- 底本
- Elias, Eliae (Olim Davidis) In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 107-255. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:179.27-180.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在阐明确定与不确定的量均无相反者之后,注解讨论了针对“实体无相反者”这一论题提出的三个疑难(元素间的冲突、灵魂各部分间的争斗、人与人之间的为敌)及其解决。
καὶ τῷ ὡρισμένῳ ποσῷ οὐδέν ἐστιν ἐναντίον, οἷον τῷ διπήχει ἢ τριπήχει. εἰ δὲ καὶ συγχωρήσομεν τῷ ἀορίστῳ ποσῷ εἶναι ἐναντίον, τὸ μικρὸν τῷ μεγάλῳ καὶ τὸ πολὺ τῷ ὀλίγῳ, δειχθήσεται ὅτι οὐδὲ τούτοις ἐστί τι ἐναντίον, διότι τὸ μέγα ἐκ μικρῶν πολλῶν συνέστηκε καὶ τὸ πολὺ ἐξ ὀλίγων πολλῶν· εἰ οὖν περιέχουσιν ἑαυτά, οὐκ εἰσὶν ἐναντία συστατικὰ ὄντα ἑαυτῶν· τὰ δὲ ἐναντία ἀεὶ φθαρτικὰ ἀλλήλων καὶ οὐδέποτε συστατικά. ταῦτα ὁ Ἀριστοτέλης καὶ ἕτερον οὐδέν. Ἀποροῦσι δὲ τρία ἄπορα. πρῶτον μὲν πῶς λέγεται ἡ οὐσία μηδὲν ἔχειν ἐναντίον· ἐν γὰρ τῷ Περὶ γενέσεως καὶ φθορᾶς φησι τὰ στοιχεῖα μάχεσθαι ἀλλήλοις, τὸ πῦρ τῷ ὕδατι καὶ τὸν ἀέρα τῇ γῇ. καὶ λύει ὁ Ἀλέξανδρος λέγων ‘οὐ καθόλου ἑαυτοῖς μάχονται τὰ στοιχεῖα· οὐ δήπου γὰρ καὶ κατὰ τὸ σῶμα, ἀλλὰ ποιότης ποιότητι, θερμότης ψυχρότητι καὶ ὑγρότης ξηρότητι’. ὁ δὲ Συριανὸς ἐπικρίνας πλέον φησὶν ‘οὐδὲ κατὰ τὰς ποιότητας μάχονται, εἰ οὐσιώδεις ληφθεῖεν· οὐ γὰρ ἁμιλλᾶται ἡ θερμότης ψυχρότητί τινι, ἐὰν ἐν πυρὶ γένηται, ἢ ἐν ὕδατι ψυχρότης θερμότητι, ἐπεὶ ἦν ποτε εὑρεῖν καὶ πῦρ ψυχρόν.1 ἀλλὰ κἂν φθείρῃ ποιότης ποιότητα, ὡς ἐν ἀποίῳ σώματι δεῖ τότε αὐτὰς λαβεῖν· τότε γὰρ καὶ συμβεβηκότα εἰσὶ καὶ γίνονται καὶ ἀπογίνονται χωρὶς φθορᾶς τοῦ ὑποκειμένου.’ δευτέρα ἀπορία· ὅτι εἰ τῇ οὐσίᾳ οὐδὲν ἐναντίον ἐστί, πῶς ὁ λόγος καὶ ὁ θυμὸς μάχονται ἀλλήλοις; οὐσίαι γὰρ ταῦτα· τρία γὰρ μέρη τῆς ψυχῆς, λόγος, θυμὸς καὶ ἐπιθυμία, καὶ μάχεται ὁ θυμὸς καὶ ὁ λόγος, ὥς φησιν ἡ Μήδεια θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων. καὶ λέγομεν ὅτι οὐ κατὰ τὰς οὐσίας ἡ μάχη, ἀλλὰ κατὰ τὰς ἐνεργείας· θυμὸς γὰρ καὶ λόγος οὐσίαι, τὸ δὲ θυμοῦσθαι καὶ λογίζεσθαι ἐνέργειαι (εἰ δὲ ἐπαπορεῖ τις λέγων ὅτι αἱ ἐναντίαι ἐνέργειαι ὑπὸ ἐναντίων δυνάμεων προβάλλονται, αἱ δὲ ἐναντίαι δυνάμεις ὑπ’ ἐναντίων οὐσιῶν, κακῶς λέγει· ἡ γὰρ αὐτὴ οὐσία ἐναντίας προβάλλεται ἐνεργείας, ὡς ἡ δόξα· αὐτὴ γὰρ τὸ ὅτι μόνον εἰδυῖα ποτὲ μὲν δοξάζει ὅτι ἡ ψυχὴ θνητή ἐστι, πεισθεῖσα δὲ ὑπὸ ἐπιστήμονος δοξάζει πάλιν τὸ ἀληθὲς ὅτι ἀθάνατος ἡ ψυχή)· καὶ ὅτι οὐδέποτε συσπένδονται τὰ ἐναντία· ὁ δὲ θυμὸς εἴκει ποτὲ τῷ λόγῳ, καθώς φησιν Ὀδυσσεὺς τέτλαθι δή, κραδίη· καὶ κύντερον ἄλλο ποτ’ ἔτλης. τρίτη ἀπορία· εἰ μή ἐστί τι ἐναντίον τῇ οὐσίᾳ, πῶς λέγομεν ἐχθροὺς τοὺς ἀνθρώπους, εἴ γε οἱ ἄνθρωποι οὐσίαι εἰσί; καὶ λέγομεν ὅτι οὐ καθὸ οὐσίαι μάχονται, ἀλλὰ συμβεβηκός τι ἐποίησεν αὐτοὺς ἐχθρούς, ἡ παροινία (αὕτη δὲ συμβαίνει, ἐπειδὴ καὶ ἡ γνῶσις αὐτὴ συμβαίνει), καὶ ὅτι οὐ συσπένδονταί ποτε τὰ ἐναντία, ὡς ἐπὶ πᾶν δὲ τὰς μεγίστας ἔχθρας μέγισται φιλίαι διαδέχονται, καὶ ὅτι ἑαυτοὺς ἐποίησαν συμβεβηκότα τῶν ἑαυτοῖς ὑπαρχόντων2 (ἔστι γὰρ αὐτῶν ἀκοῦσαι λεγόντων ὅτι ‘τὴν οὐσίαν μου ἥρπασας’), οὐσίαν καλοῦντες τὰ χρήματα καὶ ἑαυτοὺς συμβεβηκότα ποιοῦντες, καὶ οὐδὲ εὐτυχῆ συμβεβηκότα ἀλλὰ συμβεβηκότα συμβεβηκότων, τοῦτ’ ἔστι τῶν ἰδίων πραγμάτων.
