← 埃利亚斯

亚里士多德《范畴篇》注释

§183.34-185.3

意见疑难的解答与对实体固有性的反驳

作者通过指出前后话语与思想的非同一性、灵魂以意见为工具以及真理乃话语与事物的结合,解决了话语和意见容纳相反者的疑难,并进一步回应了关于线、行为、运动与时间的四个反驳,从而结束了关于实体的讲座。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.44#2

ἔστι δὲ καὶ ἄλλως λῦσαι τὴν ἀπορίαν ταύτην, ὅτι οὐ διέμεινεν ὁ αὐτὸς λόγος· ἄλλος γάρ ἐστιν ὁ εἰπὼν ὅτι ‘Σωκράτης κάθηται’ καὶ ἄλλος ὁ εἰπὼν ὅτι ‘Σωκράτης οὐ κάθηται’ ἀναστάντος αὐτοῦ· ὁ γὰρ λόγος ἅμα ἐρρήθη καὶ οὐκ ἔστιν· οὐδὲ γὰρ ἀναμένει τὴν τοῦ πράγματος μεταβολήν, ἵνα ἀληθεύσῃ ἢ ψεύσηται. ὁμοίως δὲ καὶ ἡ δόξα ἄλλη ἐστὶν ἡ κατὰ προχείρισιν ἡ λέγουσα ‘Σωκράτης κάθηται’ καὶ ἄλλη πάλιν προχειρίζεταί ἡ λέγουσα ὅτι ‘Σωκράτης’, ἀναστάντος αὐτοῦ, ‘οὐ κάθηται’. εἰ δὲ καὶ δῶμεν ὅτι ἡ δόξα ἐπιδέχεται ἀλήθειαν καὶ ψεῦδος, ἀλλ’ οὐχὶ ἡ δόξα καθ’ ἑαυτὴν ἀληθεύει ἢ ψεύδεται, ἀλλ’ ἡ ψυχὴ κατὰ τὴν δόξαν· οὐ γὰρ ἡ δόξα καθ’ ἑαυτὴν δοξάζει, ἀλλ’ ἡ ψυχὴ τῇ δόξῃ δοξάζει· ὥσπερ γὰρ οὐ λέγομεν τὴν χεῖρα ὑφαίνειν ἀλλὰ τὸν ἄνθρωπον τῇ χειρί, οὕτως οὐδὲ ἡ δόξα δοξάζει ἀλλ’ ἡ ψυχὴ τῇ δόξῃ δοξάζει. αὕτη ἡ ἀντιπαράστασις. ἡ δὲ ἔνστασις τῆς ἀντιπαραστάσεως λαβομένη1 τῆς λεγούσης ὅτι ὁ λόγος καὶ ἡ δόξα ἀκίνητα μένει, ἀλλὰ τῇ τοῦ πράγματος περὶ οὐσίαν μεταβολῇ δεκτικὰ γίνεται τῶν ἐναντίων, φησὶν ὅτι οὐ δέχονται τἀναντία· οὐδὲν γὰρ αὐτὸ μὴ μεταβάλλον δύναται τἀναντία δέξασθαι, ἐπεὶ τί κωλύει τἀναντία συνὑπάρχειν ἀλλήλοις, οἷον λευκότητα καὶ μελανίαν ἐν ἑνὶ ὑποκειμένῳ; καὶ ἔστι τελεωτέρα ἡ ἔνστασις τῆς ἀντιπαραστάσεως, ὅτι προσδιορισμοῦ οὐκ ἐδεήθη. καὶ ταῦτα μὲν ἐν τούτοις. Εἰκότως δὲ ἀπορήσει τις πρὸς τὸν Ἀριστοτέλην