← 埃利亚斯

亚里士多德《范畴篇》注释

§185.5-186.18

数量的次序及其作为连续与分离之属

埃利亚斯进入对“数量”范畴的讨论,探讨本讲处理的前两个问题:数量排在实体之后的六个原因,以及针对数量是否为连续与分离之属的两个异议及其解答。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1

" Τοῦ δὲ ποσοῦ τὸ μέν ἐστι διωρισμένον τὸ δὲ συνεχές." Μετὰ τὴν οὐσίαν περὶ ποσοῦ διαλαμβάνει ὁ Ἀριστοτέλης. ἓξ δέ τινα δεῖ ζητῆσαι ἐπὶ τῆς παρούσης κατηγορίας, πρῶτον μὲν τὴν τάξιν αὐτοῦ τὴν πρὸς τὴν οὐσίαν, δεύτερον εἰ γένος τὸ ποσὸν συνεχοῦς καὶ διωρισμένου, τρίτον εἰ τούτων ἐστὶ μόνων γένος ἢ καὶ τῆς ῥοπῆς, ὥς φησι Πλάτων καὶ Ἀρχύτας καὶ Πτολεμαῖος ὁ ἀστρονόμος, τέταρτον τί ἐστι συνεχὲς καὶ τί διωρισμένον, πέμπτον εἰ ὑγιῶς ἔχει ἡ διαίρεσις τοῦ διωρισμένου, ἕκτον εἰ ὑγιῶς ἔχει ἡ διαίρεσις τοῦ συνεχοῦς. ὧν ἓξ ἡ παροῦσα θεωρία τὰ 〈πρῶτα〉 δύο ζητήσει,1 〈πρῶτον〉 τίς ἡ τάξις, τοῦτ’ ἔστιν ὅτι διὰ τί μετὰ τὴν οὐσίαν περὶ ποσοῦ διαλαμβάνει. καὶ λέγομεν τούτου ἓξ αἰτίας, πρώτην ὅτι ἡ οὐσία δύο ἑαυτῆς ἰδίοις τῷ ποσῷ κοινωνοῦσα, τῷ μηδὲν ἔχειν ἐναντίον καὶ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἧττον, κατ’ ἄμφω ταῦτα τοῦ ποιοῦ διαφέρει· τῷ γὰρ ποιῷ οὐδὲν τούτων ὑπάρχει· εἰ οὖν κοινωνεῖ τὸ ποσὸν τῇ οὐσίᾳ, τὰ δὲ κοινωνοῦντα δεῖ πλησίον ἀλλήλων εἶναι, εἰκότως μετὰ τὴν οὐσίαν περὶ ποσοῦ διαλέγεται. δευτέρα αἰτία, ὅτι ἡ ὕλη ἀνείδεος οὖσα καὶ ἄποιος πρότερον ποσοῦται καὶ εἶθ’ οὕτως ποιοῦται. τρίτη, ὅτι ἡ ὕλη τὸ μὲν ποιὸν ἴσχυσε διαφυγεῖν (ἄποιος γάρ), τὸ δὲ ποσὸν οὐ διέφυγε· μία γὰρ τῷ ἀριθμῷ, τὸ δὲ μία καὶ τὸ ἓν κατὰ Ἀριστοτέλην ποσά. τετάρτη, ὅπερ δεύτερον δεῖ λεχθῆναι ἐν ταῖς αἰτίαις, ὅτι ἔδει πληρωθῆναι τὸν περὶ πολλοῦ καὶ ὀλίγου λόγον καὶ μικροῦ καὶ μεγάλου, παρέλκοντα μὲν ἐν τῷ περὶ τῆς οὐσίας λόγῳ (ἐκεῖ γὰρ μέμνηται αὐτῶν), νῦν δὲ κατεπείγοντα. εἰ δὲ ἀπορήσεις λέγων ὅτι ‘καὶ ποιότητος ἐμνήσθη ἐν τῇ οὐσίᾳ καὶ πρὸ τοῦ ποσοῦ, ὅτε ἔλεγεν ὅτι αἱ δεύτεραι οὐσίαι τοιόνδε τι καὶ ποιότητα