← 埃利亚斯

亚里士多德《范畴篇》注释

§182.24-183.34

实体容纳相反者与言辞意见之难题

埃利亚斯阐释了实体的第六个固有属性(数目上为一而容纳相反者),辨析了限定语词的意义及其适用范围,并藉由内在改变的有无,解决了话语和意见容纳真伪这一疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.44#1

" Μάλιστα δὲ ἴδιον τῆς οὐσίας δοκεῖ εἶναι τὸ ταὐτὸν καὶ ἓν ἀριθμῷ ὂν τῶν ἐναντίων εἶναι δεκτικόν." Ἕκτον ἴδιον τῆς οὐσίας τὸ μίαν καὶ τὴν αὐτὴν οὖσαν τῷ ἀριθμῷ δεκτικὴν εἶναι τῶν ἐναντίων παρὰ μέρος.1 καὶ καλῶς πρόσκειται τὸ παρὰ μέρος, ἐπειδὴ οὐχ ἅμα λευκαίνεται καὶ μελαίνεται ὁ Σωκράτης, οὐδὲ ἅμα νοσεῖ καὶ ὑγιαίνει. τὸ δὲ μίαν καὶ τὴν αὐτὴν τῷ ἀριθμῷ καλῶς πρόσκειται, ἐπειδὴ καὶ ὁ ἀριθμὸς δέχεται τἀναντία, ἄρτιον καὶ περιττόν, ἀλλ’ οὐχ εἷς τῷ ἀριθμῷ, ἀλλ’ εἷς τῷ εἴδει. ἄλλως τε δὲ οὐδὲ ὡς ἐν ἀριθμῷ συνίσταται τὸ ἄρτιον καὶ περιττόν, ἀλλ’ ὡς ἐν ὕλῃ τῇ δυναμένῃ καὶ εἰς ἄρτιον καὶ εἰς περιττὸν διαιρεῖσθαι· ὕλης γὰρ ἴδιον τὸ ἄλλοτε ἄλλο εἶδος δέχεσθαι καὶ εἰδοποιεῖσθαι. τὸ ἄρτιον τοίνυν καὶ τὸ περιττὸν εἴδη νοείσθωσαν. οὐκοῦν ὁ ἀριθμὸς ὕλῃ ἀναλογεῖ δεχόμενος τὰ εἴδη ταῦτα καὶ ποτὲ μὲν ἄρτιος ποτὲ δὲ περιττὸς γινόμενος. κἀπὶ τῶν λοιπῶν παραδειγμάτων ἀναλόγως νοητέον τὸ εἰρημένον· τὸ γὰρ πηχυαῖον ξύλον καὶ εἰς ἄρτιον διαιρεῖται καὶ εἰς περιττόν. καὶ οἱ ἄρτιοι δὲ ἵπποι δύνανται καὶ περιττοὶ γενέσθαι ἑτέρου προσθήκῃ. ἀλλὰ καὶ τὸ χρῶμα εἰ καὶ δέχεται τἀναντία, οἷον λευκὸν καὶ μέλαν, ἀλλ’ οὐχ ἓν τῷ ἀριθμῷ ὄν, ἀλλὰ τῷ εἴδει ἕν. τοῦτο δὲ τὸ ἴδιον μόνῃ τῇ οὐσίᾳ ὑπάρχει διὰ τοιοῦτον λόγον· τὸ τῶν ἐναντίων δεκτικὸν συμβεβηκότων ἐστὶ δεκτικόν (πάντα γὰρ τἀναντία συμβεβηκότα), τὸ συμβεβηκότων δεκτικὸν συμβεβηκόσιν ὑπόκειται, τὸ συμβεβηκόσιν ὑποκείμενον οὐσία ἐστί, μόνῃ ἄρα 〈τῇ〉 οὐσίᾳ ὑπάρχει τοῦτο. οὐ πάσῃ δέ· αἱ γὰρ δεύτεραι οὐσίαι ἄτρεπτοι οὖσαι οὐ δέχονται τἀναντία. ἀλλ’ οὐδὲ πάσαις ταῖς ἀτόμοις τοῦτο ὑπάρχει· τὰ γὰρ οὐράνια ἄτρεπτα ὄντα οὐ δέχονται τἀναντία. ἀλλ’ οὐδὲ πᾶσαι αἱ ἐνταῦθα ἄτομοι οὐσίαι ἐπιδέχονται τἀναντία, ὥς τινες ὑπέλαβον τὸν κύκνον, εἰ τύχοι, κατὰ τὸ λευκὸν μὴ μεταβάλλοντα. πρὸς οὓς ῥητέον ὅτι εἰ καὶ τὴν ἐναντιότητα ταύτην μὴ ἐπιδέχεται, ἀλλ’ οὖν ἑτέραν δέχεται, τὴν κατὰ τὸ θερμὸν καὶ ψυχρὸν καὶ ὑγρὸν καὶ ξηρόν. ταῦτα ἐν τούτοις. Ἀπορεῖ δὲ πρὸς ἑαυτὸν ὁ Ἀριστοτέλης ὅτι οὐ μόνῃ 〈τῇ〉 οὐσίᾳ ὑπάρχει τοῦτο· δοκεῖ γὰρ καὶ ὁ λόγος καὶ ἡ δόξα ἐπιδέχεσθαι τἀναντία, ὧν ὁ μὲν λόγος ποσὸν ἡ δὲ δόξα ποιόν, ἄμφω δὲ λόγοι, ἀλλ’ ὁ μὲν προφορικὸς ὁ δὲ ἐνδιάθετος· ὁ γὰρ λόγος ὁ εἰπὼν ὅτι ‘Σωκράτης κάθηται’ ἀληθεύει μὲν καθημένου, ψεύδεται δὲ ἀναστάντος. ὁμοίως καὶ ἐπὶ τῆς δόξης ἔχει. καὶ λύει αὐτὸς καὶ κατὰ ἔνστασιν καὶ κατὰ ἀντιπαράστασιν. καὶ ἄρχεται ἀπὸ τῆς ἀντιπαραστάσεως ὡς συμβαλλομένης πρὸς τὴν ἔνστασιν. ἔχει δὲ οὕτως· εἰ καὶ δῶμεν ὅτι καὶ ἡ δόξα καὶ ὁ λόγος ἐπιδέχεται τἀναντία, ἀλλ’ ὁ τρόπος τῆς ὑποδοχῆς διάφορος· ἡ μὲν γὰρ οὐσία κατὰ τὴν ἑαυτῆς μεταβολὴν δέχεται τἀναντία, ὁ δὲ λόγος καὶ ἡ δόξα αὐτὰ μὲν ἀκίνητα πάντῃ τε καὶ πάντως διαμένει, τοῦ δὲ πράγματος μεταβάλλοντος λέγεται αὐτὰ μεταβάλλειν δίκην τοῦ δεξιοῦ γενομένου ἀριστεροῦ τῇ τοῦ ἑτέρου μεταστάσει.2 δεῖται οὖν προσδιορισμοῦ ὁ λόγος· δεῖ γὰρ προσθεῖναι κατὰ τὴν οἰκείαν ἑαυτῆς μεταβολήν, ὡς εἶναι τὸν λόγον τοιοῦτον· ὅτι μία καὶ ἡ αὐτὴ οὖσα τῷ ἀριθμῷ ἡ οὐσία δεκτική ἐστι τῶν ἐναντίων παρὰ μέρος κατὰ τὴν οἰκείαν ἑαυτῆς μεταβολήν.

