- 底本
- Elias, Eliae (Olim Davidis) In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XVIII.1, ed. A. Busse, Berlin: Reimer 1900, pp. 107-255. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4020.tlg002.humanitext-grc1:175.33-177.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
埃利亚斯讨论了亚里士多德在《范畴篇》3b10中提出的实体的第三种固有属性,即意指“某个这”(tode ti),考察了它与质料、神圣实体以及第二实体的关系,并解释了实体作为事物何以被说成是去“意指”。
" Πᾶσα δὲ οὐσία δοκεῖ τόδε τι σημαίνειν." Ἐπὶ μὲν τῶν πρώτων οὐσιῶν καταγνοὺς ὁ Ἀριστοτέλης τῶν πρώτων δύο ἰδίων1 τῆς οὐσίας, τοῦ μὲν ἑνὸς ὡς πάσῃ μὲν ὑπάρχοντος μὴ μόνῃ δέ, τοῦ δὲ δευτέρου ὡς μήτε πάσῃ μήτε μόνῃ ὑπάρχοντος, ἐφ’ ἕτερον ἴδιον κατάγει τὸν λόγον καί φησι τρίτον ἴδιον τῆς οὐσίας 〈τὸ〉 τόδε τι σημαίνειν. δηλοῖ τὸ μὲν τόδε τὸ ὑποκείμενον· οὕτω γοῦν αὐτὸς ἐν ταῖς Φυσικαῖς τὴν ὕλην ὑποκείμενον καλεῖ· ἄμφω γὰρ ὡρισμένα, καὶ τὸ τόδε ὡς δείξει ὑποπίπτον καὶ ἡ ὕλη 〈ὡς〉 ὡσαύτως μένουσα πάντων ἐν αὐτῇ τρεπομένων, εἴπερ ὁ λέβης δύναται μετασχηματισθῆναι καὶ γενέσθαι ἀνδριὰς καὶ ὁ ἀνδριὰς πάλιν μετασχηματιζόμενος ἕτερόν τι γενέσθαι οὐδὲν ἧττον μένοντος τοῦ χαλκοῦ, ὅπερ ἦν, πρὶν γένηται λέβης ἢ ἀνδριὰς ἤ τι τῶν τοιούτων. οὕτως ὁ Ἀριστοτέλης τὸ τόδε καὶ τὴν ὕλην ὑποκείμενα καλεῖ. τὸ δὲ τὶ τὸ μερικὸν δηλοῖ. ἄμφω δέ, τόδε καὶ τί, τὸ μερικὸν ὑποκείμενον δηλοῖ, φημὶ τὴν ἄτομον οὐσίαν. τοῦτο δὲ τὸ ἴδιον οὐδὲ τῇ ὕλῃ ἁρμόζει διὰ τὸ καθολικὸν ὑποκείμενον αὐτὴν εἶναι καὶ ὅτι οὐκ ἔχει συμβεβηκότα τῷ ἑαυτῆς λόγῳ, ἅπερ ποιοῦσι τὸ μερικόν (καὶ ἁπλῶς εἰπεῖν οὐδὲ τὸ καθόλου ἁρμόζει τῇ ὕλῃ οὐδὲ τὸ μερικόν· ταῦτα γὰρ εἰδοπεποιημένα ὀνόματα, ἡ δὲ ὕλη οὐκ ἔχει καθ’ ἕξιν τὰ εἴδη, ἀλλὰ κατ’ ἐπιτηδειότητα), οὐδὲ τῇ θείᾳ ἁρμόζει οὐσίᾳ μηδενὶ ὑποκείμενον οὔσῃ,2 οὐδὲ ταῖς δευτέραις· αὗται γὰρ εἰ καὶ τῷ ἑνιαίῳ τῆς προφορᾶς δοκοῦσι τόδε τι σημαίνειν, ὅταν εἴπω ‘ἄνθρωπος’ ἢ ‘ζῷον’, ἀλλ’ οὐ τόδε τι σημαίνουσιν ἀλλὰ τοιόνδε, τοῦτ’ ἔστιν ὁμοιότητα, καθ’ ἣν ἐοίκασιν οἱ ἄνθρωποι ἀλλήλοις, καθό εἰσιν ἄνθρωποι, καὶ τὰ ζῷα, καθὸ ζῷα. καὶ μὴ νομίσῃς, ἐπειδὴ εἶπον τοιόνδε αὐτὰ σημαίνειν, τὸ δὲ τοιόνδε ποιότης, ἡ δὲ ποιότης συμβεβηκός, ὅτι αἱ δεύτεραι οὐσίαι συμβεβηκότα· κἂν γὰρ ποιότητα σημαίνωσιν, ἀλλ’ οὐσιώδη ποιότητα. ἀλλ’ ἐπειδὴ καὶ τὰ καθόλου συμβεβηκότα ὁμοιότητα σημαίνουσι τῶν κατὰ μέρος συμβεβηκότων, τίνι διαφέρουσι τῶν δευτέρων οὐσιῶν; καὶ λέγομεν ὅτι αἱ μὲν δεύτεραι οὐσίαι ὁμοιότητα οὐσιώδη σημαίνουσι τὰ δὲ συμβεβηκότα ἐπουσιώδη· διττὴ γὰρ ἡ ποιότης, ἡ μὲν οὐσιώδης ἡ δὲ ἐπουσιώδης. μήποτε οὖν τὸ παρὸν ἴδιον ἄλλο ἐστὶν ἐγκώμιον τῆς οὐσίας τῆς ἀτόμου· μόνη γὰρ ἡ ἄτομος οὐσία πρὸς τῷ πᾶσιν ὑποκεῖσθαι τοῖς παρ’ ἑαυτὴν ἑαυτῆς ἐστι μόνη, τὰ δὲ ἄλλα πάντα τῆς ἀτόμου οὐσίας εἶναι λέγεται. Ταῦτα ὁ Ἀριστοτέλης καὶ ἕτερον οὐδέν. πέντε δέ τισιν ἔχομεν ἐπιστῆσαι· πρῶτον μὲν ὅτι πῶς λέγομεν τὴν οὐσίαν σημαίνειν, εἰ πρᾶγμα ἡ οὐσία, τὰ δὲ πράγματα σημαίνονται καὶ οὐ σημαίνουσι. καὶ λέγομεν ὅτι ὁ σκοπὸς ταῖς Κατηγορίαις οὐ περὶ πραγμάτων ᾗ πράγματα διαλαβεῖν, ἀλλ’ ᾗ σημαίνονται ὑπὸ τοιῶνδε φωνῶν· ποτὲ μὲν γὰρ τὰ πράγματα ποιοῦσι τὰ τῶν φωνῶν, οὐχ ὡς πράγματα σημαίνοντα, ἀλλ’ ὡς τοιῶσδε ὀνομαζόμενα, οἷον Σωκράτης ἐν πλήθει θεωρούμενος τοῖς ἐπιζητοῦσιν αὐτόν3 (σημαίνουσι γάρ ποτε καὶ τὰ πράγματα φωνὰς ὡς ἐφελκόμενα τὰς οἰκείας προσηγορίας, σημαίνουσι δὲ καὶ τὰ πράγματα πράγματα, οἷον τὸ γάλα ὅτι τέτοκεν, ὁ καπνὸς ὅτι πῦρ), ποτὲ δὲ 〈καὶ〉 αἱ φωναὶ ποιοῦσι τὰ τοῦ πράγματος, οἷον Σωκράτης περιπατεῖ, οὐχ ὅτι τὸ Σωκράτης ὄνομα περιπατεῖ, ἀλλ’ ὅτι τὸ πρᾶγμα τὸ ἔχον τοιοῦτον ὄνομα ἐκεῖνο περιπατεῖ.