σημαίνουσι, καὶ διὰ τί μὴ τὸ ποιὸν τοῦ ποσοῦ προέταξεν;’, ἐρῶ σοι κἀγὼ ὅτι ποιότητος ἐμνήσθη, οὐ τῆς νῦν προκειμένης τῆς ποιούσης μίαν κατηγορίαν τοῦ συμβεβηκότος, ἀλλὰ ποιότητος οὐσιώδους· περὶ γὰρ οὐσίαν τὸ ποιὸν ἀφορίζουσιν αἱ δεύτεραι οὐσίαι. πέμπτη αἰτία, ὅτι ἔδει περὶ ποσοῦ διαλαβεῖν μετὰ τὴν οὐσίαν, ἐπειδὴ καὶ ἡ οὐσία τὸ πρῶτον καὶ δεύτερον ἐπιδέχεται, τὸ δὲ πρῶτον καὶ δεύτερον τοῦ ποσοῦ. ἕκτη αἰτία, ὅτι καὶ αὐτὴ ἡ τάξις τοῦ ποσοῦ, ἐπειδὴ καὶ ὁ ἀριθμὸς ὁ ποιῶν τὴν τάξιν. ἐν οἷς τὸ πρῶτον κεφάλαιον. Δεύτερον κεφάλαιον, εἰ γένος τὸ ποσὸν συνεχοῦς καὶ διωρισμένου· δόξει γὰρ αὐτῶν μὴ εἶναι γένος, ἐπειδὴ ἐν τοῖς ὡς γένος εἰς εἴδη διαιρουμένοις τὰ εἴδη οὐ δέονται ἀλλήλων, οἷον τὸ λογικὸν οὐ δέεται τοῦ ἀλόγου οὐδὲ τὸ ἄλογον τοῦ λογικοῦ πρὸς ὕπαρξιν· ἀνθρώπου γὰρ ἀναιρεθέντος μένει ἵππος καὶ βοῦς καὶ τὰ τοιαῦτα, καὶ πάλιν τούτων ἀναιρεθέντων μένει ἄνθρωπος. τὸ δὲ συνεχὲς ποσὸν δεῖται τοῦ διωρισμένου, ἐπειδὴ παντὸς σώματος τρία εἰσὶ διαστάσεις, καὶ τὸ μὲν σῶμα τοῦ συνεχοῦς ποσοῦ τὸ δὲ τρία τοῦ διωρισμένου ποσοῦ. καὶ λέγομεν ὅτι τὸ σῶμα τριῶν ἐδεήθη διαστάσεων, οὐ τοῦ τρία ἀριθμοῦ· συνέβη γάρ τηνάλλως τρεῖς αὐτὰς εἶναι,2 ἐπεὶ εἰ τὰ τρία ὡς τρία συνίστων τὸ σῶμα,3 ἔδει τὰ τυχόντα τρία συνιστᾶν τὸ σῶμα, οἷον λευκόν, μέλαν καὶ ξανθόν. δευτέρα ἔνστασις, ὅτι οὐ γένος τὸ ποσὸν συνεχοῦς καὶ διωρισμένου· ἐν γὰρ τοῖς ὡς γένος εἰς εἴδη διαιρουμένοις τὰ εἴδη τάξιν οὐκ ἐπιδέχονται, ὁ δὲ Ἀριστοτέλης τὸ διωρισμένον τοῦ συνεχοῦς προτάσσει. πρὸς ὅ φαμεν ὅτι οὐ κατὰ τὴν τοῦ κοινοῦ φύσιν ἐδέξαντο τάξιν· ὁμοίως γὰρ ποσὸν αὐτῶν ἑκάτερον· ὥσπερ γὰρ τὸ λογικὸν καὶ ἄλογον ὁμοίως ζῷον, προτέτακται δὲ τὸ λογικὸν διὰ τὴν ἀξίαν, οὕτω καὶ τὸ διωρισμένον προτέτακται τοῦ συνεχοῦς, ἐπειδὴ τὸ διωρισμένον ἑνὶ ἑαυτοῦ εἴδει, τῷ ἀριθμῷ, διὰ πάντων διήκει τῶν ὄντων· ἕκαστον γὰρ τῶν ὄντων ἢ ἕν ἐστιν ἢ πολλά.