没有任何物与确定的量相反,例如与二肘或三肘的量。而即便我们承认不确定的量存在相反者,即小与大相反、多与少相反,也将表明对于这些也同样没有任何相反者,因为大是由许多小组成的,多是由许多少组成的;因此,如果它们彼此包含,既然是彼此的构成要素,它们就不是相反者;因为相反者总是彼此毁灭的,绝非彼此构成的。亚里士多德所言仅止于此,别无其他。人们提出了三个疑难。第一,何以说实体没有任何相反者;因为在《论生成与消灭》中,他说各元素相互冲突,火与水冲突,气与土冲突。而亚历山大解决道:“各元素并非作为整体相互冲突;因为它们绝不是就物体而言冲突,而是性质与性质冲突,热与冷冲突,湿与干冲突。”叙利亚努进一步评判道:“即便就性质而言,如果将它们视为本质性的性质,它们也并不冲突;因为热若处于火中,便不与任何冷竞争,水中的冷也不与热竞争,否则曾经也完全可以发现冷火了。相反,即便性质毁灭性质,那时也必须将它们视为存在于无质的物体中;因为只有那时它们才是偶性,并且可以在不毁灭基底的情况下产生和消灭。”第二个疑难是:如果没有任何物与实体相反,理性与血气何以相互冲突?因为这些是实体;灵魂的部分有三,即理性、血气与欲望,而血气与理性相互冲突,正如美狄亚所说:“血气压倒了我的决意。”对此我们说,冲突并非就实体而言,而是就现实活动而言;因为血气与理性是实体,而发怒与思虑则是现实活动(如果有人进一步发难说,相反的现实活动由相反的潜能产生,相反的潜能由相反的实体产生,那么他便说错了;因为同一实体可以产生相反的现实活动,如意见那样;意见本身仅知其然,有时认为灵魂是会朽灭的,而在被有知者说服后,又重新认为那真理,即灵魂是不朽的);而且相反者绝不可能立约休战,而血气有时会顺从理性,正如奥德修斯所说:“忍耐吧,我的心;你曾经忍受过另一件更为狗一般的事。”第三个疑难是:如果没有任何物与实体相反,既然人们是实体,我们何以称人们为仇敌?对此我们说,他们并非作为实体而冲突,而是一个偶然属性使他们成了仇敌,即酒后撒泼(而这是偶发随附的,因为认识本身也是偶发随附的);而且相反者绝不可能立约休战,但通常最深厚的友谊会接续最大的仇怨;并且他们使自己成了自己所有物的偶性(确实能听到他们说“你掠夺了我的实体[财产]”),将金钱称为实体而使自己成为偶性,甚至不是幸运的偶性,而是偶性的偶性,也就是他们自身所有物的偶性。
- 1.42ἐπεὶ ἦν ποτε εὑρεῖν καὶ πῦρ ψυχρόν
ἦν与不定式εὑρεῖν连用,非人称地表示“本有可能”。在连词ἐπεί的引导下,它充当与事实相反的归结从句(“否则当时完全有可能发现……[而这实际上不可能]”)。不带小词ἄν的未完成过去时直接传达了反事实的潜在性。
- 1.42ἑαυτοὺς ἐποίησαν συμβεβηκότα τῶν ἑαυτοῖς ὑπαρχόντων
此为双重宾格结构,ἑαυτούς为直接宾语,συμβεβηκότα为补足语(谓语宾格)。属格短语τῶν ἑαυτοῖς ὑπαρχόντων(“他们自己所有物的”)修饰συμβεβηκότα,构成“使他们自己成了他们自身所有物的偶性”的句构。这里讽刺性地将哲学术语(实体ousia与偶性symbebekos)与日常用语(财产ousia)进行了双关对照。
