- 底本
- Elias, Eliae (Olim Davidis) In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 107-255. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:180.32-181.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《范畴篇》3b33(实体不容纳更多与更少)的注解。埃利亚斯通过将相反者与“更多和更少”分别指明为终极与道路来论证两者的相随关系,对比了柏拉图认为凡相反者皆有中介的观点与亚里士多德承认无中介相反者的观点,并考察了相关的反驳。
" Δοκεῖ δὲ ἡ οὐσία οὐκ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον." Τὸ τέταρτον ἴδιον τῆς οὐσίας, τὸ μηδὲν ἔχειν ἐναντίον, ἀποκύει καὶ ἄλλο ἴδιον, τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον· τὰ γὰρ ἐναντία τέλη εἰσιν, 〈τὸ δὲ μᾶλλον καὶ ἧττον〉 ὁδὸς ἐπὶ τἀναντία. καὶ καλεῖ μὲν ἐναντία, φέρε εἰπεῖν, τὸ λευκὸν καὶ τὸ μέλαν, ἃ καὶ τέλη εἶναι λέγει, μᾶλλον δὲ καὶ ἧττον τὴν ἐκ τοῦ λευκοῦ εἰς τὸ μέλαν μεταβολὴν ἢ τοῦ μέλανος εἰς λευκόν, μὴ ἀθρόως γινομένην ἀλλ’ ὁδῷ τινι κεχρημένην, τῇ κατὰ πρόσβασιν ἐκ τοῦ λευκοῦ ἢ τοῦ μέλανος εἰς τὸ ἕτερον μεταποιήσει. ὅπου τοίνυν τὰ ἐναντία, ἐκεῖ καὶ τὸ μᾶλλον καὶ ἧττον, καὶ ὅπου τὸ μᾶλλον καὶ τὸ ἧττον, ἐκεῖ καὶ τἀναντία. καὶ πάλιν ὅπου τἀναντία οὐκ εἰσίν, οὐδὲ μᾶλλον οὐδὲ ἧττον, καὶ ὅπου οὐδὲ μᾶλλον οὐδὲ ἧττον, ἐκεῖ οὐδὲ ἐναντία εἰσίν· ἀεὶ γὰρ ταῦτα τὰ τέσσαρα συμβαίνει ἀλλήλοις τὰ εἰρημένα.1 ἀλλὰ ταῦτα ἀληθῆ καὶ κατὰ Πλάτωνα· 〈κατὰ γὰρ Πλάτωνα〉 πάντα ἔμμεσα λέγεται· οὐδὲν γὰρ ἀθρόως, φησί, μεταπηδᾷ ἀπὸ τοῦ ἐναντίου εἰς τὸ πάντως ἐναντίον, οἷον τὸ λευκὸν οὐκ ἀθρόως μεταπηδᾷ, ἀλλ’ ὁδῷ τινι κέχρηται καὶ γίνεται ἧττον λευκὸν καὶ ἔτι ἧττον καὶ ἧττον καὶ οὕτω μέλαν. κατὰ Ἀριστοτέλην δὲ οὐ πάντα ἔμμεσα τἀναντία, ἀλλ’ οἶδε καὶ ἄμεσα ἐναντία, εἰ καὶ δύο μόνα,2 ἄρτιον καὶ περιττὸν καὶ νόσον καὶ ὑγείαν. τινὲς δέ φασιν ὅτι καὶ τούτων εἰσὶ μέσα· τοῦ γὰρ ἀρτίου τοῦ δίχα διαιρουμένου μέσα τρία, ὁ ἀρτιάκις ἄρτιος, ὅστις ἕως μονάδος δίχα διαιρεῖται, ὡς ὁ τριάκοντα δύο εἰς δεκαὲξ καὶ ὀκτὼ καὶ τέσσαρα καὶ δύο καὶ μίαν, καὶ ὁ περισσάρτιος, ὅστις πολλὰς τομὰς ἀρτίας δεξάμενος εἰς περιττὸν ἀριθμὸν λήγει, ὡς ὁ τεσσαράκοντα ὀκτὼ εἰς εἴκοσι τέτταρα καὶ δώδεκα καὶ ἓξ καὶ εἰς περιττὸν λήγει τὸν τρία, καὶ ὁ ἀρτιοπέριττος, ὃς δίχα μὲν διαιρεῖται, εὐθέως δὲ τὰ τμήματα αὐτοῦ περιττά εἰσιν, ὡς ὁ ὀκτὼ καὶ δέκα εἰς ἐννέα καὶ ἐννέα διαιρούμενος. ἀλλὰ τούτων μὲν τῶν ἀριθμῶν, φημὶ ἀρτίου καὶ περιττοῦ, μέσοι, ὥς φασιν, οἱ εἰρημένοι, νόσου δὲ καὶ ὑγείας ἡ ἀνακομιδή. ὁ δὲ Ἀριστοτέλης εἰκότως φαίη ἂν πρὸς τούτους3 ὅτι ἁπλῶς ἀρτίου καὶ ἁπλῶς περιττοῦ οὐδείς ἐστι μέσος, ὑμεῖς δὲ τινὰ ἄρτιον ἐλάβετε· ὁ γὰρ ἀρτιάκις ἄρτιος τὶς ἄρτιός ἐστιν, οὐχ ἁπλῶς ἄρτιος.
