← 埃利亚斯

亚里士多德《范畴篇》注释

§181.27-182.22

实体不容纳程度差异的三个疑难

埃利亚斯补充说明了亚里士多德关于健康与疾病之间无中介的观点,随后提出并解决了围绕实体不容纳更多与更少这一论断的三个疑难:个体与普遍实体的实质程度比较、对固有属性适用范围说明的省略,以及火与空气的热度比较。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.43#2

καὶ νόσου καὶ ὑγείας οὐδέν ἐστι μέσον· εἰ γὰρ καὶ νομίζεται εἶναι μέσον ἡ ἀνακόμισις κατὰ τοὺς ἰατρούς, οἳ τῷ πρὸς αἴσθησιν κατὰ φύσιν καὶ παρὰ φύσιν ἐξετάζοντες ὑγείαν καὶ νόσον λέγουσι μέσην τὴν ἀνακόμισιν, ἀλλ’ ὁ Ἀριστοτέλης τῷ ἀκριβεῖ κατὰ φύσιν καὶ παρὰ φύσιν κρίνων τὴν ὑγείαν καὶ τὴν νόσον οὐδὲν λέγει μέσον αὐτῶν εἶναι. ταῦτα ὁ Ἀριστοτέλης. Ἔξωθεν δὲ ἀποροῦσιν ὅτι ἀνωτέρω ἔλεγεν ὅτι ἡ οὐσία ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, νῦν δὲ λέγει ὅτι οὐκ ἐπιδέχεται. καὶ λύομεν τὴν ἀπορίαν οὕτως· ὅτι καὶ ἐπιδέχεται καὶ οὔ· αὐτὴ γὰρ πρὸς ἑαυτὴν παραβαλλομένη οὐ λέγεται μᾶλλον καὶ ἧττον (ἄνθρωπος γὰρ ἀνθρώπου οὐ λέγεται μᾶλλον ἄνθρωπος, οὐδὲ αὐτὸς ἑαυτοῦ), ἡ μέντοι ἄτομος οὐσία πρὸς τὰς γενικὰς καὶ εἰδικὰς παραβαλλομένη μᾶλλον οὐσία ἐστί. δευτέρα ἀπορία· ὅτι πῶς ὁ Ἀριστοτέλης ἀεὶ ἔθος ἔχων ἐν τῇ ἀποδόσει τῶν ἰδίων τῆς οὐσίας λέγειν εἴ τε μόνῃ ὑπάρχει ἢ οὐ μόνῃ καὶ εἰ πάσῃ ἢ οὐ πάσῃ, νῦν οὐδενὸς τούτων ἐμνήσθη; καὶ λέγομεν λύσιν τοιαύτην· ὅτι ὡς συνεπικριθὲν αὐτὸ ἔχομεν τῷ πρὸ τούτου ἰδίῳ, νῦν παρῆκεν αὐτό·1 εἰ γὰρ τῷ μηδὲν ἔχειν ἐναντίον, ὅπερ ἦν πρὸ τούτου ἴδιον, ἕπεται τὸ μὴ δέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον, ἐκεῖνο δὲ οὐ μόνῃ τῇ οὐσίᾳ ὑπῆρχεν, οὐδὲ τοῦτο μόνῃ τῇ οὐσίᾳ ὑπάρχει, ἀλλὰ καὶ τῷ ποσῷ· τὸ γὰρ τρίπηχυ ἢ τετράπηχυ οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, οὐδὲ τὸ πέντε ἢ τὸ δέκα. τρίτη ἀπορία· εἰ τὸ μᾶλλον καὶ ἧττον οὐκ ἐπιδέχεται ἡ οὐσία, πῶς ὁ Ἀριστοτέλης ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς λέγει τὸν ἀέρα ἧττον θερμὸν ὡς πρὸς πῦρ, οὐσίαι δὲ ταῦτα; καὶ λύει ὁ Ἀλέξανδρος λέγων ὅτι οὐ καθὸ οὐσίαι τὸ μᾶλλον καὶ τὸ ἧττον ἐπιδέχονται, ἀλλὰ κατὰ τὰς ποιότητας. ὁ δὲ Συριανὸς ὅτι οὐδὲ κατὰ τὰς ποιότητας τὸ μᾶλλον καὶ τὸ ἧττον ἐπιδέχονται, ἐὰν οὐσιώδεις ληφθῶσιν· ἑκάστη γὰρ πλείστη ἐστὶν ἐν τῷ οἰκείῳ ὑποκειμένῳ, καὶ οὐ τῷ μᾶλλον καὶ ἧττον διαφέρουσιν· εἰδοπεποίηνται γὰρ ταῦτα καὶ ὑφέσεις εἰδῶν εἰσιν. ἢ καὶ ἄλλως· ὅτι τὸ ἧττον ὅπερ τὸ μᾶλλον γινόμενον οὐκ ἐξέστη τοῦ οἰκείου εἴδους,2 ὁ δὲ ἀὴρ ἀμετρίαν πυρίας θερμότητος ἐπιδεξάμενος ἀπώλεσε τὸ ἀὴρ εἶναι.