ὅτι ‘τί φῄς, Ἀριστότελες; ὁ λόγος οὐκ ἐπιδέχεται ἀλήθειαν καὶ ψεῦδος;’ καὶ φαίη ἂν ὁ Ἀριστοτέλης ὅτι οὐδὲ ὁ λόγος ἀληθεύει καὶ ψεύδεται ἅμα οὐδὲ τὸ πρᾶγμα μόνον, ἀλλ’ ἡ συμπλοκὴ τοῦ λόγου καὶ τοῦ πράγματος· ἡ γὰρ συμφωνία τῶν δύο ποιεῖ τἀληθές, ἡ δὲ ἀσυμφωνία τὸ ψεῦδος· ὡς γὰρ τὸ ὑποδεδέσθαι οὐκ ἐν τῷ ποδὶ μόνον οὐδὲ ἐν τῷ ὑποδήματι μόνον, ἀλλ’ ἐν τῇ ἐφαρμογῇ τοῦ ποδὸς πρὸς τὸ ὑπόδημα, οὕτω καὶ ἐπὶ λόγου καὶ πράγματος ἔχει. Ἀποροῦσι δέ τινες τέσσαρας ἀπορίας, πρώτην μὲν ὅτι ‘πῶς λέγεις, ὦ Ἀριστότελες, ὅτι ἡ οὐσία μόνη ἐπιδέχεται τἀναντία; ἰδοὺ γὰρ καὶ ἡ γραμμὴ ἐπιδέχεται εὐθύτητα καὶ καμπυλότητα’. πρὸς ὅ φαμεν ὅτι ποία γραμμή; εἰ μὲν ἡ μαθηματική, τοῦτ’ ἔστιν ἡ ἐπινοίᾳ λαμβανομένη, αὕτη ἄλλοτε ἄλλη ἐπινοεῖται. εἰ δὲ ἡ φυσική, ἡ ὕλη κατὰ τὴν γραμμὴν ἐδέξατο. ἔτι ἡ δευτέρα ἀπορία· ὅτι ‘ἰδοὺ ἡ αὐτὴ πρᾶξις, οἷον ἡ ἀκρατής, καὶ φαύλη ὡς πρὸς τὸν σπουδαῖον καὶ ἐπαινετὴ ὡς πρὸς τὸν ἀκόλαστον’. καὶ ἔστιν ἡ λύσις ὅτι αὕτη ὡς ἐν τῷ αὐτῷ νῦν ἀμφότερα ἔχουσα δεδεγμένη ἐστὶ τἀναντία, ἐκεῖ δὲ πρόσκειται τὸ δεκτική,2 καὶ ὅτι πρὸς ἄλλο καὶ ἄλλο παραβαλλομένη τἀναντία δοκεῖ ἔχειν, οὐ καθ’ αὑτήν, διὸ καὶ δυνάμει, οὐκ ἐνεργείᾳ. τρίτη ἀπορία· ὅτι ‘πῶς ἡ αὐτὴ κίνησις ἐπιδέχεται καὶ ταχυτῆτα καὶ βραδυτῆτα;’ καὶ λέγομεν ὅτι οὐχ ἡ μία τῷ ἀριθμῷ· ἄλλη γὰρ ἡ ταχεῖα καὶ ἄλλη ἡ βραδεῖα. τετάρτη ἀπορία ‘πῶς ὁ χρόνος’, φησίν, ‘ἐπιδέχεται φῶς καὶ σκότος καὶ ἡμέραν καὶ νύκτα;’ καὶ λέγομεν ὅτι οὐχ ὁ χρόνος ἀλλ’ ὁ ἀὴρ ἐστιν ὁ ταῦτα ἐπιδεχόμενος. ὁ δὲ ἀὴρ οὐσία ἐστί. ταῦτα καὶ περὶ οὐσίας. ἐν οἷς σὺν θεῷ καὶ ἡ παροῦσα πρᾶξις.3

