν περὶ τοῦ συνεχοῦς. διωρισμένον δέ ἐστιν οὗ τὰ μόρια οὐ συνάπτει πρὸς ἕνα κοινὸν ὅρον· τὰ γὰρ μόρια τοῦ πέντε καὶ τοῦ τρία οὐ συνάπτει πρὸς ἕνα κοινὸν ὅρον. δεῖ δὲ κἀνταῦθα μόρια ἐνεργείᾳ λαβεῖν καὶ οὐ δυνάμει· ἐὰν γὰρ λάβῃ τις μόρια δυνάμει, ποιήσει τὸ διωρισμένον συνεχές, καὶ ἔσται ὁ ὁρισμὸς αὐτοῦ φθαρτικός.
“在数量中,一种是连续的,另一种是分离的。” 在提出的诸议题中,第三个是探讨[数量]仅为这些的属,还是如柏拉图所说也是倾向的[属]。对此我们说,倾向不可能作为数量的第三个种,因为倾向是连续数量的一种状态;因为每一个物体若非轻便是重。正如热在火中是实质性的质,而奇偶性[在数中是实质性的质一样,轻与重]在物体中也是实质性的质,这是由于每一个物体若非轻便是重。而且还应当用另一种方式表明,轻和重不是数量的种,而是一种状态,因为分离的数量直接在神圣的、非物质的、理智的事物中被考察,在这些事物中并不存在倾向。因此,数量的第一种是分离的,第二种则是与分离的相对立的连续的,即线、面、物体。然而没有一个这样的事物是轻或重的——不是线,不是面,不是数学物体,不是无质的物体,而唯有被赋予质的物体才是。因此,倾向是状态而非单纯的数量。 第四个议题是探讨什么是连续,什么是分离,并且需要按顺序说明它们的描述性定义是否健全。因此可以说,连续是指其各部分接合于一个共同界限——即点——的事物。因为无论你将线分割成多少段,它的各部分都在点上彼此接合。但连续者的各部分应当在潜能中去把握,而不是在现实中;因为如果我们从现实中去把握它们,我们就会使连续的成为分离的,其定义就会摧毁可分割之物,而且我们也会使连续且不受动的属天之物成为可毁灭的和可分割的。不仅连续者的各部分应当在潜能中去把握,点痕——即点——也应当在潜能中去把握,而不在现实中;因为如果我们从现实中去把握它们,我们就会再次使连续的成为分离的;因为点是线的端点,因而是线的各部分的端点;因为这些部分本身也是线。关于连续的数量就谈这些。 分离的则是其各部分不接合于一个共同界限的事物;因为五的各部分和三的各部分并不接合于一个共同界限。在此处,各部分同样应当在现实中去把握,而不在潜能中;因为如果有人在潜能中把握各部分,他就会使分离的成为连续的,而其定义将会摧毁它。
- 2.2ἑξῆς εἰπεῖν δέον
由非人称动词 δεῖ 的中性宾格分词 δέον 构成的宾格绝对独立结构。它作为一个独立短语,表示伴随状况或原因:“需要按顺序说明”。
- 2.2φθαρτικὸς ἔσται ὁ ὁρισμὸς τοῦ μεριστοῦ
属格 τοῦ μεριστοῦ 作为形容词 φθαρτικός 的宾格性属格,意为“该定义将摧毁可分割之物”。虽然从语法上也可以看作修饰 ὁρισμός(“可分割之物的定义将被破坏”),但后文的对应句式 ἔσται ὁ ὁρισμὸς αὐτοῦ φθαρτικός 表明,它更自然地作为表语形容词 φθαρτικός 的补足成分。