在疾病与健康之间也没有任何中介;因为即使按照医家们的看法康复被认为是中介——他们依据关涉感觉的顺应自然与违反自然来考察健康与疾病,并称康复是中介——然而亚里士多德依据严格的顺应自然与违反自然来判定健康与疾病,说它们之间没有任何中介。亚里士多德的观点至此。但在外部,人们提出疑难说:他在前文中说实体容纳更多与更少,而现在却说它不容纳。我们这样解决该疑难:它既容纳又不容纳;因为实体就自身与自身相比而言,不被称为更多和更少(因为一个人并不比另一个人更被称为人,也不比自己更被称为人),然而个别实体与属的实体和种的实体相比,则是更多的实体。第二个疑难:亚里士多德在阐明实体的固有属性时,总是习惯说明它是仅属于它还是不属于它独有,以及是属于全体还是不属于全体,为什么现在对这些一概不提?我们提出如下解决:因为我们把它当作已与在此之前的固有属性一并判定的东西来把握,所以他现在将它略过了;因为,如果不容纳更多与更少伴随着没有任何相反者——这正是此前的固有属性——并且那一属性并非独属于实体,那么这一属性也不仅属于实体,而且也属于数量;因为三肘或四肘不容纳更多与更少,五或十也不容纳。第三个疑难:如果实体不容纳更多与更少,亚里士多德在《论生成与消灭》中怎么说空气相对于火而言是不那么热的,而这些都是实体?亚历山大解决道:它们并非作为实体而容纳更多与更少,而是依据性质来容纳。叙利亚诺则认为,如果性质被取为本质性的,即使依据性质它们也不容纳更多与更少;因为每种性质在其特有的载体中都是最大的,它们并不是因更多和更少而有所不同;因为这些已被赋予了种的形式,并且是种的减退。或者也可以这样说:变得更多的较少者,并没有脱离其特有的种,而空气在接纳了火的过度热量之后,就丧失了作为空气的存在。

语法注2 条
  1. 1.43ὡς συνεπικριθὲν αὐτὸ ἔχομεν τῷ πρὸ τούτου ἰδίῳ, νῦν παρῆκεν αὐτό

    连词 ὡς 在此引导说明理由的从句,修饰主句动词 παρῆκεν(他省略了)。其中完成时被动分词 συνεπικριθέν 作为 αὐτό 的宾语补足语('我们把它把握为已一并判定者'),后文的 εἰ γάρ 进一步展开其具体逻辑。

  2. 1.43τὸ ἧττον ὅπερ τὸ μᾶλλον γινόμενον οὐκ ἐξέστη τοῦ οἰκείου εἴδους

    主语为 τὸ ἧττον(较少者)。短语 ὅπερ τὸ μᾶλλον γινόμενον 为关系从属修饰,其中 τὸ μᾶλλον 是分词 γινόμενον 的表语('变成更多的那同一个较少者')。主谓动词 οὐκ ἐξέστη 支配分离属格 τοῦ οἰκείου εἴδους(脱离其特有的种),并与下文空气(ὁ δὲ ἀήρ)的从句构成对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:181.27-182.22