“实体似乎也不容纳更多与更少。” 实体的第四个固有属性,即没有任何相反者,也孕育了另一个固有属性,即不容纳更多与更少;因为相反者是终极,〈而更多与更少是〉通向相反者的道路。他所谓相反者,姑且说是白与黑,他也称之为终极,而称更多与更少为从白到黑或从黑到白的变化,它不是突然发生的,而是经过某条道路,即通过从白或从黑向另一方的逐渐过渡而进行的转变。因此,凡有相反者的地方,那里也有更多与更少;凡有更多与更少的地方,那里也有相反者。反之,凡没有相反者的地方,既没有更多也没有更少;凡既没有更多也没有更少的地方,那里也没有相反者;因为这述及的四条始终彼此相随。但根据柏拉图,这些也是真实的;因为〈根据柏拉图〉万物都被称为具有中介;因为他说,没有任何事物会突然从相反者跳跃到完全相反者;例如白不会突然跳跃,而是经过某条道路,变得不那么白,再不那么白,更不那么白,如此而成为黑。但根据亚里士多德,并非所有相反者都具有中介,他也知道无中介的相反者,即便只有两对:偶与奇,以及疾病与健康。然而有些人说,甚至这些也有中介;因为在被二等分的偶数中,有三个中介:偶偶数,即一路被二等分直至单元者,如三十二分成十六、八、四、二和一;奇偶数,即接受了多次偶数分割后以奇数告终者,如四十八分成二十四、十二和六,并以奇数三告终;以及偶奇数,即虽被二等分,但其部分立即就是奇数者,如十八被分成九和九。但是,对于这些数,我是指偶与奇,正如他们所说,中介便是上述这些;而对于疾病与健康,中介则是康复。亚里士多德理所当然可以对这些人说:对于纯粹的偶和纯粹的奇没有任何中介,而你们所取的是某种特殊的偶;因为偶偶数是某种偶,而非纯粹的偶。
- 1.43ἀεὶ γὰρ ταῦτα τὰ τέσσαρα συμβαίνει ἀλλήλοις τὰ εἰρημένα
主语 ταῦτα τὰ τέσσαρα ... τὰ εἰρημένα(“这述及的四条”)指紧接在前文陈述的四个条件命题关系(凡有相反者处必有程度之差、凡有程度之差处必有相反者、凡无相反者处必无程度之差、凡无程度之差处必无相反者)。动词 συμβαίνει 在此并非“偶然发生”,而是指“逻辑上相伴/相互蕴涵”。
- 1.43εἰ καὶ δύο μόνα
连词 εἰ καί 表示让步(“即便只有两个”)。根据上下文,省略了如“对/组”这样的补足成分,指下文提到的两对无中介对立项:偶与奇(ἄρτιον καὶ περιττόν)以及疾病与健康(νόσον καὶ ὑγείαν)。
- 1.43ὁ δὲ Ἀριστοτέλης εἰκότως φαίη ἂν πρὸς τούτους
希求法动词 φαίη 与 ἄν 连用构成潜势希求法(potential optative),意为“亚里士多德理所当然可以说”,用于引出针对反驳者们的假设性回应。