“实体最特有的属性似乎是:自身在数目上同一且为一,却能容纳相反者。” 实体的第六个固有属性是:它在数目上同一且为一,却能依次容纳相反者。加上“依次”是很恰当的,因为苏格拉底不会同时变白又变黑,也不会同时生病又健康。而加上“在数目上同一且为一”也是恰当的,因为数也容纳相反者,即偶数和奇数,但这并非由于它在数目上为一,而是由于它在种上为一。此外,偶数和奇数也不是仿佛在数中成立,而是仿佛在能够被分割为偶数和奇数的质料中成立;因为质料的特有属性就在于时而接纳这一种形式,时而接纳另一种形式,并被赋予形式。因此,偶数和奇数应当被构想为形式。从而,数比同于质料,它接纳这些形式,时而变为偶数,时而变为奇数。在其余的例子中,也必须依此类推地理解所说的话;因为一肘长的木料既能被分割为偶数,也能被分割为奇数。而偶数匹马也可以通过再增加一匹而变成奇数。此外,颜色即使也容纳相反者,如白色与黑色,但并不是以在数目上为一的方式,而是以在种上为一的方式。这一固有属性独属于实体,是基于如下论述:能容纳相反者的东西是能容纳偶性的(因为一切相反者都是偶性),能容纳偶性的东西是作为偶性的基底,而作为偶性基底的东西是实体;因此,这独属于实体。但并不属于一切实体;因为第二实体是不可变的,不容纳相反者。然而这也不属于一切个别实体;因为天体是不可变的,不容纳相反者。甚至并非此地的一切个别实体都容纳相反者,正如某些人所设想的,譬如天鹅在白色方面不发生变化。对他们必须说:即使它不容纳这种相反性,但它至少容纳另一种相反性,即关于热与冷、湿与干的相反性。关于这些问题至此。然而亚里士多德向自身提出疑难:这并非独属于实体;因为话语和意见似乎也容纳相反者,其中话语属于数量,意见属于性质,但二者都是话语,一者是外发的,另一者则是内心的;因为说了“苏格拉底坐着”的话语,在他坐着时为真,在他站起来时为假。意见的情形也是如此。而他自己既通过异议又通过让步反驳来解决。并且他从让步反驳开始,以此作为对异议的助益。其说如下:即使我们承认意见和话语也容纳相反者,但接纳的方式是不同的;因为实体是依照自身的改变而容纳相反者,而话语和意见本身在各方面且完全保持不动,只是当事物改变时,它们才被说成是改变了,正如由于另一者的位移,右侧之物变成了左侧一样。因此,这一定义需要一个限制规定;必须加上“依照其自身的特有改变”,从而使这一定义成为:实体在数目上同一且为一,却依照其自身的特有改变而依次能容纳相反者。

语法注2 条
  1. 1.44τὸ μίαν καὶ τὴν αὐτὴν οὖσαν τῷ ἀριθμῷ δεκτικὴν εἶναι τῶν ἐναντίων παρὰ μέρος

    在由冠词 τὸ 引导的不定式结构(δεκτικὴν εἶναι)中,分词 οὖσαν 和形容词 δεκτικὴν 采取阴性单数宾格,是因为根据上下文省略的实体(ἡ οὐσία)充当了语义上的主语。

  2. 1.44δίκην τοῦ δεξιοῦ γενομένου ἀριστεροῦ τῇ τοῦ ἑτέρου μεταστάσει

    δίκην 支配属格,构成副词性宾格结构,意为“犹如/如同……一样”。属格短语 τοῦ δεξιοῦ γενομένου ἀριστεροῦ 是名词加分词的结构,表达关于相对关系的经典比喻(因对方移动而使右侧变成左侧),τῇ τοῦ ἑτέρου μεταστάσει 则是表示原因或方式的与格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:182.24-183.34