“在数量中,一种是分离的,另一种是连续的。” 在实体之后,亚里士多德论述数量。关于当前的范畴,应当探讨六个问题:第一,它相对于实体的次序;第二,数量是否为连续和分离的属;第三,它是仅为这些的属,还是如柏拉图、阿尔库塔斯和天文学家托勒密所说,也是倾向的属;第四,什么是连续,什么是分离;第五,分离的划分是否健全;第六,连续的划分是否健全。在这六个问题中,当前的探讨将考察前两个:[第一,]其秩序为何,即为何他在实体之后论述数量。对此我们提出六个原因:第一,实体在自身的两个固有特性上与数量共有——即没有任何相反者,以及不容纳更多与更少——在二者上都与质不同;因为这些都不属于质。既然数量与实体相通,而相通之物应当彼此邻近,故而他在实体之后讨论数量是理所当然的。第二个原因:质料既无形式又无质,先被数量化,然后以此方式被赋予质。第三:质料能够避开质(因为它是无质的),却未能避开数量;因为在数目上它是一个,而按照亚里士多德,“一个”和“一”属于数量。第四——这本应在诸原因中排在第二位被阐述:关于多与少、小与大的论说必须得到补足,这在实体的论说中曾是冗余的(因为他在那里提到了它们),而现在则是迫切的。但如果你提出疑难说:“他在实体中以及在数量之前也提到了质,当时他说第二实体指示某种性质和质;为什么他不把质置于数量之前呢?”我也要对你说,所提到的质并非现在摆在我们面前、构成偶性之一范畴的质,而是实质性的质;因为第二实体限定关于实体的质。第五个原因:应当在实体之后讨论数量,因为实体也容纳第一与第二,而第一与第二属于数量。第六个原因:次序本身也属于数量,因为造就次序的数也是[数量]。第一主题即在这些之中。 第二主题:数量是否为连续与分离的属。它似乎不是它们的属,因为在作为属向种划分的事物中,诸种并不相互需要:例如理性的事物不需要非理性的事物,非理性的事物为了存在也不需要理性的事物;因为人被取消后,马和牛以及诸如此类的事物依然存留,反过来这些被取消后,人依然存留。但连续的数量需要分离的数量,因为每一个物体都有三个维度,物体属于连续的数量,而三属于分离的数量。对此我们说,物体需要的是三个维度,而不是三这个数;因为它们恰巧是三个,否则如果三作为三构成物体,那么任意的三样东西,如白色、黑色和黄色,就应当构成物体了。第二个异议:数量不是连续与分离的属;因为在作为属向种划分的事物中,诸种不容纳次序,而亚里士多德将分离的置于连续的之前。对此我们说,它们并未依照共同者的本性接受次序;因为它们各自同样是数量。正如理性和非理性同样是动物,而理性因其尊贵被置于前,分离的也同样被置于连续的之前,因为分离的凭借其自身的一个种即数,贯穿了所有存在者;因为存在者中的每一个若非是一,便是多。

语法注3 条
  1. 2.1ὧν ἓξ ἡ παροῦσα θεωρία τὰ 〈πρῶτα〉 δύο ζητήσει

    关系代词 ὧν 是部分属格,先行词是紧接在前文列出的六个考察要点(ἓξ δέ τινα),从属于主句的宾语 τὰ 〈πρῶτα〉 δύο。

  2. 2.1συνέβη γάρ τηνάλλως τρεῖς αὐτὰς εἶναι

    无人称动词 συνέβη 引导一个带宾格的不定式结构(τρεῖς αὐτὰς εἶναι)。副词 τηνάλλως 意为“偶然地/非本质地”,αὐτάς 指前文提及的维度(διαστάσεις)。

  3. 2.1ἐπεὶ εἰ τὰ τρία ὡς τρία συνίστων τὸ σῶμα, ἔδει τὰ τυχόντα τρία συνιστᾶν τὸ σῶμα

    表示与事实相反的虚拟条件句。条件从句采用 εἰ 搭配直陈式未完成过去时(συνίστων),结论句则使用表示必然性的无人称动词过去式(ἔδει 搭配不定式)而省略 ἄν,用以表达未实现的状态。连词 ἐπεί 在此表示“否则/要是那样的话”,用于引出反驳论据。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:185.5-186.18