“而一切实体似乎都意指某个这。” 就第一实体而言,亚里士多德排除了实体的最初两种固有属性——其一被视为属于全部却不单属于它,第二种被视为既不属于全部也不单属于它——他将论述引导至另一种固有属性,并说实体的第三种固有属性是意指某个这。 “这”表明基底;无论如何,他本人在《物理学》中称质料为基底;因为二者都是确定的,“这”作为落入指示之下的东西[是确定的],而质料作为在一切事物于其中变化时以同样方式留存的东西[是确定的],只要大锅能够改变形态而成为雕像,而雕像再次改变形态能够成为别的什么,铜却丝毫不减地保持它在大锅或雕像或任何此类事物生成之前所是的那个样子。亚里士多德就是这样称“这”与质料为基底的。而“某个”表明个别的。二者结合起来,“这”与“某个”,表明个别的基底,我指的是个别实体。但这一固有属性也不适用于质料,因为质料是普遍的基底,并且按其自身定义并不具有产生个别者的偶性(简单地说,普遍物和个别物都不适用于质料;因为这些是赋予了形相的名称,而质料并不以固有状态拥有形相,而是以合宜的适应性拥有);这一固有属性也不适用于神圣实体,因为它对任何事物都不是基底;它也不适用于第二实体。因为这些[第二实体],即使因发音的单一性而在我说“人”或“动物”时似乎意指某个这,然而它们意指的不是某个这,而是这样的一种东西,即一种相似性,依据这种相似性,人们就其为人而言彼此相似,动物就其为动物而言彼此相似。你不要因为我说它们意指这样的一种东西,而这样的一种东西是性质,性质是偶性,就认为第二实体是偶性;因为即使它们意指性质,也是意指实体性的性质。但是,既然普遍偶性也意指个别偶性的相似性,那么它们与第二实体有何区别呢?我们说,第二实体意指实体性的相似性,而偶性意指附加的相似性;因为性质有两重,其一为实体性的,其二为附加的。那么,当前的固有属性难道不是对个别实体的又一种颂扬吗?因为个别实体唯独自身在作为自身之外的一切事物的基底之外,仅仅属于其自身,而所有其他事物都被说成属于个别实体。这些就是亚里士多德所说的内容,再无其他。但我们有五个问题需要考察:首先,如果实体是事物,而事物是被意指的且并不意指,我们怎么能说实体意指呢?我们说,《范畴篇》的主旨不是论述作为事物本身的事物,而是论述被此类语词所意指的事物;因为有时事物会做语词的事情,不是作为起意指作用的事物,而是作为被如此命名的事物,例如在人群中被寻找他的人所看见的苏格拉底(因为事物有时也作为引出其自身固有称谓的东西而意指语词,而且事物也会意指事物,例如乳汁意指生产过,烟意指火);而有时语词也会做事物的事情,例如“苏格拉底行走”,并非苏格拉底这个名字在行走,而是拥有这样一个名字的事物、那个〔事物〕在行走。
- 1.41καταγνοὺς ὁ Ἀριστοτέλης τῶν πρώτων δύο ἰδίων
分词 καταγνοὺς 支配属格 τῶν πρώτων δύο ἰδίων,意为“判定……不合格”或“否定/摒弃”。此处指从第一实体的角度来看,前两种固有属性(3a21 与 3a33)因未能完全符合固有属性的严格定义而被排除。
- 1.41μηδενὶ ὑποκείμενον οὔσῃ
中性名词化形式 ὑποκείμενον 用作阴性与格分词 οὔσῃ(与 τῇ θείᾳ οὐσίᾳ 一致)的表语名词。它没有采用性的一致(即阴性与格 ὑποκειμένῃ),而是作为一个固定的述谓概念(“基底/基质”)保留了中性主/宾格形式。
- 1.41Σωκράτης ἐν πλήθει θεωρούμενος τοῖς ἐπιζητοῦσιν αὐτόν
此处作为举例,以一个没有定式动词的独立主格短语呈现,用以说明“事物起语词的作用”(即引出自身名称)。与格 τοῖς ἐπιζητοῦσιν 表示行为者或观察者(“被寻找他的人所看见”)。