也可以用另一种方式来解决这个疑难,即并非同一句话保持了下来;因为说了“苏格拉底坐着”的话语是一回事,而当他站起来之后说了“苏格拉底没坐着”的话语则是另一回事;因为话语一经说出便不复存在;它绝不会等待事物的改变,以便变真或变假。同样,意见的情形也是如此:信手拈来的、说“苏格拉底坐着”的意见是一回事,而当他站起来之后再次信手拈来的、说“苏格拉底没坐着”的意见又是另一回事。而且,即使我们承认意见容纳真与假,但也并不是意见自身为真或为假,而是灵魂依照意见如此;因为并不是意见自身在持有意见,而是灵魂通过意见持有意见;正如我们不说手在织布,而说人通过手织布一样,意见本身并不持有意见,而是灵魂通过意见持有意见。这就是让步反驳。另一方面,抓住那声称“话语和意见保持不动,但因事物关于实体的改变而变得能容纳相反者”的让步反驳的异议则说:它们并不容纳相反者;因为自身不改变的东西绝不能容纳相反者,否则有什么能阻止相反者彼此共存,例如在单一基底中的白色和黑色呢?并且异议比让步反驳更完满,因为它不需要限制规定。关于这些问题至此。不过,有人会合情合理地向亚里士多德提出疑难:“亚里士多德,你说的是什么意思?难道话语不容纳真与假吗?”亚里士多德会说:既不是话语独自变真又变假,也不是事物独自如此,而是话语与事物的结合如此;因为二者的符合产生真,而不符合产生假;正如穿鞋既不仅在脚中,也不仅在鞋中,而是在脚与鞋的贴合中,话语与事物的情形也是如此。然而有些人提出了四个疑难:第一,“亚里士多德,你怎么说唯有实体容纳相反者?因为看哪,线也容纳直线性和曲线性。”对此我们说:是哪种线?如果是数学的线,即在思维中把握的线,它在不同的时候被构想为不同的。但如果是物理的线,则是质料依照线接纳了它们。此外,第二个疑难是:“看哪,同一个行为,例如无节制的行为,相对于有德者是卑劣的,相对于放荡者则是值得赞扬的。”其解决方案是:该行为仿佛在同一个‘现在’中兼有二者而已然接纳了相反者,而那里〔的定义〕中加上的是‘能容纳’;并且它是因为与不同的事物相比较才显得具有相反者,而非由于自身,因此是潜能地,而非现实地。第三个疑难:“同一运动如何既容纳迅速又容纳迟缓?”我们说:并非在数目上为一的运动;因为迅速的运动是一回事,迟缓的运动是另一回事。第四个疑难:“时间如何,”他说,“容纳光与暗、昼与夜?”我们说:容纳这些的不是时间,而是空气。而空气是实体。关于实体也就论述至此;在神助之下,本讲也于此告终。

语法注3 条
  1. 1.44ἡ δὲ ἔνστασις τῆς ἀντιπαραστάσεως λαβομένη

    中动态分词 λαβομένη 支配属格补足语 τῆς ἀντιπαραστάσεως,意为“抓住/以让步反驳为立足点”。它表明异议正是针对让步反驳所设定的前提进行批判,从而提出更彻底的反驳。

  2. 1.44αὕτη ὡς ἐν τῷ αὐτῷ νῦν ἀμφότερα ἔχουσα δεδεγμένη ἐστὶ τἀναντία, ἐκεῖ δὲ πρόσκειται τὸ δεκτική

    迂回完成体 δεδεγμένη ἐστὶ(完成时分词加系动词)表示在同一个“现在”中“已经接纳并具有”了相反的性质。作者将其与亚里士多德在定义中(ἐκεῖ)所使用的表示潜能与顺次容纳能力的形容词 δεκτική 相对立。

  3. 1.44ἐν οἷς σὺν θεῷ καὶ ἡ παροῦσα πρᾶξις.

    注解讲座(πρᾶξις)末尾习见的省略结构。省略了表示“结束”的主动词(如 τελευτᾷ);ἐν οἷς(关系代名词中性复数)指代前文的 ταῦτα(关于实体的这些讨论)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:183.34-185.3